Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί, ὅταν ἀθρόως πίνωσι, ξηρότεραι αἱ κοιλίαι γίνονται, ὅτε δεῖ ὑγραίνεσθαι μᾶλλον ὑπὸ τοῦ πλείονος; ἢ ὅτι τοῦ μὲν πολλοῦ καὶ ἀθρόου οὐ κρατεῖ ἡ κοιλία, ἀλλ’ εἰς τὸν αὑτοῦ ἔρχεται τόπον ἀπαθές; ἔστιν δὲ ὑγροῦ τόπος ἀπέπτου

ἡ κύστις. τοῦ δὲ ὀλίγου κρατεῖ καὶ πέττει, ὥστε μένον ὑγραίνει.

Διὰ τί μᾶλλον κραιπαλῶσιν οἱ εὔκρατον πίνοντες ἢ οἱ ἄκρατον; ἢ διὰ τὴν λεπτότητα εἰς πλείους τόπους ὁ κεκραμένος εἰσέρχεται, καθάπερ ἐν τοῖς ἱματίοις, καὶ ἔστι δυσεξαγωγότερος· τὸ δὲ ὕδωρ λεπτομερέστερον μέν, ἀλλ’ εὐέξοδον. ἢ διότι ἔλαττον πίνουσιν ἄκρατον διὰ τὸ μὴ δύνασθαι, καὶ μᾶλλον ἀπεμοῦσιν; ἔτι δὲ συμπέττει τὰ λοιπά. ταὐτὸ δ’ ἐστὶ πρόβλημα.

Διὰ τί ὑπὸ τοῦ ἀκράτου ἀποθνήσκουσιν, ἐάν τις προϊσχνάνας πολὺ πίῃ; καὶ μὴ προϊσχνάναντες δὲ πολλοὶ τῶν φιλοπότῶν ἀθρόον πολὺ πιόντες ξηροὶ γίνονται· δοκεῖ γὰρ ὅ τε οἶνος τῶν θερμῶν εἶναι τὴν φύσιν καὶ τὸν ζῆν, τὸ δὲ ἀποθνήσκειν κατάψυξις. ἢ ὥσπερ καὶ ἀπὸ τοῦ κωνείου, σβεννυμένου κατὰ μικρὸν τοῦ θερμοῦ τοῦ οἰκείου, ἀλλὰ τρόπον ἕτερον· τὸ μὲν γὰρ τῇ ψυχρότητι πήγνυσιν τὸ ὑγρὸν καὶ θερμόν, ὁ δ’ οἶνος τῇ θερμότητι τῇ αὑτοῦ μαραίνει τὴν φυσικὴν θερμότητα. ὥσπερ οὖν ὑπὸ τοῦ πολλοῦ πυρὸς καὶ ἡλίου τὸ ὀλίγον πῦρ ἀποσβέννυται, οὕτω καὶ ἡ ἐν τοῖς σώμασιν θερμότης ὑπὸ τῆς ἐν τῷ οἴνῳ, ἐὰν ὑπερβάλῃ.

Διὰ τί οἱ μεθύοντες ἀριδάκρυοι μᾶλλον; ἢ ὅτι θερμοὶ καὶ ὑγροὶ γίνονται· ἀκρατεῖς οὖν εἰσίν, ὥστε ὑπὸ μικρῶν κινεῖσθαι.

Διὰ τί ἧττον μεθύσκονται ταῖς μεγάλαις κωθωνιζόμενοι; πάντων γὰρ ταὐτὸ αἴτιον ἡ κατάκρουσις, τουτέστιν ἐπιπολῆς. τὸ μὲν γὰρ μεθύειν ἐν τοῖς περὶ κεφαλὴν τόποις.

