Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί οὐ διαφέρουσιν αἱ αἰσθήσεις αἱ ἐν τοῖς δεξιοῖς τῶν ἀριστερῶν, ἐν δὲ τοῖς ἄλλοις πᾶσι κρείττω τὰ δεξιά; πότερον διὰ τὸ ἔθος, ὅτι εὐθὺς ὁμοίως ἀμφοῖν ἐθιζόμεθα αἰσθάνεσθαι; τὰ δὲ δεξιὰ τῷ ἔθει δοκεῖ διαφέρειν, ἐπεὶ ἐθισθεῖσιν ἀμφιδέξιοι γίνονται. ἢ ὅτι τὸ μὲν αἰσθάνεσθαι πάσχειν τί ἐστι, τὰ δὲ δεξιὰ διαφέρει τῷ ποιητικώτερα εἶναι καὶ ἀπαθέστερα τῶν ἀριστερῶν.

Διὰ τί ἐν μὲν τοῖς ἄλλοις κρείττω τὰ δεξιά, ἐν δὲ ταῖς αἰσθήσεσιν ὅμοια; ἢ διότι ταῦτα μὲν ὁμοίως ἐθιζόμεθα κατ’ ἀμφότερα τῷ ἔθει; ἔτι τὸ μὲν αἰσθάνεσθαι πάσχειν

τί ἐστιν, ἡ δὲ τῶν δεξιῶν διαφορὰ τῷ εἰς τὸ ποιεῖν καὶ οὐκ εἰς τὸ πάσχειν.

Διὰ τί τὸ γυμνάζεσθαι ἀσύμφορον πρὸς ὀξυωπίαν; ἢ ὅτι ξηρὸν ποιεῖ τὸ ὄμμα ἡ γυμνασία, ὥσπερ καὶ τὸ ἄλλο σῶμα; ἡ δὲ ξηρότης σκληρύνει τὸ δέρμα πᾶν, ὥστε καὶ τὸ ἐπὶ τῇ κόρῃ. διὸ καὶ οἱ πρεσβῦται οὐκ ὀξὺ ὁρῶσιν· καὶ γὰρ τῶν γερόντων σκληρόδερμα, ἅμα δὲ καὶ ῥυσά, ὥστε ἐπικαλύπτεται ἡ ὄψις.

Διὰ τί οἱ μύωπες βλέπουσι μὲν οὐκ ὀξύ, γράφουσι δὲ μικρά; καίτοι τὸ μικρὸν ὀξὺ βλέποντος καθορᾶν ἐστίν. ἢ διότι ἀσθενῆ ἔχοντες τὴν ὄψιν συνάγουσι τὰ βλέφαρα εἰς μικρόν; ἀθρόα γὰρ ἐξιοῦσα ἡ ὄψις μᾶλλον ὁρᾷ, ἀναπεπταμένου δὲ τοῦ ὄμματος διασπᾶται. διὰ μὲν οὖν τὴν ἀσθένειαν συνάγουσι εἰς μικρὸν τὸ βλέφαρον διὰ δὲ τὸ ἐκ μικροῦ ὁρᾶν μικρὸν μέγεθος ὁρῶσιν. ὅσον δὲ ὁρῶσι μέγεθος, τοσοῦτον καὶ γράφουσιν.

Διὰ τί οἱ μύωπες συνάγοντες τὰ βλέφαρα ὁρῶσιν; ἢ δι’ ἀσθένειαν τῆς ὄψεως, ὥσπερ καὶ οἱ πρὸς τὰ πόρρω τὴν χεῖρα προσάγοντες, οὕτω καὶ τὰ βλέφαρα πρὸς τὰ ἐγγὺς προστίθενται ὥσπερ χεῖρα; τοῦτο δὲ ποιοῦσιν, ἵνα ἀθροωτέρα ἡ ὄψις ἐξίῃ, δι’ ἐλάττονος ἐξιοῦσα, καὶ μὴ εὐθὺς ἐξ ἀναπεπταμένου ἐξιοῦσα διασπασθῇ, ὁρᾷ δὲ ἡ πλείων μεῖζον.

