Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί τὰ ἀράχνια τὰ πολλὰ ὅταν φέρηται, πνεύματός ἐστι σημεῖα; πότερον ὅτι ἐργάζεται ὁ ἀράχνης ἐν ταῖς εὐδίαις, φέρεται δὲ διὰ τὸ ψυχόμενον τὸν ἀέρα συνιέναι πρὸς τὴν γῆν, τὸ δὲ ψύχεσθαι ἀρχὴ χειμῶνος· σημεῖον οὖν ἡ φορὰ τῶν ἀραχνίων. ἢ ὅτι μετὰ τὰ ὕδατα καὶ τοὺς χειμῶνας γίνεται τῶν ἀραχνίων ἀθρόα ἡ φορά, ἐν ταῖς εὐδίαις ἐργαζομένων, διὰ τὸ ἐν τῷ χειμῶνι μὴ φαίνεσθαι: δύσριγον γὰρ τόδε. καὶ φερόμενοι ὑπὸ τοῦ πνεύματος πολὺ ἐκπηνίζονται. μετὰ δὲ τὰ ὕδατα εἴωθεν πνεύματα γίνεσθαι ὡς τὰ πολλὰ.

Διὰ τί οἱ βορέαι μεγάλοι τοῦ χειμῶνος ἐν τοῖς ψυχροῖς

τόποις ἐπινέφελοι, ἔξω δὲ αἴθριοι; ἢ ὅτι ἄμα ψυχροί εἰσι καὶ μεγάλοι, ἐγγὺς δὲ μᾶλλον ψυχροί, ὥστε φθάνουσι πηγνύντες πρὶν ἀπῶσαι τὰ νέφη· ὅταν δὲ παγῇ, μένουσι διὰ βάρος. ἔξω δὲ τῷ μεγέθει ἐργάζονται μᾶλλον ἢ τῷ ψυχρῷ.

Διὰ τί οἱ φοβούμενοι τρέμουσιν; ἢ διὰ τὴν κατάψυξιν; ἐκλείπει γὰρ τὸ θερμὸν καὶ συστέλλεται· διὸ καὶ αἱ κοιλίαι λύονται τοῖς πολλοῖς.

Διὰ τί οὖν καὶ διψῶσιν ἔνιοι, καθάπερ οἱ μέλλοντες κολάζεσθαι; οὐ γὰρ ἔδει καταψυχομένων. ἢ οὐκ ἐν ταὐτῷ τόπῳ ἡ κατάψυξις καὶ ἡ θερμότης, ἀλλ’ ἡ μὲν ἐν τῷ ἐπιπολῆς, ἔνθεν ἐκλείπει τὸ θερμόν, ἡ δὲ ἐν τῷ ἐντός, ὥστε ἐκθερμαίνει; σημεῖον δὲ καὶ τὸ λύεσθαι τὰς κοιλίας. ἀναξηραινομένου δὴ τοῦ κυρίου τόπου τὸ δίψος. ὅμοιον δὲ ἔοικεν ὥσπερ τοῖς ἠπιαλοῦσιν, οἳ ἅμα τῷ ῥιγοῦν διψῶσιν· οὐδὲ γὰρ ὁ αὐτὸς οὐδ’ ἐκεῖ τόπος ψύχεται καὶ θερμαίνεται.

Διὰ τί ἐν μὲν τοῖς θυμοῖς εἰς τὸ ἐντὸς ἀθροιζομένου τοῦ θερμοῦ διάθερμοι καὶ θαρραλέοι, ἐν δὲ τοῖς φόβοις ἀνάπαλιν; ἢ οὐκ εἰς τὸν αὐτὸν τόπον, ἀλλὰ τοῖς μὲν ὀργιζομένοις περὶ τὴν καρδίαν, διὸ καὶ θαρρητικοὶ καὶ ἐν ἐρυθήματι καὶ πνεύματος πλήρεις, ἄνω τῆς φορᾶς οὔσης , τοῖς δὲ φοβουμένοις κάτω συμφευγόντων τοῦ αἵματος καὶ τοῦ θερμοῦ, διὸ καὶ ἡ λύσις τῶν κοιλιῶν· ἐπεὶ καὶ ἡ τῆς καρδίας πήδησις οὐχ ὁμοία, ἀλλὰ τοῖς μὲν ὡς ἂν διὰ τὴν ἔκλειψιν πυκνὴ καὶ νυγματώδης, τοῖς δὲ ὡς ἂν ἀθροιζομένου πλείονος θερμοῦ· διὸ καὶ τὸ ἀναζεῖν καὶ τὸ ὀρίνεσθαι τὸν θυμὸν καὶ ταράττεσθαι, καὶ ὅσα τοιαῦτα λέγουσιν οὐ κακῶς, ἀλλ’ οἰκείως.

