De plantis

Aristotle

Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.

Ἔστι δὲ τὸ ὕδωρ φυσικῶς ὑπερέχον τῆς γῆς καὶ λεπτότερον αὐτῆς. Καὶ διὰ τοῦτο ἀπεδείξαμεν ὅτι καὶ τὸ ὕδωρ πάντως κουφότερόν ἐστι τὸ γλυκὺ τοῦ ἁλμυροῦ. Πλὴν λάβωμεν καὶ ὡς ἐν παραδείγματι δύο σκεύη ἶσα, καὶ θῶμεν ἐν αὐτοῖς ὕδωρ γλυκὺ καὶ ὕδωρ ἀλμυρόν. Μετὰ ταῦτα προσλάβωμεν ᾠόν, θῶμεν δὲ τοῦτο ἐν τῷ ὕδατι τῷ γλυκεῖ, καὶ αὐτίκα καταδύσεται.

Μετὰ ταῦτα θῶμεν αὐτὸ καὶ ἐν τῷ ὕδατι τῷ ἁλμυρῷ, καὶ ὑπερνήξεται, καὶ ἀναβήσεται ἐπάνω τῶν μερῶν τοῦ τοιούτου ὕδατος, διότι τὰ μέρη τούτου οὐ διαζεύγνυνται ὠς τὰ μέρη τοῦ ὕδατος τοῦ γλυκεροῦ. Ἐκείνου μὲν γὰρ τὰ μέρη οὐ δύνανται ὑπομένειν διὰ τὴν λεπτότητα βάρος, τούτου δὲ διὰ τὴν παχύτητα δύνανται· καὶ διὰ τοῦτο οὐ καταδύεται τὸ ἐπιτεθὲν αὐτῷ.

Οὕτω φυσικῶς ἐν τῇ νεκρᾷ θαλάσσῃ οὔτε καταδύεται ζῷον οὔτε γεννᾶται· κυριεύει γὰρ ἡ ξηρότης ἐν αὐτῷ, καὶ ἐν παντὶ ὅπερ ἐστὶ πλησίον τοῦ σχήματος τῆς γῆς. Φαίνεται τοίνυν ἐντεῦθεν ὅτι τὸ ὕδωρ τὸ παχύ ἐστιν ὑποκάτω τοῦ μὴ παχέος. Τὸ γὰρ παχύ ἐστιν ἐκ τοῦ γένους τῆς γῆς, τὸ δὲ λεπτὸν καὶ ἀραιὸν ἐκ τοῦ γένους τοῦ ἀέρος.

Καὶ διὰ τοῦτο ὑπερέχει τὸ ὕδωρ τὸ γλυκὺ πάντων τῶν ὐδάτων· ἐκεῖνο γάρ ἐστιν ὑπάρχον τῆς γῆς πορρωτέρω. Ἤδη τοιγαροῦν ἔγνωμεν ὅτι τὸ ὕδωρ τὸ πορρωτάτω τῆς γῆς φυσικόν

ἐστι. Καὶ τὸ γλυκὺ τοῦ θαλαττίου ὑπερκεῖσθαι ἀπεδείξαμεν. Καὶ φυσικὸν τοῦτο εἶναι τῷ ῥηθέντι σημείῳ φανερὸν καὶ ἀναγκαῖον ἐγένετο.

Γεννᾶται δέ τὸ ἅλας ἐν ἱσταμένοις ὕδασιν, οἷς τὸ γλυκὺ γίνεται ἁλμυρόν. Ὑπερβαίνει δὲ ἡ ἁλμυρότης τῆς γῆς ἐκείνην τὴν ἁλμυρότητα. Ἀπομένει γὰρ ἐκείνῃ μὲν ἀὴρ ἐγκεκλεισμένος, ταύτῃ δ’ οὔ. Καὶ διὰ τοῦτο οὐκ ἔστιν ἐκεῖνο τῆς γῆς τὸ σῶμα, γλυκύτητός τινος μετέχον κατὰ πάντα τρόπον, εἰ καὶ τὸ γένος τοῦτο ἐξ ὕδατός ἐστιν, ὃ ἐξέρχεται ἐξ αὐτῆς τῆς γῆς ὡς ἱδρώς.

Πρὸς τούτοις ὀφείλομεν εἰδέναι ὅτι καὶ αἱ βοτάναι καὶ τὰ εἴδη οὐκ εἰσὶν εἰ μὴ ἐκ συνθέσεως, καὶ οὐκ ἐξ ὕλης ἁπλῆς, ἀλλ’ ὥσπερ ἐστὶν ἡ ἁλυκότης ἀπὸ τοῦ ὕδατος τῆς θαλάσσης καὶ τῆς οὐσίας τῶν ψάμμων.

