De plantis

Aristotle

Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.

Πάλιν τὸ φυτὸν τὸ ἐν τοῖς λίθοις τοῖς στερροῖς γεννώμενον μακρῷ χρόνῳ συμβαίνει. Ὁ γὰρ ἀὴρ ὁ ἐμπεριειλημμένος τούτοις βιάζεται ἀναβῆναι, ἔξοδον δὲ μὴ εὑρίσκων διὰ τὴν ἰσχυρότητα τῶν λίθων ἐπαναστρέφει καὶ θερμαίνει ἑαυτόν, ἐφέλκεταί τε τὸ ὑγρὸν τὸ ἐναπολειφθὲν τοῖς λίθοις ἄνω, ἐξέρχεταί τε ἀναθυμίασις σὺν ὑγρότητι, μετὰ ἀναλύσεως σμικροτάτων μερῶν τῶν ἐν τοῖς λίθοις.

Καὶ γὰρ πολλάκις ἔθος ἐστὶ τοῖς λίθοις ἵνα βοηθῇ αὐτοῖς ὁ ἥλιος διὰ τῆς δίας πέψεως. Καὶ οὕτω γεννᾶται ἐξ αὐτῶν φυτόν. Ὄ δὲ οὐκ

ἀναβαίνει, ἐὰν μὴ πλησίον ᾖ γῆς ἢ ὑγροῦ. Ἡ γὰρ ὑπόστασις τοῦ φυτοῦ δεῖται γῆς ὕδατος καὶ ἀέρος. Κατανοείσθω τοιγαροῦν τὸ φυτόν· καὶ εἰ ἔστι πλησίον τοῦ ἡλίου, ταχέως γεννᾶται, εἰ δέ ἐστιν ὁ ἤλιος εἰς δυσμάς, βραδύνει.

Πάλιν τὸ φυτὸν ἐν κυριεύει τὸ ὕδωρ, οὐ παραχωρεῖ τῷ ἀέρι ἀναβαίνειν, καὶ διὰ τοῦτο οὐ τρέφεται. Ὁμοίως καὶ ἡ ξηρότης ὅταν κρατήσῃ, ἀναστρέφει ἡ φυσικὴ θερμότης εἰς τὰ ἄκρα, καὶ βύει τοῦ φυτοῦ τὰς ὁδοὺς δι’ ὦν οἱ πόροι· καὶ διὰ τοῦτο οὐ τρέφεται τὸ φυτόν.