Διὰ τί εἰς τὸ πλάγιον κινοῦσι τὸν ὀφθαλμὸν οὐ φαίνεται δύο τὸ ἕν; ἢ ὅτι ἐπὶ τῆς αὐτῆς γίνεται γραμμῆς ἡ ἀρχή; δύο δὲ φαίνεται ταύτης μεταβαλλούσης ἄνω ἢ κάτω. εἰς δὲ πλάγιον οὐδὲν διαφέρει, ἐὰν μὴ ἅμα καὶ ἄνω. τί δὴ ἐπὶ μὲν τῆς ὄψεώς ἐστιν ὥστε φαίνεσθαι τὸ ἓν δύο, ἄν πως τεθῶσιν οἱ ὀφθαλμοὶ πρὸς ἀλλήλους, ἐπὶ δὲ τῶν ἄλλων

αἰσθήσεων οὐκ ἔστιν; ἢ καὶ ἐπὶ τῆς ἁφῆς γίνεται τῇ ἐπαλλάξει τῶν δακτύλων τὸ ἓν δύο; ἐπὶ δὲ τῶν ἄλλων οὐ γίνεται, ὅτι οὔτε ἔξω ἀποτεινομένων αἰσθάνεται, οὐδὲ δύο. γίνεται δὲ [διὰ] τοῦτο διόπερ καὶ ἐπὶ τῶν δακτύλων· μιμεῖται γὰρ τὴν ὄψιν.

Διὰ τί τοῦ μὲν ἄλλου σώματος τὰ ἀριστερὰ ἀσθενέστερα, τῶν δὲ ὀφθαλμῶν οὔ, ἀλλ’ ὁμοίως ὀξύ; ἢ ὅτι τὰ μὲν δεξιὰ τῷ ποιητικὰ εἶναι διαφέρουσιν, τῷ δὲ παθητικὰ οὐ διαφέρουσιν; αἱ δὲ ὄψεις παθητικαί.

Διὰ τί τῇ ὄψει πρὸς μὲν τὰ ἄλλα ἀτενίζοντες χεῖρον διατιθέμεθα, πρὸς δὲ τὰ χλωρὰ καὶ ποώδη, οἷον λάχανα καὶ τὰ τούτοις ὅμοια, βέλτιον; ἢ ὅτι πρὸς μὲν τὸ λευκὸν καὶ μέλαν ἥκιστα δυνάμεθα ἀτενίζειν (ἄμφω γὰρ λυμαίνεται τὴν ὄψιν), τὰ δὲ τοιαῦτα τῶν χρωμάτων μέσον ἔχει τούτων· διὸ μετρίως τῆς ὄψεως διατιθεμένης οὐδὲ ἐξαδυνατοῦμεν αὐτῇ, βέλτιον δὲ διατιθέμεθα. τάχα δὲ ἴσως καθάπερ ἐπὶ τῶν σωμάτων σφοδρότερον πονοῦντες χεῖρον ἔχομεν, τὸ μέσον δὲ βέλτιστα διατίθησιν, τὸν αὐτὸν τρόπον καὶ τὴν ὄψιν. πρὸς μὲν γὰρ στερεὰ ἀτενίζοντες πονοῦμεν αὐτήν, πρὸς δὲ τὰ ὑγρὰ μηδενὸς ἀντιφράττοντος οὐ διαπονοῦμεν. τὰ δὲ χλωρὰ στερεά τε μετρίως, καὶ ὑγρὸν ἐν αὐτοῖς ἱκανόν. διὸ βλάπτει τε οὐθέν, καὶ διαναγκάζει τὴν ὄψιν πρὸς τούτοις εἶναι διὰ τὸ τὴν τοῦ χρώματος κρᾶσιν σύμμετρον ἔχειν πρὸς τὴν ὄψιν.

Διὰ τί τὰ μὲν ἄλλα ἀμφοτέροις τοῖς ὀφθαλμοῖς μᾶλλον ὁρῶμεν, τὰ δὲ εὐθὺ τὸ ἐπὶ τῶν στίχων τῷ ἑνὶ προσάγοντες πρὸς τὰ γράμματα μᾶλλον καθορῶμεν; ἢ ἀμφότεραι μὲν αἱ ὄψεις συμπίπτουσαι, καθάπερ λέγουσιν οἱ περὶ τὰ ὀπτικά, ταραχὴν παρέχουσιν, ἐπειδὰν δὲ τῇ μιᾷ θεωρῶμεν, πρὸς εὐθεῖαν τὴν ὄψιν, ὥσπερ πρὸς κανόνα, μᾶλλον φαίνεται τὸ εὐθύ.