De Xenophane, de Zenone, de Gorgia

Aristotle

Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.

Ἀλλ' ἄρα εἰ μὲν δυνατά ἐστιν ἢ ἀδύνατα ἃ λέγει, ἐατέον. Τὸ δὲ πότερον συμπεραίνεται αὐτὸ ἐξ ὦν λαμβάνει, ἢ οὐδὲν κωλύει καὶ ἄλλως ἔχειν, ἱκανῶς σκέψασθαι· ἕτερον γὰρ ἄν τι τοῦτʼ ἴσως ἐκείνου εἴη.

Καὶ πρῶτον τεθέντος, ὃ πρῶτον λαμβάνει, μηδὲν γενέσθαι ἂν ἐκ μὴ ὄντος, ἆρα ἀνάγκη ἀγέννητα πάντα εἶναι, ἢ οὐδὲν κωλύει γεγονέναι ἕτερα ἐξ ἑτέρων, καὶ τοῦτο εἰς ἄπειρον ἕναι; Ἣ καὶ ἀνακάμπτει κύκλῳ, ὥστε τὸ ἕτερον ἐκ τοῦ ἑτέρου γεγονέναι, ἀεί τε οὕτως ὄντος τινός, καὶ ἀπειράκις ἑκάστου γεγενημένου ἐξ ἀλλήλων.

Ὤστε οὐδὲν ἂν κωλύοιτο ἅπαντα γεγονέναι, κειμένου τοῦ μηδὲν γενέσθαι ἂν ἐκ μὴ ὄντος, καὶ ἄπειρα ὄντα πρὸς ἐκεῖνον προσαγορεῦσαι οὐδὲν κωλύει τῶν τῷ ἑνὶ ἑπομένων ὀνομάτων. Ἄπαντα γὰρ εἶναι καὶ λέγεσθαι καὶ ἐκεῖνος τῷ ἀπείρῳ προσάπτει. Οὐδέν τε κωλύει, καὶ μὴ ἀπείρων ὄντων, κύκλῳ αὐτῶν εἶναι τὴν γένεσιν.

Ἔτι εἰ ἅπαντα γίγνεσθαι, ἔστι δὲ οὐδέν, ὥς τινες λέγουσιν, πῶς ἓν ἀδΰα εἴη; Ἄλλὰ γὰρ τοῦ μὲν εἶναι ἕν τι ὡς ὄντος καὶ κειμένου διαλέγεται. Εἰ γάρ, φησί, μὴ ἐγένετο, ἔστω δὲ ἀΐδια, ὡς δέον ὑπάρχειν τὸ εἶναι τοῖς πράγμασιν.

Ἔτι εἰ καὶ ὅτι μάλιστα μήτε τὸ μὴ ὅν ἐνδέχεται γενέσθαι μήτε ἀπολέσθαι τὸ μὴ ὄν, ὅμως τί κωλύει τὰ μὲν γενόμενα αὐτῶν εἶναι, τὰ δ' ἀΐδια, ὡς καὶ Ἐμπεδοκλῆς λέγει;

῎Απαντα γὰρ κἀκεῖνος ταὐτὰ ὁμολογήσας, ὅτι

ἔκ τε μὴ ὄντος ἀμήχανόν ἐστι γενέσθαι, τό τε ὄν ἐξόλλυσθαι ἀνήνυστον καὶ ἄπρηκτον, ἀεὶ γὰρ θήσεσθαι ὅπῃ κέ τις αἰὲν ἐρείδῃ,
ὅμως τῶν ὄντων τὰ μὲν ἀΐδια εἶναί φησι, πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα, τὰ δ' ἄλλα γίνεσθαί τε καὶ γεγονέναι ἐκ τούτων.

Οὐδεμία γὰρ ἑτέρα, ὡς οἴεται, γένεσίς ἐστι τοῖς οὗσιν,

ἀλλὰ μόνον μῖξίς τε διάλλαξίς τε μιγέντων yἐστί· φύσις δʼ ἐπὶ τοῖς ὀνομάζεται ἀνθρώποισιν.
Τὴν δὲ γένεσιν προσιοῦσαν τοῖς ἀϊδίοις καὶ τῷ ὅτι γίνεσθαι λέγει, ἐπεὶ τοῦτό γε ἀδύνατον ᾤετο.