Διὰ τί τοῖς μεθύουσιν οὐκ ἐγγίνεται ὕπνος; ἢ ὅτι δεῖ πρὸς τοὺς ὕπνους ὑγρότητα ἐνυπάρχειν θερμήν; αὕτη γὰρ εὔπεπτος. ἂν δὲ μὴ ἐνῇ ὑγρότης ὀλίγη ἢ δύσπεπτος, οὐ γίνεται ὕπνος. διὸ ἐν τοῖς κόποις καὶ μετὰ τὰ σιτία καὶ τοὺς πότους ὑπνωτικώτατοι γίνονται ὑπὸ τῆς θέρμης. τοῖς δὲ μελαγχολικοῖς καὶ τοῖς μεγάλας πυρίας † ἀγρυπνία, τοῖς μὲν ὅτι κατέψυκται τὸ ὑγρόν, τοῖς δὲ ὅτι οὐκ ἔστιν ἢ ὀλίγον. φανερὸν οὖν ὅτι εἰς ταῦτα βλεπτέον καθ’ ἕτερον τῶν παθῶν.

Διὰ τί οἱ οἰνόφλυγες τρέμουσιν, καὶ μᾶλλον ὅσῳ ἂν ἀκρατοποτῶσιν; ἔστιν δὲ ὁ μὲν οἶνος θερμαντικός, ὁ δὲ τρόμος γίνεται μάλιστα ὑπὸ ψυχροῦ, διὸ οἱ ῥιγῶντες μάλιστα τρέμουσιν. πολλοῖς δ’ ἤδη χρωμένοις μόνῳ ἀκράτῳ τροφῆς χάριν τρόμοι τε ἰσχυροὶ συνέβησαν, ὥστε ἀπορρίπτειν τοὺς θλίβοντας, καὶ τῷ θερμῷ ὕδατι λουόμενοι ἀναισθήτως εἶχον. ἕτεροι δὲ τοῦτον τὸν τρόπον διαιτώμενοι, καὶ τρίψεσι χρώμενοι καὶ τροφῇ κρέασι, πρὸς ἀποπληκτικὰς ἀρρωστίας ἤλασαν· οἷς τρόμοι μὲν διὰ τὴν ἀκινησίαν ἧττον ἐνέπιπτον, πόνος δὲ ἰσχυρὸς καὶ τὸ μὴ δύνασθαι ἡσυχάζειν ἤδη. τοῦ μὲν τρόμου αἰτία ἡ ψυχρότης· φαίνονται γάρ, ὥσπερ εἴρηται, οἵ τε ῥιγῶντες τοῦτο πάσχοντες καὶ οἱ σφόδρα γέροντες.

