Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί τὸν μὲν πταρμὸν θεὸν ἡγούμεθα εἶναι, τὴν δὲ

βῆχα ἢ τὴν κόρυζαν οὔ; ἢ διότι ἐκ τοῦ θειοτάτου τῶν περὶ ἡμᾶς τῆς κεφαλῆς, ὅθεν ὁ λογισμός ἐστι, γίνεται; ἢ ὅτι τὰ μὲν ἄλλα ἀπὸ νοσούντων γίνεται, τοῦτο δὲ οὔ;

Διὰ τί τρίψαντες τὸν ὀφθαλμὸν παυόμεθα τῶν πταρμῶν; ἢ ὅτι ἀνάπνοια ταύτῃ γίνεται τῷ ὑγρῷ; δακρύει γὰρ ὁ ὀφθαλμὸς μετὰ τρῖψιν, ὁ δὲ πταρμὸς διὰ πλῆθος ὑγρότητος. ἢ ὅτι τὸ ἔλαττον θερμὸν φθείρεται ὑπὸ τοῦ πλείονος, ὁ δὲ ὀφθαλμὸς τριφθεὶς πλείω λαμβάνει θερμότητα τῆς ἐν τῇ ῥινί. διὰ ταῦτα δὴ κἄν τις αὐτὴν τὴν ῥῖνα τρίψῃ, παύεται ὁ πταρμός.

Διὰ τί τῶν μὲν ἄλλων πνευμάτων αἱ ἔξοδοι, οἷον φύσης καὶ ἐρυγμοῦ, οὐχ ἱεραί, ἡ δὲ τοῦ πταρμοῦ ἱερά; πότερον ὅτι τριῶν τόπων ὄντων, κεφαλῆς καὶ θώρακος καὶ τῆς κάτω κοιλίας, ἡ κεφαλὴ θειότατον; ἔστι δὲ φῦσα μὲν ἀπὸ τῆς κάτω κοιλίας πνεῦμα, ἐρυγμὸς δὲ τῆς ἄνω, ὁ δὲ πταρμὸς τῆς κεφαλῆς. διὰ τὸ ἱερώτατον οὖν εἶναι τὸν τόπον καὶ τὸ πνεῦμα τὸ ἐντεῦθεν ὡς ἱερὸν προσκυνοῦσιν. ἢ ὅτι ἅπαντα τὰ πνεύματα σημαίνει τοὺς εἰρημένους τόπους βέλτιον ἔχειν ὡς ἐπὶ τὸ πολύ; μὴ διαχωρούντων γὰρ κουφίζει τὸ πνεῦμα διεξιόν, ὥστε καὶ ὁ πταρμὸς τὸν περὶ τὴν κεφαλὴν τόπον, ὅτι ὑγιαίνει καὶ δύναται πέττειν. ὅταν γὰρ κρατήσῃ ἡ ἐν τῇ κεφαλῇ θερμότης τὴν ὑγρότητα, τὸ πνεῦμα τότε γίνεται πταρμός. διὸ καὶ τοὺς ἐκθνήσκοντας κρίνουσιν πταρμικῷ, ὡς ἐὰν μὴ τοῦτο δύνωνται πάσχειν, ἀσώτους ὄντας. ὥστε ὡς σημεῖον ὑγείας τοῦ ἀρίστου καὶ ἱερωτάτου τόπου προσκυνοῦσιν ὡς ἱερόν, καὶ φήμην ἀγαθὴν ποιοῦνται.

Διὰ τί ἄνθρωπος πτάρνυται μάλιστα τῶν ἄλλων ζῷων;

πότερον ὅτι τοὺς πόρους εὐρεῖς ἔχει, δι’ ὧν τὸ πνεῦμα καὶ ἡ ῥύμη εἰσέρχεται; τούτοις γὰρ πληρουμένοις πνεύματος πτάρνυται. ὅτι δ’ εὐρεῖς, σημεῖον ὅτι ἥκιστα ὀσφραντικὸν τῶν ζῴων. ἀκριβέστεροι δὲ οἱ λεπτοὶ πόροι. εἰ οὖν εἰς μὲν τοὺς εὐρεῖς πλεῖον καὶ πλεονάκις εἰσέρχεται τὸ ὑγρόν, οὗ πνευματουμένου ὁ πταρμὸς γίνεται, τοιούτους δὲ μάλιστα τῶν ζῴων οἱ ἄνθρωποι ἔχουσι, πλειστάκις ἂν πτάρνυντο εἰκότως, ὅσοις ἐλάχιστοι οἱ μυκτῆρες, ὥστε τὸ θερμανθὲν ὑγρὸν ταχὺ ἐξιέναι δύναται πνεῦμα γενόμενον· ἐν δὲ τοῖς ἄλλοις διὰ μῆκος καταψύχεται πρότερον.

