De Xenophane, de Zenone, de Gorgia

Aristotle

Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.

Οὐκ εἶναί φησιν οὐδέν· εἰ δʼ ἔστιν, ἄγνωστον εἶναι· εἰ δὲ καὶ ἔστι καὶ γνωστόν, ἀλλʼ οὐ δηλωτὸν ἄλλοις. Καὶ ὅτι μὲν οὐκ ἔστι, συνθεὶς τὰ ἑτέροις εἰρημένα, ὅσοι περὶ τῶν ὄντων λέγοντες τἀναντία, ὡς δοκοῦσιν, ἀποφαίνονται αὐτοῖς, οἱ μὲν ὅτι ἓν καὶ οὐ πολλά, οἱ δὲ αὗ ὅτι πολλὰ καὶ οὐχ ἕν, καὶ οἱ μὲν ὅτι ἀγένητα, οἱ δʼ ὡς γενόμενα ἐπιδεικνύντες ταῦτα, συλλογίζεται κατʼ ἀμφοτέρων.

Ἀνάγκη γάρ, φησίν, εἴ τί ἐστι, μήτε ἓν μήτε πολλὰ εἶναι, μήτε ἀγέννητα μήτε γενόμενα, οὐδὲν ἂν εἴη. Εἰ γὰρ μὴ εἴη τι, τούτων ἂν θάτερα εἴη. Ὅτι οὐκ ἔστιν οὔτε ἓν οὔτε πολλά, οὔτε ἀγέννητα οὔτε γενόμενα, τὰ μὲν ὡς Μέλισσος, τὰ δὲ ὡς Ζήνων ἐπιχειρεῖ δεικνύειν μετὰ τὴν πρώτην ἴδιον αὐτοῦ ἀπόδειξιν, ἐν ᾖ λέγει ὅτι οὐκ ἔστιν οὔτε εἶναι οὔτε μὴ εἶναι.

Εἰ μὲν γὰρ τὸ μὴ εἶναι ἔστι μὴ εἶναι, οὐδὲν ἂν ἧττον, τὸ μὴ ὂν τοῦ ὄντος εἴη. Τό τε γὰρ μὴ ὄν ἐστι μὴ ὅν, καὶ τὸ ὂν ὄν, ὥστε οὐδὲν μᾶλλον ἢ εἶναι ἢ οὐκ εἶναι τὰ πράγματα.

Εἰ δʼ ὅμως τὸ μὴ εἶναί ἐστι, τὸ εἶναι, φησίν, οὐκ ἔστι τὸ ἀντικείμενον. Εἰ γὰρ τὸ μὴ εἶναί ἐστι, τὸ εἶναι [ἢ] μὴ

εἶναι προσήκει. Ὥστε οὐκ ἂν οὕτως, φησίν, οὐδὲν ἂν εἴη, εἰ μὴ ταὐτόν έστιν εἶναί τε καὶ μὴ εἶναι, Εἰ δὲ ταὐτό, καὶ οὕτως οὐκ ἂν εἴη οὐδέν· τό τε γὰρ μὴ ὄν οὐκ ἔστι καὶ τὸ ὅν, ἐπείπερ ταὐτὸ τῷ μὴ ὄντι. Οὗτος μὲν οὖν ὁ αὐτὸς λόγος ἐκείνου.

Οὐδαμόθεν δὲ συμβαίνει ἐξ ὦν εἴρηκεν, μηδὲν εἶναι. Ἃ γὰρ καὶ ἀποδείκνυσιν, οὕτως διαλέγεται. Εἰ τὸ μὴ ὄν ἐστιν ἢ ἔστιν, ἀπλῶς εἰπεῖν εἴη, καὶ ἔστιν ὅμοιον μὴ ὄν. Τοῦτο δὲ οὔτε φαίνεται οὕτως οὔτε ἀνάγκη, ἀλλ' ὡσπερεὶ δυοῖν, ὄντος, τοῦ δʼ οὐκ ὄντος, τὸ μὲν ἔστι, τὸ δʼ οὐκ ἀληθές, ὅτι ἐστὶ τὸ μὲν μὴ ὄν.

Διότι οὖν οὐκ ἔστιν, οὔτε εἶναι οὔτε μὴ εἶναι τὰ ἄμφω οὔθʼ ἕτερον οὐκ ἔστιν. Οὐδὲν γάρ, φησίν, εἴη ἂν τὸ μὴ εἶναι τοῦ εἶναι, εἴπερ εἴη τι καὶ τὸ μὴ εἶναι. Οὐδείς φησιν εἶναι τὸ μὴ εἶναι οὐδαμῶς. Εἰ δὲ καὶ ἔστι τὸ μὴ ὂν μὴ ὄν, οὐδʼ οὕτως ὁμοίως ἂν εἴη τὸ μὴ ὂν τῷ ὄντι· τὸ μὲν γάρ ἐστι μὴ ὅν, τὸ δὲ καὶ ἔστιν ἔτι.