ἀμφοτέρων δὲ τούτων τῶν μὲν τὸ πάθος ψυχρόν, τῶν δὲ ἡ ἡλικία· ὁ δὲ οἶνος θερμαντικώτατος, ὥσθ’ ὑπεναντίον ἄν τι συμβαίνοι. ἢ οὐθὲν κωλύει γίνεσθαι ταὐτὸ ὑπὸ ἐναντίων, μὴ ὡσαύτως δὲ ποιούντων, οἷον καὶ ὑπὸ τῶν πάγων ἀποκάεται καὶ ὑπὸ θερμοῦ, ὅταν ὁ πάγος ἀθρόον ποιήσῃ τὸ θερμόν· ὥστ’ ἔστι μὲν ὡς ὑπ’ ἐναντίων τὸ πάθος τὸ αὐτὸ συμβαίνειν· ἔστι δὲ ὡς ὑπὸ τοῦ αὐτοῦ τὸ αὐτό. ὁ δὲ τρόμος γίνεται μὲν ὑπ’ ἐνδείας θερμοῦ, οὐ παντός, ἀλλὰ τοῦ οἰκείου. φθείρεται δὲ τὸ θερμὸν ἢ μαράνσει ἢ σβέσει, σβέσει μὲν ὑπὸ τῶν ἐναντίων, ὑπὸ ψυχροῦ καὶ ὑγροῦ, μαράνσει δὲ ἐνδείᾳ τροφῆς, οἷον οἱ λύχνοι, ὅταν μὴ ἔχωσιν ὑπέκκαυμα μηδ’ ἔλαιον· ἢ ὑπὸ θερμοῦ ἀλλοτρίου, οἷον τὸ πῦρ ἐν τῷ ἡλίῳ καὶ οἱ λύχνοι παρὰ τὸ πῦρ. οἱ μὲν οὖν ῥιγῶντες ὑπὸ ψυχροῦ σβεννυμένου τοῦ θερμοῦ τρέμουσιν. διὸ καὶ τοῖς προσχεομένοις τὸ θερμὸν αἱ φρῖκαι γίνονται· ἐγκατακλειόμενον γὰρ τὸ ψυχρὸν εἴσω καὶ ἀντιπεριιστάμενον ἵστησι τὰς τρίχας· καὶ τῷ ἀρχομένῳ πυρέττειν τὸ γινόμενον ῥῖγος δι’ ὁμοίαν αἰτίαν γίνεται. ἐν δὲ τῷ γήρᾳ τὸ θερμὸν μαραίνεται τῆς τροφῆς ὑπολειπούσης. τροφὴ μὲν γὰρ ὑγρὸν τῷ θερμῷ, τὸ δὲ γῆρας ψυχρόν. οἱ δὲ οἰνόφλυγες μαραινομένης μὲν τῆς οἰκείας θερμότητος τρέμουσι, κἂν εἴ τινες ἄλλοι τοῦτο πάσχουσι διὰ τὸν οἶνον, οὐ τὸν αὐτὸν δὲ τρόπον τοῖς διὰ γῆρας, ἀλλ’ ἔτι τρίτος ἦν τρόπος τῆς τοῦ θερμοῦ φθορᾶς. ὅταν γὰρ ὑπερβάλλοντι χρῶνται ἐν τῷ σώματι, πολλὴ οὖσα ἡ θερμότης ἢ ἀποσβέννυσιν ἢ ἀσθενῆ ποιεῖ τὴν οἰκείαν θερμότητα ᾗ ἰσχύομεν· ἔστι γὰρ ὅταν μὴ κρατῇ τὸ κινοῦν τοῦ κινουμένου, οἷον ὅταν ξύλον μακρὸν καὶ μέγα μὴ εὐκρατῶς ἔχῃ τις, τὸ ἄκρον τρέμει. γίνεται δὲ τοῦτο ἢ τῷ τὸ ἐχόμενον μεῖζον εἶναι ἢ τῷ τὸ κινοῦν ἔλαττον. συμβαίνει
δὲ σβεννυμένου τοῦ θερμοῦ (δοκεῖ γὰρ αἴτιον τοῦτο εἶναι τοῦ κινεῖσθαι τοῖς ζῴοις) μὴ κρατεῖν τὴν φύσιν. σημεῖον δ’ ὅτι διὰ ψυχρότητα γίνεται τὸ πάθος τοῖς οἰνόφλυξιν καὶ τοῖς πρεσβύταις, ὅτι ἄνευ ῥίγους γίνεται ὁ τρόμος.

Διὰ τί ὁ ἀκροθώραξ μᾶλλον παροινεῖ τοῦ μᾶλλον μεθύοντος καὶ τοῦ νήφοντος; ἢ ὅτι ὁ μὲν νήφων εὖ κρίνει, ὁ δὲ παντάπασιν μεθύων διὰ τὸ τὰς αἰσθήσεις ἐπιπεπλασμένας εἶναι, οὐ δυνάμενος τὸ βάρος φέρειν, οὐ κρίνει· οὐ κρίνων δὲ οὐ παροινεῖ. ὁ δὲ ἀκροθώραξ κρίνει τε καὶ διὰ τὸν οἶνον κακῶς κρίνει, ὥστε παροινεῖ· ὥσπερ καὶ Σάτυρον τὸν Κλαζομένιον ὄντα φιλολοίδορον, φεύγοντα δίκην, ἵνα ὑπὲρ τοῦ πράγματος λέγῃ καὶ μὴ λοιδορῆται, τὰ ὦτα ἐπέπλασαν, ἵνα μὴ ἀκούων εἰς λοιδορίαν τρέπηται· παυομένου δὲ τοῦ ἀντιδίκου ἀφεῖλον· μικρὰ δὲ ἀκούσας ἔτι λέγοντος οὐκ ἀπέσχετο, ἀλλὰ κακῶς ἔλεγεν, διὰ τὸ αἰσθάνεσθαι μὲν, κακῶς δὲ κρίνειν.

