Divisiones Aristoteleae

Aristotle

Aristotle. Divisiones quae vulgo dicuntur Aristoteleae. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1906.

τῶν ὄντων τὰ μέν ἐστι καθ’ ἑαυτά, τὰ δὲ πρός τι λέγεται. τὰ μὲν οὖν καθ’ ἑαυτὰ λεγόμενά ἐστιν, ὅσα ἐν τῇ ἑρμηνείᾳ μηδενὸς προσδεῖται· ταῦτα δὲ ἂν εἴη οἷον

ἄνθρωπος ἵππος καὶ τὰ ἄλλα ζῷα. τούτων γὰρ οὐδὲν δι’ ἑρμηνείας χωρεῖ. | τῶν δὲ πρός τι λεγομένων ὅσα προσδεῖταί τινος ἑρμηνείας, οἷον τὸ μεῖζόν τινος καὶ τὸ θᾶττόν τινος· καὶ τὸ κάλλιον καὶ τὰ τοιαῦτα· τό τε γὰρ μεῖζον ἐλάττονός ἐστι μεῖζον καὶ τὸ θᾶττον θᾶττόν τινός ἐστι. τῶν
ὄντων ἄρα τὰ μέν ἐστιν αὐτὰ καθ’ αὑτά, τὰ δὲ πρός τι λέγεται.

ὧδε καὶ τὰ πρῶτα διήρει κατὰ τὸν Ἀριστοτέλην.