Διὰ τί οἱ μὲν ἀπὸ μέσων νυκτῶν ἄχρι μέσης ἡμέρας οὐκ ἀγαθοὶ πταρμοί, οἱ δὲ ἀπὸ μέσης ἡμέρας ἄχρι μέσων νυκτῶν; ἢ ὅτι ὁ μὲν πταρμὸς μᾶλλον δοκεῖ ἐπισχεῖν τοὺς ἀρχομένους καὶ ἐν τῇ ἀρχῇ; διὸ ὅταν μέλλωσιν ἀρχομένοις συμβῆναι, μάλιστα ἀποτρεπόμεθα τοῦ πράττειν. ἡ μὲν οὖν [καὶ] ἠὼς καὶ τὸ ἀπὸ μέσων νυκτῶν οἷον ἀρχή τις· διὸ εὐλαβούμεθα πτάρειν, μὴ κωλύσωμεν ὡρμημένον. πρὸς δείλης δὲ καὶ ἐπὶ μέσας νύκτας οἷον τελευτή τις καὶ ἐναντίον ἐκείνῳ, ὥστε ἐν τῷ ἐναντίῳ ταὐτὸν αἱρετέον.

Διὰ τί οἱ πρεσβῦται χαλεπῶς πτάρνυνται; πότερον οἱ πόροι συμπεπτώκασιν δι’ ὧν τὸ πνεῦμα; ἢ ὅτι αἴρειν τὰ ἄνω οὐκέτι δυνάμενοι ῥᾳδίως, εἶτα βίᾳ ἀφιᾶσι κάτω;

Διὰ τί, ἐάν τις ἀπνευστιάζῃ, ἡ λὺγξ παύεται; ἢ διότι ἡ μὲν ὑπὸ καταψύξεως γίνεται (διὸ καὶ οἱ φοβούμενοι καὶ οἱ ῥιγοῦντες λύζουσιν), κατεχόμενον δὲ τὸ πνεῦμα ἐκθερμαίνει τὸν ἐντὸς τόπον;

Διὰ τί οἱ κωφοὶ ἐκ τῶν μυκτήρων διαλέγονται ὡς ἐπὶ τὸ πολύ; ἢ ὅτι ὁ πνεύμων ἐστὶ τούτοις πεπονηκώς; τοῦτο γάρ

ἐστιν ἡ κωφότης, πλήρωσις τοῦ τόπου τοῦ πνευμονικοῦ. οὔκουν ῥᾳδίως ἡ φωνὴ φέρεται, ἀλλ’ ὥσπερ τὸ πνεῦμα τῶν πνευστιώντων ἢ ἀσθμαινόντων δι’ ἀδυναμίαν ἀθρόον, οὕτως ἐκείνοις ἡ φωνή. βιάζεται οὖν καὶ διὰ τῶν μυκτήρων. βιαζομένη δὲ τῇ τρίψει ποιεῖ τὸν ἦχον. ἔστι γὰρ ἡ διὰ τῶν ῥινῶν διάλεκτος γινομένη. ὅταν τὸ ἄνω τῆς ῥινὸς εἰς τὸν οὐρανόν, ᾗ συντέτρηται, κοῖλον γένηται· ὥσπερ κώδων γὰρ ὑπηχεῖ, τοῦ κάτωθεν στενοῦ ὄντος.

Διὰ τί μόνον ὁ πταρμὸς ἡμῖν καθεύδουσιν οὐ γίνεται, ἀλλ’ ὡς εἰπεῖν ἅπαντα ἐγρηγορόσιν; ἢ ὅτι ὁ μὲν πταρμὸς γίνεται καὶ ὑπὸ θερμοῦ τινος κινήσαντος τὸν τόπον τοῦτον ἀφ’ οὗ γίνεται· διὸ καὶ ἀνακύπτομεν πρὸς τὸν ἥλιον, ὅταν βουλώμεθα πτάρειν· 〈ἢ〉 ὅτι καθευδόντων ἡμῶν ἀντιπεριίσταται τὸ θερμὸν ἐντός. διὸ καὶ γίνεται τὰ κάτω θερμὰ τῶν καθευδόντων, καὶ τὸ πνεῦμα τὸ πολὺ αἴτιόν ἐστιν τοῦ ἐξονειρώττειν ἡμᾶς. εἰκότως οὖν οὐ πταρνύμεθα· ἀπαλλαγέντος γὰρ τοῦ θερμοῦ τοῦ ἐκ τῆς κεφαλῆς, ὃ κινεῖν πέφυκεν τὸ ἐνταῦθα ὑγρόν, οὗ ἐξαιρουμένου γίνεται ὁ πταρμός, καὶ τὸ συμβαῖνον πάθος εἰκὸς μὴ γίνεσθαι. ἀποψοφοῦσι δὲ μᾶλλον ἢ πτάρνυνται καὶ ἐρεύγονται καθεύδοντες ἢ ἐγρηγορότες, ὅτι ἐκθερμαινομένου τοῦ περὶ τὴν κοιλίαν τόπου ἐν τοῖς ὕπνοις μᾶλλον ἐκπνευματοῦσθαι συμβαίνει τὰ περὶ αὐτὴν ὑγρά, πνευματούμενα δὲ εἰς τοὺς ἔγγιστα τόπους φέρεσθαι. ἐνταῦθα γὰρ καὶ συναπωθεῖται ὑπὸ τοῦ ἐν τῷ ὕπνῳ γινομένου πνεύματος, καθεκτικώτερος γάρ ἐστιν ἢ προετικώτερος ὁ καθεύδων τοῦ πνεύματος, διὸ καὶ συστέλλει τὸ θερμὸν ἐντός. ὁ δὲ κατέχων τὸ πνεῦμα ὠθεῖ κάτω αὐτό· παρὰ φύσιν γάρ ἐστι τῷ