Πῶς γάρ, φήσει, καὶ ἔπαρξις ἴετο, παντί τε καὶ ποθὲν ἐλθόν; Ἀλλὰ μισγομένων τε καὶ συντιθεμένων πυρὸς καὶ τῶν μετὰ πυρὸς γίγνεσθαι τὰ πολλά, διαλλαττομένων τε καὶ διακρινομμένων φθείρεσθαι πάλιν, καὶ εἶναι τῇ μὲν μίξει πολλά τε καὶ τῇ διακρίσει, τῇ δὲ φύσει τέτταρʼ ἄνευ τῶν αἰτίων, ἢ ἕν· ἢ εἰ καὶ ἄπειρα εὐθὺς εἴη ταῦτα, ἐξ ὧν συντιθεμένων γίγνεται, διακρινομένων δὲ φθείρεται, ὡς καὶ τὸν Ἀναξαγόραν φασί τινες λέγειν ἐξ ἀεὶ ὄντων καὶ ἀπείρων τὰ γινόμενα γίνεσθαι.

Κἂν οὕτως, οὐκ ἂν εἴη ἀΐδια πάντα, ἀλλὰ καὶ γιγνόμενα ἄττα καὶ γενόμενά τʼ ἐξ ὄντων καὶ φθειρόμενα εἰς οὐσίας τινὰς ἄλλας. Ἔτι οὐδὲν κωλύει μίαν τινὰ οὐσίαν τὸ πᾶν μορφήν, ὡς καὶ ὁ Ἀναξίμανόρος καὶ ὁ Ἀναξιμένης λέγουσιν, ὁ μὲν ὕδωρ εἶναι φάμενος τὸ πᾶν, ὁ δέ, ὁ Ἀναξιμένης, ἀέρα, καὶ ὅσοι ἄλλοι οὕτως εἶναι τὸ πᾶν ἓν ἠξιώκασιν.

Τοῦτο ἤδη σχήμασί τε καὶ πλήθεσι καὶ ὀλιγότητι, καὶ τῷ μανὸν ἢ πυκνὸν γίνεσθαι, πολλὰ καὶ ἄπειρα ὄντα τε καὶ γιγνόμενα ἀπεργάζεται τὸ ὅλον, Φησὶ δὲ καὶ ὁ Δημόκριτος τὸ ὕδωρ τε καὶ τὸν ἀέρα ἕκαστόν τε τῶν πολλῶν, τοῦτο ὅν, ῥυθμῷ διαφέρειν.

Τί δὴ κωλύει καὶ οὕτως τὰ πολλὰ γίγνεσθαί τε καὶ ἀπόλλυσθαι, ἐξ ὄντος ἀεὶ ἐς ὂν μεταβάλλοντος ταῖς εἰρημέναις διαφοραῖς τοῦ ἑνός, καὶ οὐδὲν οὔτε πλέονος οὕτε ἐλάττονος γιγνομένον τοῦ ὅλου; Ἔτι τί κωλύει ποτὲ μὲν ἐξ ἄλλων τὰ σώματα γίγνεσθαί τε καὶ ἀπόλλυσθαι πάλιν ;

Εἰ δὲ καὶ ταῦτά τις συγχωροίη, καὶ εἴη τι καὶ ἀγένητον, τί μᾶλλον ἄπειρον δείκνυται; Ἄπειρον γὰρ εἶναί φησιν, εἰ ἔστι μέν, μὴ γεγονέναι. Πέρατα γὰρ εἶναι τὴν τῆς γενέσεως ἀρχήν τε καὶ τελευτήν.

Καίτοι τί κωλύει ἀγένητον ὂν ἔχειν πέρας ἐκ τῶν εἰρημένων; Εἰ γὰρ ἐγένετο, ἀρχὴν ἔχειν ἄξιοι ταύτην ὅθεν γίγνοιτο, εἰ γιγνόμενα. Τί δὴ κωλύει, καὶ εἰ μὴ

ἐγένετο, ἔχειν ἀρχήν; Οὐ μέντοι γε ἐξ ἧς γε ἐγένετο, ἀλλὰ καὶ ἑτέραν, καὶ εἶναι περαίνοντα πρὸς ἄλληλα ἀΐδια ὄντα.

