Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί τὰ ὦτα ὄντα ἀναιμότατα τοῦ προσώπου, ὅταν αἰσχύνωνται, ἐρυθριᾷ μάλιστα; πότερον ὅτι εἰς τὸ κενὸν μάλιστα πορεύεσθαι πέφυκεν τὸ ἀλλότριον ὑγρόν, ὥστε ὅταν διαλυθῇ ὑπὸ τῆς θερμότητος, ἣ γίνεται αἰσχυνομένοις, συνέρχεται εἰς ταῦτα; ἢ διότι ἐπὶ τοῖς κροτάφοις ἐπίκεινται, εἰς οὓς τὸ ὑγρὸν ἀθροίζεται μάλιστα; αἰσχυνομένων δὲ εἰς τὸ πρόσωπον ἔρχεται ἡ ὑγρότης· διὸ καὶ ἐρυθριῶσιν. τοῦ δὲ προσώπου ἥκιστα βάθος ἔχει τὰ ὦτα· καὶ φύσει θερμότατα καὶ εὔχροα, ἐὰν μὴ ἀπηρτημένα πόρρωθεν ᾖ τῷ ψύχει. διὸ καὶ εὐχρούστατον τῶν ἐν τῷ προσώπῳ μορίων. ὥστε ὅταν σκεδασθῇ ἡ θερμότης, μάλιστα ἐπιπολῆς οὖσα ἐν τούτοις ποιεῖ ἐρυθρά.

Διὰ τί τὰ ὦτα ἐν τῇ θαλάττῃ ῥήγνυται τοῖς κολυμβῶσιν;

πότερον διὰ τὸ κατέχειν τὸ πνεῦμα πληρούμενον βιάζεται; ἢ εἰ τοῦτ’ αἴτιον, ἔδει καὶ ἐν τῷ ἀέρι. ἢ ὅτι μὴ ὑπεῖκον διακόπτεται θᾶττον, καὶ ὑπὸ σκληροτέρου ἢ μαλακοῦ; τὸ οὖν πεφυσημένον ἧττον ὑπείκει. τὰ δὲ ὦτα, ὥσπερ εἴρηται, ὑπὸ τοῦ κατέχεσθαι τὸ πνεῦμα ἐμφυσᾶται, ὥστε τὸ ὕδωρ σκληρότερον ὂν τοῦ ἀέρος, προσπῖπτον διακόπτει.

Διὰ τί οἱ κολυμβηταὶ σπόγγους περὶ τὰ ὦτα καταδοῦνται; ἢ ἵνα ἡ θάλαττα βίᾳ ἰοῦσα μὴ ῥηγνύῃ τὰ ὦτα. οὕτω μὲν γὰρ οὐ γίνεται, ὥσπερ ἀφῃρημένων, πλήρη.

Διὰ τί ὁ ἐν τοῖς ὠσὶ ῥύπος πικρός ἐστιν; ἢ διότι ὁ ἱδρώς ἐστι σαπρός; ἔστιν οὖν ἁλμυρὸν σαπρόν. τὸ δὲ σαπρὸν ἁλμυρὸν πικρόν.

Διὰ τί οἱ σπογγεῖς διατέμνονται τὰ ὦτα καὶ τοὺς μυκτῆρας; ἢ ὅπως εὐπνούστεροι ὦσι; ταύτῃ γὰρ ἐξιέναι δοκεῖ τὸ πνεῦμα. ἀνατέμνουσι δὲ καὶ τὸν τόπον καὶ πρὸς εὔπνοιαν· πονεῖν γὰρ δή φασι μᾶλλον αὐτοὺς ἐν τῇ δυσπνοίᾳ τῷ μὴ δύνασθαι προΐεσθαι θύραζε· ὅταν δὲ ὥσπερ ἐξεράσωσι, κουφίζονται. ἄτοπον οὖν εἰ μὴ δύνανται τυγχάνειν ἀναπνοῆς καταψύξεως χάριν· ἀλλ’ ἔοικε τοῦτο ἀναγκαιότερον εἶναι. ἢ εὐλόγως ὁ πόνος πλείων κατέχουσιν, ὀγκουμένων καὶ διατεινομένων; φαίνεται δὲ καὶ αὐτόματός τις εἶναι φορὰ τοῦ πνεύματος ἔξω· εἰ δὲ καὶ εἴσω, σκεπτέον. ἔοικεν δέ. ὁμοίως γὰρ ἀναπνοὴν ποιοῦσι τοῖς κολυμβηταῖς λέβητα καταφέντες. οὐ πίμπλαται γὰρ οὗτος τοῦ ὕδατος, ἀλλὰ τηρεῖ τὸν ἀέρα. μετὰ βίας γὰρ ἡ κάθεσις. ὀρθὸν γὰρ ὁτιοῦν παρεγκλιθὲν εἰσρεῖ

Διὰ τί ἔνιοι τὰ ὦτα σκαλεύοντες βήττουσιν; ἢ ὅτι ἐπὶ

τοῦ αὐτοῦ πόρου τῷ πνεύμονι καὶ τῇ ἀρτηρίᾳ ἡ ἀκοή; σημεῖον δέ, ὅτι ἀναπληροῦνται καὶ γίνονται ἐνεοί. θερμαινομένου οὖν τῇ τρίψει συντήκεται ἐπὶ τὴν ἀρτηρίαν ἀπὸ τοῦ πόνου κάτωθεν ὑγρόν, ὃ ποιεῖ τὴν βῆχα.