Διὰ τί πρὸς τὸν γλυκὺν οἶνον ἡδίω ὄντα οὐ γίνονται οἰνόφλυγες; ἢ ὅτι οὐκ ἴδιον χυμὸν ἔχει ὁ γλυκύς, ἀλλ’ ἀλλότριον; φιλόγλυκυς οὖν μᾶλλον ἢ φίλοινος ἔσται ὁ κεκρατημένος.

Διὰ τί οἱ οἰνόφλυγες ὑπὸ τοῦ ἡλίου θερμαινόμενοι μάλιστα χαίρουσιν; ἢ ὅτι δέονται πέψεως; ἔτι δὲ καὶ διὰ τὸ κατεψῦχθαι· διὸ καὶ αἱ ἀποπληξίαι καὶ αἱ ἀποναρκώσεις τάχιστα μετὰ τοὺς πότους γίνονται.

Διὰ τί τοῖς μεθύουσιν ἐνίοτε πολλὰ φαίνεται τὸ ἓν ὁρῶσιν; ἢ ὅτι αἱ ἀρχαὶ τῶν ὄψεων ἔσω μὲν κινοῦνται ὑπὸ τοῦ οἴνου, καθάπερ ἡ ὅλη κεφαλή, κινουμένων δὲ τῶν ἀρχῶν

οὐκ εἰς ταὐτὸ συμβάλλουσιν αἱ ὄψεις, ἀλλ’ οἷον ἐπὶ μέρος ἑκάτερον τοῦ ὁμωμένου· διὸ δύο φαίνεται. ταὐτὸ δὴ τοῦτο γίνεται καὶ ἐάν τις κάτωθεν πιέσῃ τὴν ὄψιν· ἐκίνησεν γὰρ τὴν ἀρχὴν τῆς ὄψεως, ὥστε μηκέτι εἰς ταὐτὸ συμβάλλειν τῇ ἑτέρᾳ. ἡ μὲν οὖν τοιαύτη κίνησις ἔξωθεν γίνεται, ἡ δὲ ἀπὸ τοῦ οἴνου ἔσωθεν. διαφέρει δ’ οὐθέν· ταὐτὰ γὰρ ποιήσει ὁπωσοῦν κινηθεῖσα.

Διὰ τί τῶν μεθυόντων ἡ γλῶττα πταίει; πότερον ὅτι καθάπερ τὸ ὅλον σῶμα ἐν τῇ μέθῃ σφάλλεται, οὕτω καὶ ἡ γλῶττα σφαλλομένη πταίει καὶ οὐ δύναται τὴν λέξιν διαρθροῦν; ἢ σπογγώδης ἐστὶν ἡ τῆς γλώττης σάρξ· βρεχομένη οὖν ἐξαίρεται· τούτου δὲ συμβαίνοντος διὰ τὸ πάχος τὸ ἀπὸ τοῦ ὄγκου δυσκινητοτέρα οὖσα οὐ δύναται διακριβοῦν. ἢ διότι οὔτε ἐν τῷ ὑγρῷ δυνάμεθα λαλεῖν διὰ τὴν ἀπουσίαν τοῦ ἀέρος, οὔθ’ ὅταν εἰς τὸ στόμα λάβωμεν ὑγρόν; ἐν τῇ μέθῃ οὖν ἐν ὑγρῷ πολλῷ τῆς γλώττης οὔσης οὐκ ἀκριβοῦμεν τὸ δὲ μὴ ἀκριβοῦν ἐστὶ τὸ πταίειν. ἢ διότι ἐν ταῖς μέθαις ἡ ψυχὴ συμπαθὴς γινομένη πταίει; τῆς ψυχῆς οὖν τοῦτο πασχούσης εἰκὸς καὶ τὴν γλῶτταν ταὐτὸ πάσχειν· ἀπ’ ἐκείνης γὰρ ἡ τοῦ λέγειν ἀρχή. διὸ καὶ χωρὶς τῆς μέθης, ὅταν ἡ ψυχὴ πάθῃ τι, συμπάσχει καὶ ἡ γλῶττα, οἷον τῶν φοβουμένων.