πνεύματι ἡ κάτω φορά, διὸ καὶ χαλεπόν ἐστι κατέχειν τὸ πνεῦμα. τὸ δ’ αὐτὸ αἴτιον καὶ τοῦ καθεύδειν ἡμῖν ἐστίν. οὔσης γὰρ τῆς ἐγρηγόρσεως κινήσεως, ταύτης δ’ ἐν τοῖς αἰσθητηρίοις ἡμῶν γινομένης μάλιστα ἐν τῷ ἐγρηγορέναι ἡμᾶς, δῆλον ὡς καὶ ἠρεμούντων ἡμῶν καθεύδοιμεν ἄν. ἐπεὶ δὲ τὸ μὲν πῦρ κινητικόν ἐστι τῶν ἐν ἡμῖν μορίων, τοῦτο δ’ ἐν τῷ ὕπνῳ ἐντὸς περιίσταται, λιπὸν τὸν περὶ τὴν κεφαλὴν τόπον οὗ ἐστὶ τὸ αἰσθητήριον, ἠρεμοίη ἂν μάλιστα ἡμῶν τότε τὰ αἰσθητήρια· ὃ εἴη ἂν αἴτιον τοῦ καθεύδειν.

Διὰ τί πτάραντες καὶ οὐρήσαντες φρίττουσιν; ἢ ὅτι κενοῦνται αἱ φλέβες ἀμφοτέροις τούτοις τοῦ πρότερον ἐνυπάρχοντος ἀέρος θερμοῦ, κενωθέντων δὲ ἄλλος ἀὴρ ἔξωθεν εἰσέρχεται ψυχρότερος τοῦ προϋπάρχοντος ἐν ταῖς φλεψίν· τοιοῦτος δ’ εἰσιὼν ποιεῖ φρίττειν.

Διὰ τί τοὺς λυγμοὺς οἱ πταρμοὶ παύουσιν; ἢ ὅτι ὁ λυγμὸς οὐχ ὥσπερ οἱ ἐρυγμοὶ ἀπὸ τῆς τὰ σιτία δεχομένης κοιλίας ἐστίν, ἀλλ’ ἀπὸ τοῦ πνεύματος, συμβαίνει δὲ μάλιστα ἀπὸ καταψύξεως ἐκ ῥίγους καὶ λύπης καὶ φαρμακείας τῆς ἄνω μάλιστα γίνεσθαι. θερμὸς γὰρ ὢν φύσει ὁ τόπος, ὅταν καταψυχθῇ, οὐ προίεται τὸ πνεῦμα πᾶν, ἀλλ’ ὥσπερ πομφόλυγας ποιεῖ· διὸ καὶ τὸ πνεῦμα κατασχοῦσι παύεται (ἐκθερμαίνεται γὰρ ὁ τόπος), καὶ τὸ ὄξος, θερμαντικὸν ὄν, προσφερόμενον. τοῦ δὴ θερμοῦ συμβαίνοντος ἀπὸ θερμασίας καὶ τοῦ ἐγκεφάλου, τῶν ἄνω τόπων εἰς τὸν πνεύμονα συντετρημένων, θερμοῦ τοῦ πνεύμονος ὄντος, ἥ τε πρὸ τοῦ πταρμοῦ κατοχὴ καὶ ἡ ἄνωθεν κατάκρουσις λύει τὸ πάθος.

Διὰ τί οἱ οὐλότριχες, καὶ οἷς ἐπέστραπται τὸ τρίχιον,

ὡς ἐπὶ τὸ πολὺ σιμότεροι; ἢ εἴπερ ἡ οὐλότης ἐν παχύτητι, ἡ δὲ παχύτης μετὰ σκληρότητος, σκληρὸν δ’ ὂν τὸ αἷμα θερμόν, ἡ δὲ θερμότης οὐ ποιεῖ περίττωσιν, τὸ δὲ ὀστοῦν ἐκ περιττώματος, ὁ δὲ χόνδρος ὀστοῦν, εὐλόγως ἂν ἔκλειψις εἴη τοῦ μορίου; σημεῖον δὲ τὸ τὰ παιδία πάντα εἶναι σιμά.