De plantis

Aristotle

Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.

Τριπλώς δὲ ἡ τῶν δένδρων εὐπορία ἀκολουθεῖ· ἢ γὰρ προάγουσι τοὺς καρποὺς πρὸ τῶν φύλλων, ἤ σύναμα τοῖς φύλλοις, ἢ μετὰ τὰ φύλλα. Ἔστι τοίνυν φυτὸν ὅπερ οὐκ ἔχει ῥίζαν ἢ φύλλα· ἔστι καὶ ὅπερ φέρει φιτρὸν ἄνευ καρποῦ

καὶ φύλλων, ὡς Ἡ λεγομένη χρυσοκόμη ἢ χρυσῖτις.

Ἀλλὰ τὰ φυτὰ ἂ καρπὸν πρὸ τῶν φύλλων προάγουσι, πολλὴν ἔχουσι τὴν πιότητα. Ὅταν γοῦν ἐκταθείη ἡ θερμότης ἡ οὖσα φυσικῶς τῷ φυτῷ, ταχύνει καὶ ἡ τούτου πέψις, ῥώννυταί τε καὶ ζέει ἐν τοῖς κλάδοις τοῦ φυτοῦ, κωλύει τε τὸν χυμὸν ἵνα μὴ ἀναβαίνῃ ἀπ’ αὐτοῦ· κἀντεῦθεν προχωροῦσι καρποὶ καὶ φύλλα.

Ἐν δὲ τοῖς φυτοῖς ἃ ταχύτερον τὰ φύλλα προάγουσι, τί νοητέον; Αἱ διαθέσεις τῶν ὑγρῶν εἰσὶ πολλαί, Ὁπόταν γοῦν ἡ θερμότης τοῦ ἡλίου ἄρξηται διασπείρειν τὰ μέρη τοῦ ὕδατος, ἄνω ἐφέλκεται ὁ ἥλιος τὰ μέρη τῆς ὑγρότητος, καὶ βραδύνει ἡ πεπειρότης, διότι ἡ πέψις τοῦ καρποῦ οὐκ ἔστιν εἰ μὴ ἐν συμπήξει, καὶ προηγοῦνται τὰ φύλλα τῶν καρπῶν τῇ προσαγωγῇ τῆς πολλῆς ὑγρότητος.

Πολλάκις δὲ συμβαίνει αὐτοῖς καὶ πιότης, ὁπόταν ἡ ὑγρότης ἡ ἐν τῷ φυτῷ πέψιν λάβῃ καὶ ἀναβῇ ἐξ αὐτῆς ἀτμὶς πυκνή, καὶ ἑλκύσῃ αὐτὴν ὁ ἀὴρ μετὰ τοῦ ἡλίου· τότε γὰρ ἐξέρχεται ἐκ τῆς ὑγρότητος ἐκείνης καὶ πιότης καὶ καρπὸς καὶ φύλλα μιᾷ ἐκθέσει. Οἱ παλαιοὶ δὲ σοφοὶ τὰ φύλλα πάντα καρποὺς εἶναι διεβεβαιοῦντο.

Ἰστέον οὖν ὡς ὁπόταν ἡ ὑγρότης ἐστὶ τόση ὥστε μὴ πεπαίνεσθαι μηδὲ συμπήγνυσθαι διὰ τὴν ἐκ τοῦ ἀέρος ἀνάπτυξιν καὶ τὴν ἄνωθεν σπουδὴν τῆς ἐφελκύσεως τοῦ ἡλίου, τότε ἡ ὑγρότης αὕτη, εἰς ἢν οὐκ ἐνηργήθη πέψις, ἀλλοιοῦται εἰς φύλλα· ἃ δὴ οὐκ ἔχουσιν ἄλλον σκοπὸν εἰ μὴ τὴν ἐφέλκυσιν τῆς ὑγρότητος, καὶ ἵνα ὦσι καὶ περικαλύμματα τῶν καρπῶν ἀπὸ τῆς σφοδρότητος τοῦ ἡλίου.

Οὐ τοίνυν ὁμοίως δεῖ ἵνα τὰ φύλλα ὦσιν ὡς οἱ καρποί· ὁ γὰρ χυμὸς ὁ ἀναβαίνων ἀλλοιωθείς, οὖτός ἐστι τὰ φύλλα, ὡς εἴπομεν. Τοιουτοτρόπως ἐστὶν ἡ κρίσις καὶ ἐν ταῖς ἐλαίαις, αἳ πολλάκις στερίσκονται τῶν ἐδίων καρπῶν.

Ὁπόταν γὰρ ἡ φύσις πέψιν ποιήσῃ, ἀναβαίνει πρώτως ἐκ τῆς λεπτότητος, ὅπερ οὐκ ἐπεπάνθη ἐκ τῆς θερμότητος. Ἔστιν οὖν αὕτη ἡ ὑγρότης φύλλα, Ἡ δὲ πέψις ἐστὶν

ἄνθος. Ὅταν δὲ τελειωθῇ τῷ δευτέρῳ ἔτει ἡ πέψις, γεννῶνται καρποί, καὶ ἐκβαίνει εἰς τέλος ἡ ὕλη κατὰ τὸν τόπον τὸν ἐν αὐτοῖς.

Αἱ ἄκανθαι ὡσαύτως εἰσὶν ἐκ τοῦ γένους τῶν φυτῶν, οὐ μὴν τῆς αὐτῆς φύσεως. Λέγω γοῦν ὅτι ἐν τῷ φυτῷ ἐστὶν ἀραιότης, καὶ ἐν τῇ ἀρχῇ τῆς φύσεως αὐτοῦ ἐστὶ πέψις, καὶ ἀναβαίνει ὑγρότης ψυχρὰ καὶ μετ’ αὐτῆς βραχεῖα διάκρισις, διερχομένη ἐν ἐκείνῃ τῇ ἀραιότητι. Ποιεῖ γοῦν ταύτην συμπήγνυσθαι ὁ ἥλιος, κἀντεῦθέν εἰσιν αἱ ἄκανθαι.

Διὰ τοῦτο καὶ τὸ εἶδος αὐτῶν ἐστὶ πυραμοειδές· ἔστι γὰρ ἡ βάσις αὐτῶν ἀρχομένη ἀπὸ παχέος καὶ προχωροῦσα εἰς ἰσχνόν. Τοῦτο δὲ γίνεται, διότι κατὰ βραχὺ ὁ ἀὴρ ἐπεκτεινόμενος τῷ φυτῷ αὐξάνει τὰ μέρη αὐτοῦ μετ’ ἐπντάσεως τῆς ὑικῆς. Τοιουτοτρόπως καὶ πᾶν δένδρον ἢ φυτὸν γίνεται, οὖ ἡ κεφαλή ἐστι πυραμοειδής.