Διὰ τί οἱ οἰνόφλυγες καὶ οἱ περὶ τὴν θάλατταν χαίρουσιν ἡλίῳ; ἢ διότι οἱ μὲν οἰνόφλυγες δέονται πέψεως, καὶ ἅμα συμβαίνει τινὰς τόπους κατεψῦχθαι; διὸ καὶ ἀποπληξίαι καὶ ἀποναρκώσεις μετὰ τοὺς πότους. οἱ δὲ θαλάττιοι διὰ τὸ ἀεὶ ἐν ὑγρῷ εἶναι τοῦτο ποιοῦσιν.

Διὰ τί οἱ μεθύοντες ἀδύνατοι ἀφροδισιάζειν; ἢ ὅτι δεῖ μᾶλλόν τινα τόπον ἐκθερμανθῆναι τοῦ ἄλλου σώματος, οἱ δὲ διὰ τὸ πλῆθος τῆς θερμασίας ἀδυνατοῦσιν, ἀποσβέννυται οὖν τὸ ἀπὸ τῆς κινήσεως, θερμὸν γινόμενον ὑπὸ τοῦ περιέχοντος. ἢ διότι δεῖ μὲν ἐκθερμανθῆναι τοὺς κάτω τόπους, ὁ δ’ οἶνος ἄνω πέφυκεν φέρεσθαι, ὥστε ἐκεῖ ποιεῖ τὴν θερμασίαν, ἐντεῦθεν δὲ ἀπάγει. καὶ μετὰ τὰ σιτία ἥκιστα ἀφροδισιαστικοί, καὶ κελεύουσιν ἀριστᾶν μὲν πολύ, δειπνεῖν δὲ ὀλίγον· ἀπέπτων μὲν γὰρ ὄντων ἄνω φέρεται, πεπεμμένων δὲ κάτω τὸ θερμὸν καὶ τὸ ὑγρόν· ἡ δὲ τοῦ σπέρματος γένεσις ἐκ τούτων. καὶ οἱ κοπιῶντες ἐξονειρώττουσιν, ὅτι ὑγρὸς καὶ θερμὸς ὁ κόπος· ἐὰν οὖν ἐν τῷ τόπῳ τούτῳ γένηται ἡ περίττωσις, συμβαίνει ἐξονειρώττειν. διὰ ταὐτὸ δὲ καὶ ἐπὶ τοῖς ἀρρωστήμασιν, ὅσοις γίνεται, συμβαίνει. καὶ τοῖς φοβουμένοις καὶ τοῖς ἀποθνήσκουσιν συμβαίνει ὡσαύτως.

Διὰ τί νέοι ὄντες ἐνουροῦσι μᾶλλον, ὅταν μεθυσθῶσιν, ἢ πρεσβύτεροι; ἢ διὰ τὸ θερμοὺς καὶ ὑγροὺς εἶναι πολὺ τὸ συρρυὲν γίνεται περίττωμα, διὰ τὸ μὴ ἀναλίσκειν τὸ σῶμα τὸ ὑγρόν, ὥστε ὑπερχεῖται· πρεσβυτέροις δὲ γινομένοις διὰ ξηρότητα τὴν ὑπερβολὴν ἀντισπᾷ τὸ σῶμα. ἢ ὅτι μᾶλλον ὑπνωτικώτεροί εἰσιν οἱ νέοι τῶν πρεσβυτέρων; διὸ τοὺς μὲν νέους καθύπνους ὄντας λανθάνει ἡ ὁρμὴ τοῦ οὔρου ἐκπίπτουσα πρὶν διεγερθῆναι, τοὺς δὲ πρεσβυτέρους οὔ, καθάπερ οὐδὲ τῶν ἔξωθεν κινήσεων οὐδὲν ἧττόν τι λανθάνει αὐτοὺς ἢ τοὺς νέους. δῆλον δέ· καὶ γὰρ αὐτοὶ οἱ νέοι ἐν τοῖς βαθυτάτοις ὕπνοις μάλιστα ἐνουροῦσιν.

Διὰ τί τὸ ἔλαιον πρὸς τὰς μέθας συμφέρει, καὶ τοῦ δύνασθαι πίνειν τὸ καταρροφεῖν; ἢ διότι οὐρητικόν ἐστι καὶ τῷ πόματι προοδοποιεῖ;