Εἰ δὲ καὶ ἁπλῶς εἰπεῖν ἀληθές, ὡς δὴ θαυμάσιόν τʼ ἂν εἴη τὸ μὴ ὄν ἐστιν. Ἀλλ' εἰ δὴ οὕτω, πότερον μᾶλλον ξυμβαίνει τὰ πάντα εἶναι ἢ μὴ εἶναι; Αὐτὸ γὰρ οὕτῳ γε τοὐναντίον ἔοικε γίνεσθαι. Εἰ γὰρ τό τε μὴ ὅν ἐστι καὶ τὸ ὂν ὅν ἐστιν, ἅπαντά ἐστιν. Καὶ γὰρ τὰ ὅντα καὶ τὰ μὴ ὄντα ἐστίν. Οὐκ ἀνάγκη γάρ, εἰ τὸ μὴ ὅν ἐστι, καὶ τὸ ὄν μὴ εἶναι.

Εἰ δὴ καὶ οὕτω τις ξυγχωρεῖ, καὶ τὸ μὲν μὴ ὄν εἴη, τὸ δὲ ὂν μὴ εἴη, ὅμως οὐδὲν ἧττον εἴη ἄν· τὰ γὰρ μὴ ὄντα εἴη κατὰ τὸν ἐκίνου λόγον. Εἰ δὲ ταὐτόν ἐστι καὶ τὸ εἶναι καὶ τὸ μὴ εἶναι, οὐδʼ οὕτως μᾶλλον οὐκ [εἴη] ἄν τι εἴη. Ὡς γὰρ κἀκεῖνος λέγει, ὅτι εἰ ταὐτὸν μὴ ὂν καὶ ὅν, τό τε ὂν οὐκ ἔστι καὶ τὸ μὴ ὅν.

Ὥστε οὐδέν ἐστιν, ἀντιστρέψαντι ἔστιν ὁμοίως φάναι ὅτι πάντα ἐστίν. Τό τε γὰρ μὴ ὅν ἐστι καὶ τὸ ὄν,

ὥστε πάντα ἐστίν. Μετὰ δὲ τοῦτον τὸν λόγον φησίν· εἰ δὲ ἔστιν, ἤτοι ἀγέννητον ἢ γενόμενον εἶναι. Καὶ εἰ μὲν ἀγένητον, ἄπειρον αὐτὸ τοῖς τοῦ Μελίσσου ἀξιώμασι λαμβάνει· τὸ δʼ ἄπειρον οὐκ ἂν εἶναί ποτε.

Οὔτε γὰρ ἐν αὐτῷ οὔτʼ ἂν ἐν ἄλλῳ εἶναι· δύο γὰρ ἄν οὕτως ἢ πλείω εἶναι, τό τε ἐνὸν καὶ τὸ ἐν ᾧ, μηδαμοῦ δὲ ὂν οὐδὲ εἶναι κατὰ τὸν Ζήνωνος λόγον περὶ τῆς χώρας. Ἀγέννητον μὲν οὖν διὰ ταῦτʼ οὐκ εἶναι, οὐ μὴν οὐδὲ γενόμενον. Γενέσθαι γοῦν οὐδὲν ἂν οὔτʼ ἐξ ὄντος οὔτʼ ἐκ μὴ ὄντος.

Εἰ γὰρ τὸ ὂν μεταπέσοι, οὐκ ἂν ἔτʼ εἶναι τὸ ὄν, ὥσπερ γʼ εἰ καὶ τὸ μὴ ὂν γένοιτο, οὐκ ἂν ἔτι εἴη μὴ ὄν. Οὐδὲ μὴν οὐθʼ ἐξ ὄντος ἂν γενέσθαι. Εἰ μὲν γὰρ μή ἐστι τὸ μὴ ὄν, οὐδὲν ἂν ἐκ μηδενὸς ἂν γενέσθαι· εἰ δʼ ἔστι τὸ μὴ ὄν, διʼ ἅπερ οὐδʼ ἐκ τοῦ ὄντος, διὰ ταῦτα οὐδʼ ἐκ τοῦ μὴ ὄντος γενέσθαι.

Εἰ οὖν ἀνάγκη μέν, εἴπερ ἔστι τι, ἤτοι ἀγέννητον εἶναι ἢ γενόμενον, ταῦτα δὲ ἀδύνατόν τι καὶ εἶναι. Ἔτι εἴπερ ἔστιν, ἓν ἢ πλείω, φησίν, ἐστίν· εἴτε μήτε ἓν μήτε πολλά, οὐδὲν ἂν εἴη. Καὶ ἓν μὲν . . . καὶ ὅτι ἀσώματον ἂν εἴη τὸ ἕν η ἐνσχονμέν γε τῷ τοῦ Ζήνωνος λόγου. Ἑνος δὲ ὄντος οὐδʼ ἂν . . . εἶναι οὐδὲ μὴ . . . μήτε πολλά.