Ἔτι τί κωλύει τὸ μὲν ὅλον ἀγέννητον ὂν ἄπειρον εἶναι, τὰ δʼ ἐν αὐτῷ γιγνόμενα πεπεράνθαι, ἔχοντʼ ἀρχὴν καὶ τελευτὴν γενέσεως; Ἔτι καὶ ὡς ὁ Παρμενίδης φησί, τί κωλύει καὶ τὸ πᾶν ἓν ὂν καὶ ἀγένητον ὅμως πεπεράνθαι, καὶ εἶναι

πάντοθεν ἐγκύκλου σφαίρας ἐναλίγκιον ὄγκῳ, μέσσοθεν ἰσοπαλὲς πάντη·
τὸ γὰρ οὔτε τι μεῖζον οὔτε τι βαιότερον εἶναι μέχρι ὅν ἐστι τῇ ἢ τῇ.

Ἔχον δὲ μέσον καὶ ἔσχατα, πέρας ἔχει ἀγέννητον ὅν, ἐπεὶ εἰ καί, ὡς αὐτὸς λέγει, ἕν ἐστι, καὶ τοῦτο σῶμα, ἔχει ἄλλα ἑαυτοῦ μέρη, εἰ τάδε ὅμοια πάντα. Καὶ γὰρ ὅμοιον οὕτω λέγει τὸ πᾶν εἶναι οὐ . . . ἄλλῳ τινὶ ὃ περανθῆναι ὁρᾷς, ἐλέγχει εἴ τι ὅμοιον τὸ ἄπειρον.

Τό γε ὅμοιον ἑτέρῳ ὅμοιον, ὥστε δύο ἢ πλείω ὄντα οὐκ ἂν ἓν οὐδʼ ἅπειρον εἶναι. Ἀλλ’ ἴσως τὸ ὅμοιον πρὸς αὐτὸ λέγει, καὶ φησὶν αὐτὸ ὅμοιον εἶναι πᾶν, ὅτι ὁμοιομερὲς ὕδωρ ὂν ἅπαν ἢ γῆ ἢ εἴ τι τοιοῦτον ἄλλο.

Δῆλος γὰρ οὖτος ἀξιῶν εἶναι ἓν τῶν διμερῶν ἕκαστον σῶμα ὅν, οὐκ ἄπειρόν ἐστιν. Τὸ γὰρ ὅλον ἅπειρον, ὥστε ταῦτα περαίνει πρὸς ἄλληλα ἀγέννητα ὄντα. Ἔτι εἰ ἀΐδιόν τε καὶ ἅπειρόν ἐστι, πῶς ἂν εἴη ἓν σῶμα ὅν; Εἰ μὲν γὰρ ἀνομοίων ἀμερῶν εἴη, πολλά, καὶ αὐτὸς οὕτω γʼ εἶναι ἄξιοῖ.

Εἰ δὲ ἅπαν ὕδωρ ἢ ἅπαν γῆ ἢ ὅ τι δὴ τὸ ὅν τοῦτʼ ἐστί, πολλὰ ἂν ἔχοι μέρη, ὡς καὶ Ζήνων ἐπιχειρεῖ ὂν δεικνύναι τὸ οὕτως ὂν ἔν. Εἴη οὖν ἂν καὶ πλείονα αὐτοῦ μέρη ἐλαττόνων τε καὶ μικροτέρων, ἀλλά τε πάντῃ ἂν ταύτῃ ἀλλοῖον εἴη οὐδενὸς προσγιγνομένου σώματος οὐδʼ ἀπογιγνομένου.

Εἰ δὲ μήτε σῶμα μήτε πλάτος μήτε μῆκος ἔχον μηδέν, πῶς ἂν ἄπειρον ἂν εἴη; Τί

κωλύει πολλὰ καὶ ἐνάριθμα τοιαῦτα εἶναι; Τί κωλύει καὶ πλείω ὄντα ἑνὸς μεγέθει ἄπειρα εἶναι; Ὡς καὶ Ξενοφάνης ἄπειρον τό τε βάθος τῆς γῆς καὶ τοῦ ἀέρος φησὶν εἶναι.

Δηλοῖ δὲ καὶ ὁ Εμπεδοκλῆς· ἐπιτιμᾷ γὰρ ὡς λεγόντων τινῶν τοιαῦτα ἀδύνατα εἶναι, οὕτως ἐχόντων ξυμβαίνειν αὐτά,

εἴπερ ἀπείρονα γῆς τε βάθη καὶ δαψιλὸς αἰθήρ, ὃς διὰ πολλῶν δὴ βροτέων ῥηθέντα ματαίως ἐκκέχυται στομάτων, ὀλίγον τοῦ παντὸς ἰδόντων.
Ἕτι ὂν ἓν οὐδὲν ἄτοπον εἰ μὴ πάντη ὅμοιόν ἐστιν.