Αἱ ἀναθυμιάσεις γὰρ αἱ ἀναβαίνουσαι, ὅταν συμπαγῶσι, δύνανται συμπεριλαβεῖν τὴν αἰτίαν τῆς τῶν βοτανῶν ὑπάρξεως· καταπίπτει γὰρ ἀὴρ ἐντεῦθεν, καὶ δροσίζει τὸν τόπον, καὶ προέρχονται ἐξ αὐτοῦ διὰ τῆς δυνάμεως τῶν ἀστέρων τὰ εἴδη τῶν σπερμάτων.

Ὕλη δὲ ἀναγκαία ἐστὶ τὸ ὕδωρ, εἰ καὶ διαφορά ἐστιν ἐν τῷ γένει τοῦ ὕδατος. Τὸ γὰρ ἀνερχόμενον οὐκ ἔστιν εἰ μὴ ὕδωρ γλυκύ· τὸ δὲ ἁλμυρὸν βαρύ ἐστι, καὶ οὐ συναναβαίνει τῷ γλυκεῖ. Τὸ δὲ ὑπερβαῖνον τοῦτο τὸ λεπτότερόν ἐστι τοῦ ὕδατος.

Ὃ δὴ ἐὰν ἐφελκυσθείη ὑπὸ τοῦ ἀέρος, λεπτύνεται καὶ ἐπὶ πλέον ἀναβαίνει, κἀντεῦθεν γίνονται πηγαὶ καὶ ποταμοὶ ἐν τοῖς ὄρεσι, καὶ εἰς πολὺ διατρέχουσι. Καὶ σημεῖον τούτου ἐστὶ τὸ αἷμα τὸ ἀνερχόμενον εἰς τὸν ἐγκέφαλον. Ὥσπερ γάρ τι ἐκ τῶν τροφῶν μετὰ τῆς ἀναθυμιάσεως ἀνέρχεται, οὕτω καὶ εἰς πάντα τὰ ὕδατα,

Καὶ γὰρ καί τι τοῦ ὕδατος τοῦ ἁλυκοῦ ἄνεισι μετ’ ἐκείνου ὃ ἐξήρανεν ἡ θερμότης, εἰς τὸ εἶδος τοῦ ἀέρος, ὅς ἐστιν ἀκριβῶς ὑπεράνω παντὸς γλυκέος ὕδατος καὶ ἁλμυροῦ, Παράδειγμα τοῦ δὲ τοῦ λόγου τούτου εὑρήκαμεν ἐν τοῖς βαλανείοις πολλάκις.

Ὅταν γὰρ τὸ ὕδωρ τὸ ἁλμυρὸν καταλάβῃ θερμότης, λεπτύνει

τὰ μέρη αὐτοῦ, ἀναβαίνει τε ἀναθυμίασις, ἥτις ἦν ἐν τῷ ἐδάφει τοῦ βαλανείου, καὶ ἀναχωροῦσι τὰ πυκνὰ μέρη τῆς ἁλυκότητος μετὰ τοῦ ὑγροῦ τοῦ φυσικοῦ (οὐδὲ γάρ εἰσιν ἐκ τοῦ γένους τοῦ ἀέρος), ἵνα ἀκολουθήσωσι τῇ ἀναθυμιάσει, ἥτις μία μετὰ τὴν ἄλλην προχωρεῖ ἄνω.

Ὅταν γοῦν προχωρήσωσι πολλαί, καταπιέζεται ὁ ὄροφος, κἀντεῦθεν συνάγεται καὶ συμπήγνυται καὶ ἐπιστρέφει καὶ κάτω στάζει τὸ ὕδωρ τὸ γλυκύ. Καὶ οὕτως ἐν πᾶσι τοῖς βαλανείοις τοῖς ἁλμυροῖς ἐστὶν ὕδωρ γλυκύ. Αἱ τοίνυν βοτάναι αἱ φυόμεναι ἐν τοῖς ὕδασι τοῖς ἁλυκοῖς οὐκ ὀφείλουσιν ἔχειν πληθυσμὸν διὰ τὴν ξηρότητα.

Καὶ γὰρ τὸ φυτὸν δύο δεῖται, ὕλης λέγω καὶ τόπου, τῇ ἰδίᾳ φύσει ἁρμοζόντων. Ὅταν γοῦν τὰ τοιαῦτα δύο παρῶσιν ὁμοῦ, προκόπτει τὸ φυτόν. Ὅταν δὲ εὕρωμεν ὕλην πορρωτάτω τῆς εὐκρασίας, ἐπικενῆς ἐστίν· ἐμποδὼν γάρ ἐστι τῷ εἶναι τὸ ἐν τόπῳ εἶναι μὴ εὐκραεῖ.