Διὰ τί τὸ ἀριστερὸν οὖς θᾶττον συμφύεται ὡς ἐπὶ τὸ πολύ, ὅταν τρυπηθῇ; διὸ καὶ αἱ γυναῖκες τὸ μὲν ἄρρεν, τὸ δὲ θῆλυ καλοῦσι τῶν ὤτων. ἢ ὅτι τὰ ἀριστερὰ ὑγρὰ καὶ θερμὰ μᾶλλον, συμφύεται δὲ τὰ τοιαῦτα μάλιστα. διὸ καὶ ἐν φυτοῖς τοῖς χλωροῖς ἡ σύμφυσις· καὶ τὰ τῶν νέων δὲ ἕλκη μᾶλλον συμφύεται ἢ τὰ τῶν πρεσβυτέρων. σημεῖον δὲ ὅτι ὑγρὰ μᾶλλον καὶ ὅλως θηλυκώτερα τὰ ἀριστερά.

Διὰ τί τοῖς μὲν αἰσχυνομένοις ἄκρα τὰ ὦτα ἐπιφοινίσσεται, τοῖς δὲ ὀργιζομένοις οἱ ὀφθαλμοί; ἢ ὅτι ἡ μὲν αἰδὼς ἐν ὀφθαλμοῖς κατάψυξίς τις μετὰ φόβου, ὥστε εἰκότως ἀπολείπει τὸ θερμὸν τοὺς ὀφθαλμούς· χωριζόμενον δὲ εἰς τὸν δεκτικώτατον φέρεται τόπον. τοιοῦτος δὲ ὁ ἐν τοῖς ἄκροις τῶν ὤτων· ὁ γὰρ ἄλλος ὀστώδης. ὀργιζομένοις δ’ ἐπανέρχεται τὸ θερμόν. μάλιστα δὲ γίνεται φανερὸν ἐν τοῖς ὀφθαλμοῖς διὰ τὴν χρόαν οὖσαν λευκήν.

Διὰ τί ὁ ἦχος ὁ ἐν τοῖς ὠσίν, ἐάν τις ψοφήσῃ, παύεται; ἢ διότι ὁ μείζων ψόφος τὸν ἐλάττω ἐκκρούεται;

Διὰ τί, ἐὰν εἰς τὸ οὖς ὕδωρ ἐγχυθῇ, ἔλαιον προσεγχέονται, οὐ δυναμένου τοῦ ἐνόντος ὑγροῦ ἐξελθεῖν δι’ ἄλλου ὑγροῦ; πότερον διὰ τὸ ἐπιπολῆς γίνεσθαι τὸ ἔλαιον τοῦ ὕδατος, καὶ διὰ γλισχρότητα αὐτοῦ ἔχεσθαι τὸ ὕδωρ ἐξιόντος τοῦ ἐλαίου, ἵνα συνεξίῃ τὸ ὕδωρ; ἢ ἵνα ὀλισθηροῦ τοῦ ὠτὸς γενομένου ἐξέλθῃ τὸ ὕδωρ; τὸ γὰρ ἔλαιον λεῖον ὂν ποιεῖ ὀλισθαίνειν

Διὰ τί ἧττον ὦτα ῥήγνυται τοῖς κολυμβῶσιν, ἐὰν προεγχέωσιν εἰς τὰ ὦτα τὸ ἔλαιον; ἢ τοῦ μὲν ῥήγνυσθαι τὰ ὦτα εἴρηται πρότερον ἡ αἰτία, τὸ δὲ ἔλαιον ἐγχυθὲν εἰς τὰ ὦτα τὴν ὕστερον θάλατταν ἀπολισθαίνειν ποιεῖ, καθάπερ ἐπὶ τῶν ἔξω τοῦ σώματος συμβαίνει τοῖς ἀληλιμμένοις. ὀλισθαίνουσα δὲ πληγὴν οὐ ποιεῖ εἰς τὸ ἐντὸς τοῦ ὠτός, διόπερ οὐ ῥήγνυσιν.

Διὰ τί τῶν ὤτων ἀναίμων ὄντων μάλιστα οἱ αἰσχυνόμενοι ἐρυθριῶσιν; ἢ ἕκαστον εἰς τὸ κενὸν ἑκάστου μάλιστα φέρεται; δοκεῖ δὲ τοῦ αἰσχυνομένου ἄνω θερμὸν φέρεσθαι τὸ αἷμα. εἰς οὖν τὸ κενώτατον ἐρυθριᾶν ποιεῖ. τὸ δ’ αὐτὸ τοῦτο καὶ ἐπὶ τῶν γνάθων. ἔτι δὲ καὶ ὅτι λεπτότατον τὸ δέρμα τὸ περιτεταμένον, μάλιστα δὴ φαίνεται δι’ αὐτά.

Διὰ τί οὐδεὶς χασμώμενος τὸ οὖς σκαλεύει; ἢ ὅτι ὅτε χασμᾶται, ἐμφυσᾶται καὶ ἡ μῆνιγξ, δι’ ἧς ἀκούει; σημεῖον δέ ἥκιστα γὰρ ἀκούουσι χασμώμενοι. τὸ γὰρ πνεῦμα, ὥσπερ καὶ κατὰ τὸ στόμα. καὶ εἰς τὰ ὦτα ἐντὸς πορευόμενον, ἐξωθεῖται τὸν ὑμένα καὶ κωλύει τὸν ψόφον εἰσιέναι. ἐὰν οὖν οὕτως ἔχοντος ἅψηται τῆς ἀκοῆς ὡς σκαλεύειν, μάλιστ’ ἂν βλάψειε· πρὸς ἀντιπῖπτον γὰρ ἡ πληγὴ γίνεται, καὶ οὐ πρὸς ὑπεῖκον τὸ τοῦ πνεύματος. τὸ δὲ δέρμα καὶ τὴν μήνιγγα ἀφεστάναι τῶν στερεῶν δῆλον. ὥστε πόνον μάλιστα οὕτω ποιεῖ, καὶ τραυματίζοι ἄν.