De plantis

Aristotle

Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.

Πικρὸς δὲ γίνεται καρπός, ὅτε ἡ θερμότης καὶ ἡ ὑγρότης οὐκ εἰσὶ πλήρεις ἐν τῇ πέψει. Ἡ ψυχρότης γὰρ καὶ ἡ ξηρότης ἐμποδίζουσι τὴν τελείωσιν, καὶ οὕτω στρέφεται εἰς πικρίαν ὁ καρπός. Τούτου σημεῖον ὅτι τὸ πικρὸν εἰς πῦρ

ἐμβληθὲν γλυκὺ γίνεται. Δένδρα δὲ ὅσα γεννῶνται ἐν ὕδατι ὀξώδει, ποιοῦσι καρπὸν γλυκύν, διότι τὸ ὀξῶδες ἕλκει μετὰ θερμότητος τοῦ ἡλίου, ὅπερ ἐστὶ τῆς ἰδίας ποιότητος.

Καὶ τοῦτο ψυχρότης ἐστὶ καὶ ξηρότης· κἀντεῦθεν ἀπομένουσιν ὑγρότητές τινες ὀλίγαι ἔνδον γλυκεῖαι. Θερμαίνεταί τε καὶ ἡ κοιλία τοῦ δένδρου, ὅταν προσμείνῃ ἐς αὐτὴν ὁ ἥλιος, καὶ οὕτως γένεται ὁ χυμὸς τοῦ καρποῦ στύφος ὀλίγον. Καὶ ὅσον πλέον πεπεμμένος γένηται, διαλύεται κατὰ μικρὸν τὸ ὀξῶδες, ἔστ’ ἂν καταναλωθείη καὶ φανῇ ἡ γλυκύτης.

Ἔσται τοίνυν ὁ καρπὸς γλυκύς, τὰ δὲ φύλλα αὐτοῦ καὶ οἱ ἀκρέμονες ξηροί. Ὅταν δὲ τελειωθῇ ἡ πεπειρότης, ἐπὶ πλέον γίνεται ὁ καρπὸς πικρός. Τοῦτο δέ ἐστι διὰ τὴν περισσὴν θερμότητα μετὰ βραχείας ὑγρότητος. Καταναλίσκεται γὰρ ἡ ὑγρότης, ποιεῖ τε ὁ καρπὸς τὴν θερμότητα ἀναβαίνειν, καὶ ἐστὶ τότε ὁ καρπὸς πικρός. Γίνονται δὲ καὶ

οἱ πυρῆνες πυραμοειδεῖς διὰ τὴν ἐφέλκυσιν τοῦ θερμοῦ καὶ τὴν περιττὴν ψυχρότητα καὶ ὑγρότητα τὴν ἐντὸς κειμένην, ἅ εἰσιν ἐκ γέγους τοῦ ὀξώδους ὕδατος. Μένει γὰρ τὸ ὑγρὸν ἐν μέσῳ καὶ καταπυκνοῦται καὶ ἰσχναίνει τὰ ἄκρα.

Τὰ δένδρα δὲ τὰ ὄντα ἐν γῇ εὐκράτῳ ἐπισπεύδουσι τὴν πεπειρότητα πρὸ τῶν χειμερινῶν ἡμερῶν, ὅτι ἡ θερμότης ὅταν πλησίον τῆς εὐκρασίας, γένηται δὲ καὶ ἡ ὑγρότης φανερὰ καὶ ὁ ἀὴρ καθαρός, καὶ οὐ δεῖται ὁ καρπὸς πολλῆς ὑγρότητός τε καὶ πέψεως, σπεύδει τότε ἡ τοῦδε πεπειρότης, καὶ πρόεισι πρὸ ἡμερῶν χειμερινῶν.

Ἐν πᾶσι γοῦν τοῖς δένδροις, ὅτε πρῶτον φυτευθῶσιν, ἐπικρατεῖ τὸ πικρὸν ἢ τὸ στρυφνόν, ἐπεὶ ἡ ὑγρότης ὅταν ἐν τοῖς ἄκροις γένηται αὐτῶν, πέττει τοὺς τόπους τοὺς ὄντας ἐν τῷ μέσῳ τῶν δένδρων, ἐξ ὦν ἐστὶ καὶ ἡ ὕλη τῶν καρπῶν, προέρχεταί τε ξηρότης καὶ ἐπακολουθεῖ τῇ ὑγρότητι, καὶ οὕτω γίνεται ἡ πρώτη πέψις δριμεῖα ἢ πικρὰ ἢ στρυφνή.

Αἰτία δέ ἐστιν ὅτι μετὰ θερμότητος καὶ ὑγρότητός ἐστι πέψις. Ὅταν δὲ

ἐπικρατήσῃ ὑγρότης καὶ ξηρότης τοῦ θερμοῦ, ἔστιν ἐξ αὐτοῦ καρπὸς ἐν τῇ ἀρχῇ οὐκ εὔπεπτος, διότι ἡ γέννησις τοῦ καρποῦ ἐν τῇ ἀρχῇ ἐστὶ χωρὶς γλυκύτητος. Τῶν μυροβαλάνων δὲ δένδρων ἐν τῇ ἀρχῇ, ὅταν φανῶσιν, οἱ καρποί εἰσι γλυκεῖς· κοινῶς δέ εἰσι στρυφνοὶ καὶ ἐν τῇ κράσει αὐτῶν πικροί.

Αἰτία δέ ἐστιν ὅτι τὸ δένδρον αὐτῶν ἐστὶν ἀραιὸν τοῖς κλάδοις. Ἐν ὥρᾳ δὲ πέψεως, ὅταν ὦσιν οἱ πόροι πλατεῖς, ἕπεται θερμότης τῇ ὑγρότητι, καὶ πεπειροῦνται οἱ καρποί, καὶ ἐστὶν ἐν τῇ ἀρχῇ γλυκεῖς. Πάλιν ἀκολούθως ἕλκει διὰ τὴν ἀραιότητα τοῦτο τὸ δένδρον πόρους, ἐπικρατεῖ τε ψυχρότης καὶ ξηρότης τοῦ θερμοῦ καὶ ὑγροῦ, κἀντεῦθεν ἀλλοιοῦνται οἱ καρποὶ εἰς στρυφνότητα.

Ἐπικρατεῖ πάλιν ὁ ἥλιος μετὰ τῆς θερμότητος διὰ τῆς ἐφελκύσεως τῆς περιττῆς ξηρότητος ἐν τῷ σπέρματι ἐκείνῳ, ὅπερ ἐστὶν ἐν τῇ ἐπιφανείᾳ τῶν δένδρων, νικᾷ τε ἡ ψυχρότης τὴν ξηρότητα, καὶ εἰσὶν οἱ καρποὶ ἰσχυρᾶς στρυφνότητος. Ἐντεῦθεν δὲ πάλιν ἀναβαίνει θερμότης φυσικὴ ἄνω, καὶ βοηθεῖ αὐτῇ ἡ θερμότης τοῦ ἡλίου ἔξωθεν, νικᾷ τε ἡ θερμότης καὶ ἡ ξηρότης, καὶ γίνονται οἱ καρποὶ πικροί.