De plantis

Aristotle

Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.

Ἔστι δὲ τὸ ὕδωρ φυσικῶς ὑπερέχον τῆς γῆς καὶ λεπτότερον αὐτῆς. Καὶ διὰ τοῦτο ἀπεδείξαμεν ὅτι καὶ τὸ ὕδωρ πάντως κουφότερόν ἐστι τὸ γλυκὺ τοῦ ἁλμυροῦ. Πλὴν λάβωμεν καὶ ὡς ἐν παραδείγματι δύο σκεύη ἶσα, καὶ θῶμεν ἐν αὐτοῖς ὕδωρ γλυκὺ καὶ ὕδωρ ἀλμυρόν. Μετὰ ταῦτα προσλάβωμεν ᾠόν, θῶμεν δὲ τοῦτο ἐν τῷ ὕδατι τῷ γλυκεῖ, καὶ αὐτίκα καταδύσεται.

Μετὰ ταῦτα θῶμεν αὐτὸ καὶ ἐν τῷ ὕδατι τῷ ἁλμυρῷ, καὶ ὑπερνήξεται, καὶ ἀναβήσεται ἐπάνω τῶν μερῶν τοῦ τοιούτου ὕδατος, διότι τὰ μέρη τούτου οὐ διαζεύγνυνται ὠς τὰ μέρη τοῦ ὕδατος τοῦ γλυκεροῦ. Ἐκείνου μὲν γὰρ τὰ μέρη οὐ δύνανται ὑπομένειν διὰ τὴν λεπτότητα βάρος, τούτου δὲ διὰ τὴν παχύτητα δύνανται· καὶ διὰ τοῦτο οὐ καταδύεται τὸ ἐπιτεθὲν αὐτῷ.

Οὕτω φυσικῶς ἐν τῇ νεκρᾷ θαλάσσῃ οὔτε καταδύεται ζῷον οὔτε γεννᾶται· κυριεύει γὰρ ἡ ξηρότης ἐν αὐτῷ, καὶ ἐν παντὶ ὅπερ ἐστὶ πλησίον τοῦ σχήματος τῆς γῆς. Φαίνεται τοίνυν ἐντεῦθεν ὅτι τὸ ὕδωρ τὸ παχύ ἐστιν ὑποκάτω τοῦ μὴ παχέος. Τὸ γὰρ παχύ ἐστιν ἐκ τοῦ γένους τῆς γῆς, τὸ δὲ λεπτὸν καὶ ἀραιὸν ἐκ τοῦ γένους τοῦ ἀέρος.

Καὶ διὰ τοῦτο ὑπερέχει τὸ ὕδωρ τὸ γλυκὺ πάντων τῶν ὐδάτων· ἐκεῖνο γάρ ἐστιν ὑπάρχον τῆς γῆς πορρωτέρω. Ἤδη τοιγαροῦν ἔγνωμεν ὅτι τὸ ὕδωρ τὸ πορρωτάτω τῆς γῆς φυσικόν

ἐστι. Καὶ τὸ γλυκὺ τοῦ θαλαττίου ὑπερκεῖσθαι ἀπεδείξαμεν. Καὶ φυσικὸν τοῦτο εἶναι τῷ ῥηθέντι σημείῳ φανερὸν καὶ ἀναγκαῖον ἐγένετο.

Γεννᾶται δέ τὸ ἅλας ἐν ἱσταμένοις ὕδασιν, οἷς τὸ γλυκὺ γίνεται ἁλμυρόν. Ὑπερβαίνει δὲ ἡ ἁλμυρότης τῆς γῆς ἐκείνην τὴν ἁλμυρότητα. Ἀπομένει γὰρ ἐκείνῃ μὲν ἀὴρ ἐγκεκλεισμένος, ταύτῃ δ’ οὔ. Καὶ διὰ τοῦτο οὐκ ἔστιν ἐκεῖνο τῆς γῆς τὸ σῶμα, γλυκύτητός τινος μετέχον κατὰ πάντα τρόπον, εἰ καὶ τὸ γένος τοῦτο ἐξ ὕδατός ἐστιν, ὃ ἐξέρχεται ἐξ αὐτῆς τῆς γῆς ὡς ἱδρώς.