Ἔτι κοινῶς οὐχ εὑρίσκομεν φυτὸν ἐν χιόνι, πλὴν βλέπομέν ποτε φυτὸν φαινόμενον ἐν αὐτῇ, καί τινα ζῷα, καὶ ἐξαιρέτως ἕλμινθας. Οὗτοι γὰρ γεννῶνται ἐν τῇ χιόνι, καὶ φλόμος, καὶ πᾶσαι βοτάναι πικραί. Ἀλλ’ ἡ χιὼν οὐ ζητεῖ προχωρεῖν ἐπὶ τούτῳ, ἂν μὴ καὶ συζευχθείη τις αἰτία ἐν αὐτῇ.

Καὶ αὕτη ἐστὶν ὅτι ἡ χιὼν κατέρχεταί ποτε ὁμοία καπνῷ, συμπήγνυσί τε ταύτην ἄνεμος καὶ συσφίγγει ἀήρ. Πλῆν γίνεται καὶ ἀραιότης τις ἐν τοῖς μέρεσιν αὐτῆς· κατέχεται γὰρ ἐν τούτοις θερμόν τι μέρος ἀέρος, μένει τε ἐξ αὐτοῦ καὶ ὕδωρ σεσημμένον.

Ὅταν γοῦν ὁ ἀὴρ ὁ ἐγκεκλεισμένος πλείονος γένηται πλατύνσεως καὶ ὁ ἥλιος παρουσιάσηται, ἀπορρήγνυται ὁ ἀὴρ ὁ συμπιληθεὶς ἐν τῇ χιόνι, καὶ φαίνεται ἡ ὑγρότης ἡ σεσημμένη, ἥτις καὶ συμπήγνυται μετὰ τῆς θερμότητος τοῦ ἡλίου· καὶ οὕτω φύονταί τινες βοτάναι,

Ἐὰν δὲ ᾖ ὁ τόπος περικεκαλυμμένος, οὐ γίνονται ἐν αὐτῷ βοτάναι ἀλλ’ ἢ ἄνευ φύλλων· ἀπεχώρησε γὰρ ἀπ’ αὐτοῦ ἡ εὐκρασία τῆς γῆς, ἡ ὁμογενὴς

αὐτῇ, Ὄθεν ἄνθη καὶ φύλλα ἐν βοτάναις μικραῖς μεμιγμένα εὑρίσκονται ἐν τόποις κεκραμένοις καθαρῶς δι’ ἀέρος καὶ ὕδατος· ἐν ἑτέροις δὲ μὴ τοιούτοις σπάνιά εἰσι τὰ ἄνθη καὶ τὰ φύλλα τῶν φυτῶν τῶν συμβαινόντων ἐν τῇ χιόνι.

Ὁμοίως καὶ ἐν τόποις πολλοῖς ἁλμυροῖς καὶ ξηροῖς ὡς ἐπὶ τὸ πλεῖστον οὐ φαίνεται φυτόν. Οὖτοι γὰρ οἱ τόποι πόρρω εἰσὶν εὐκρασίας· ἐλαττονεῖται γὰρ ἡ γῆ, ἐξ ἦς μακράν εἰσιν ὑγρότης καὶ θερμότης, ἅπερ εἰσὶ διὰ γλυκέος ὕδατος. Τίνεται δέ ποτε ἡ γλυκερὰ γῆ νεκρά, καὶ τότε οὐ γεννῶνται ὀξέως ἐν αὐτῇ βοτάναι.

Ἐν τόποις δὲ θερμοῖς, ὅπου ἔστιν ὕδωρ γλυκὺ καὶ θερμότης πολλή, προφθάνει πέψις ἐκ τῶν δύο μερῶν, ἐκ τῆς διαθέσεως τοῦ τόπου μετὰ καὶ τοῦ ἀέρος τοῦ ἐν αὐτῷ ὑπάρχοντος. Ἡ δὲ πέψις τοῦ ἀέρος ἐκ τῆς θερμότητός ἐστι τοῦ ἡλίου τῆς ἐν ἐκείνῳ τῷ τόπῳ. Ἐντεῦθεν καὶ τὰ ὄρη ἐφέλκονται ὑγρότητα, βοηθεῖ τε αὐτοῖς καὶ ἡ θερμότης τοῦ ἀέρος.

Ἐπισπεύδει δὲ καὶ ἡ πέψις· καὶ διὰ τοῦτο τὰ φυτὰ ὡς ἐπὶ τὸ πολὺ ἐν τοῖς ὄρεσι φύονται. Ἐν δὲ τοῖς ψάμμοις νικᾷ, ὡς προέφημεν, ἡ ἀλμυρότης, καὶ ἀπομένουσιν ἐν τοῖς μέρεσι τῆς ψάμμου ἀραιότητες ὅμοιαι πρὸς ἀλλήλας.