Εἰ γὰρ μήτε ἓν μήτε πολλά ἐστιν, οὐδʼ ἂν κινηθῆναί φησιν. Οὐδενὶ γὰρ κινηθείη, ἢ οὐκ ἂν ἔτι, ἢ ὡσαύτως ἔχον, ἀλλὰ τὸ μὲν οὐκ ἂν εἴη, τὸ δʼ οὐκ ὂν γεγονὸς εἴη, Ἔτι δὲ ἢ κινεῖ ἢ κινεῖται, καὶ εἰ μεταφέρεται οὐ συνεχὲς ὄν, διῄρηται τὸ ὄν, οὔτε τι ταύτῃ· ὥστε πάντῃ κινεῖται, πάντῃ διῄρηται.

Εἰ δ’ οὕτως, πάντα οὐκ ἔστιν. Ἐκλιπὲς γὰρ ταύτῃ, φησίν, ᾗ διῄρηται, τοῦ ὄντος, ἀντὶ τοῦ κενοῦ τὸ διῃρῆσθαι λέγων, καθάπερ ἐν τοῖς Λευκίππου καλουμένοις λόγοις γέγραπται. Εἰ μὲν οὖν οὐδέν, τὰς ἀποδείξεις λέγειν ἅπαντα. Δεῖ γὰρ τὰ φρονούμενα εἶναι, καὶ τὸ μὴ ὅν, εἴπερ μή ἐστι, μηδὲ φρονεῖσθαι.

Εἰ δʼ οὕτως, οὐδὲν ἂν εἶναι ψεῦδος οὐδείς

φησιν, οὐδʼ εἰ ἐν τῷ πελάγει φαίη ἁμιλλάσθαι ἅρματα. Πάντα γὰρ ἂν ταῦτα εἴη. Καὶ γὰρ τὰ ὀρώμένα καὶ ἀκουόμενα διὰ τοῦτό ἐστιν, ὅτι φρονεῖται ἕκαστα αὐτῶν· εἰ δὲ μὴ διὰ τοῦτο, ἀλλʼ ὥσπερ οὐδὲν μᾶλλον ἃ ὁρῶμεν ἐστίν, οὕτω μᾶλλον ἃ ὁρῶμεν ἢ διανοούμεθα.

Καὶ γὰρ ὥσπερ ἐκεῖ πολλοὶ ἂν ταῦτα ἴδοιεν, καὶ ἐνταῦθα πολλοὶ ἂν ταῦτα διανοηθείημεν. Τὸ οὖν μᾶλλον δὴ τοιάδʼ ἐστί, ποῖα δὲ τἀληθῆ, ἄδηλον. Ὥστε καὶ εἰ ἔστιν, ἡμῖν γε ἄγνωστα εἶναι τὰ πράγματα.

Εἰ δὲ καὶ γνωστά, πῶς ἄν τις, φησί, δηλώσειεν ἄλλῳ; Ὃ γὰρ εἶδε, πῶς ἄν τις, φησί, τοῦτο εἴποι λόγῳ; Ἢ πῶς ἂν ἐκείνῳ δῆλον ἀκούσαντι γίγνοιτο, μὴ ἰδόντι; Ὥσπερ γὰρ οὐδὲ ἡ ὄψις τοὺς φθόγγους γιγνώσκει, οὕτως οὐδὲ ἡ ἀκοὴ τὰ χρώματα ἀκούει, ἀλλὰ φθόγγους· καὶ λέγει ὁ λέγων, ἀλλʼ οὐ χρῶμα οὐδὲ πρᾶγμα.

Ὃ οὖν τις μὴ ἐννοεῖ, πῶς αἰτεῖ παρʼ ἄλλου λόγῳ ἢ σημείῳ τινὶ ἑτέρου πράγματος ἐννοήσειεν, ἀλλʼ ἢ ἐἀν μὲν χρῶμα ἰδών, ἐὰν δὲ μος. Ἀρχὴν γὰρ οὐ λέγε γοει δὲ χρῶμα, ἀλλὰ λόγον, ὥστ' οὐδὲ διανοεῖσθαι χρῶμα ἔστιν, ἀλλʼ ὁρᾶν, οὐδὲ ψόφον, ἀλλʼ ἀκούειν.

Εἰ δὲ καὶ ἐνδέχεται, γινώσκει τε καὶ ἀναγινώσκει λέγων. Ἀλλὰ πῶς ὁ ἀκούων τὸ αὐτὸ ἐννοήσει; Οὐ γὰρ οἷόν τε τὸ αὐτὸ ἅμα ἐν πλείοσι καὶ χωρὶς οὖσιν εἶναι· δύο γὰρ ἂν εἴη τὸ ἕν.

Εἰ δὲ καὶ εἴη, φησίν, ἐν πλείοσι καὶ ταὐτόν, οὐδὲν κωλύει μὴ ὅμοιον φαίνεσθαι αὐτοῖς, μὴ πάντη ὁμοίοις ἐκείνοις οὖσιν καὶ ἐν τῷ αὐτῷ, εἴ τι ἐν τοιούτου εἴησαν, ἀλλʼ οὐ δύο εἶεν. Φαίνεται δὲ οὐδʼ αὐτὸς αὑτῷ ὅμοια αἰσθανόμενος ἐν τῷ αύτῷ χρόνῳ, ἀλλ' ἕτερα τῇ ἀκοῇ καὶ τῇ ὄψει, καὶ νῦν τε καὶ πάλαι διαφόρως.