ἆρ’ οὖν καὶ διὰ τοῦτο τὸ δίψος, ἐπεὶ τό γε ξηρὸν πτύειν καὶ ὁ σαυσαρισμὸς καὶ τὰ τοιαῦτα γίνεται διὰ τὴν ἀναφορὰν τοῦ πνεύματος ἅμα καὶ θερμοῦ. καὶ τὸ δίψος δὲ δῆλον ὡς ἐκθερμαινομένου τοῦ σώματος. πῶς οὖν ὁ αὐτὸς τόπος ἀναξηραίνεται ἀμφοῖν, ᾧ διψῶμεν, καὶ τῷ φοβουμένῳ καὶ τῷ ὀργιζομένῳ; ὁ δὲ φόβος ὅτι διψητικόν, καὶ οἱ ἐν ταῖς τροπαῖς δηλοῦσιν· οὐδαμοῦ γὰρ οὕτω διψῶσιν. καὶ οἱ ἀγωνιῶντες δὲ σφόδρα· διὸ καὶ διακλύζονται καὶ ἐπιρροφοῦσιν, καθάπερ Παρμένων ὁ ὑποκριτής. ἢ τούτοις μὲν οὐκ ἔστιν δίψος, ἀλλὰ ξηρότης πεφευγότος τοῦ αἵματος, ὅθεν καὶ ὠχροί; σημεῖον δὲ τὸ μὴ πίνειν πολύ, ἀλλὰ καὶ βροχθίσαι. οἱ δ’ ἐν ταῖς τροπαῖς μετὰ πόνου. διὸ διψῶσι καὶ οἱ μέλλοντες κολάζεσθαι· καὶ οὐθὲν ἄτοπον. ἐν δὲ τοῖς πολεμικοῖς ἔνιοι καὶ τῶν ἀνδρείων, ὅταν διασκευασθῶσιν, καὶ τρέμουσιν οὐκ ἐξεστηκότες, ἀλλὰ θαρροῦντες· ὧν εἰώθασιν μαστιγοῦν τὸ σῶμα πλατεῖ νάρθηκι, εἰ δὲ μή, ταῖς χερσὶν ἀναθερμανθέντες. ἔοικεν δὴ διὰ τὴν ὀξύτητα καὶ τὴν φορὰν τοῦ θερμοῦ ἀνωμαλία τις εἶναι περὶ τὸ σῶμα ταραχώδης.

Διὰ τί οἱ ἀνδρεῖοι ὡς ἐπὶ τὸ πολὺ φίλοινοι; ἢ ὅτι οἱ ἀνδρεῖοι θερμοί, ἡ δὲ θερμότης περὶ τὰ στήθη. ἐνταῦθα γὰρ καὶ ὁ φόβος φαίνεται, γινόμενος κατάψυξίς τις. ὥστε 〈τοῖς μὲν〉 περὶ τὴν καρδίαν ἧττον μὲν μένει, τοῖς δὲ πηδᾷ ψυχομένη. ὅσοι οὖν τὸν πνεύμονα ἔχουσιν ἔναιμον, θερμὸν ἔχουσι τοῦτον ὥσπερ οἰνωμένοι, ὥστε οὐ ψύχει ἡ φαντασία τοῦ δεινοῦ. οἱ δὲ τοιοῦτοι καὶ φιλοπόται· ἥ τε γὰρ τοῦ ποτοῦ ἐπιθυμία διὰ τὴν τούτου τοῦ μορίου θερμότητά ἐστιν (εἴρηται δὲ περὶ αὐτοῦ ἐν ἄλλοις) καὶ τοῦ παυστικοῦ ἡ ἐπιθυμία. ὁ δὲ οἶνος θερμὸς μὲν τὴν φύσιν, παύει δὲ τὴν δίψαν μᾶλλον τοῦ ὕδατος, καὶ μάλιστα τῶν αὐτῶν· δι’ ἣν αἰτίαν, εἴρηται ἐν ἄλλοις. διὸ καὶ οἱ ἐν

τῇ περιπνευμονίᾳ καὶ οἱ μαινόμενοι ἀμφότεροι ἐπιθυμοῦσιν οἴνου· καίτοι τῶν μὲν διὰ τὴν θερμασίαν θερμὸς ὁ πνεύμων, τῶν δὲ διὰ τὴν ταραχήν. ἐπεὶ οὖν οἱ αὐτοὶ ὡς ἐπὶ τὸ πολὺ τῷ γένει διψητικοὶ καὶ ἀνδρεῖοι, οἴνου δὲ οἱ διψητικοὶ ἐπιθυμητικοί, οἱ δὲ τοιοῦτοι φιλοπόται, ἀναγκαῖον ὡς ἐπὶ τὸ πολὺ παρακολουθεῖν ἀλλήλοις τὰς φύσεις. διὸ καὶ οἱ οἰνωμένοι ἀνδρειότεροι τῶν μή.

Διὰ τί μάλιστα τὴν ἀνδρείαν τιμῶσιν αἱ πόλεις, οὐ βελτίστην οὖσαν τῶν ἀρετῶν; ἢ ὅτι διατελοῦσιν ἢ πολεμοῦντες ἢ πολεμούμενοι, αὕτη δὲ ἐν ἀμφοῖν χρησιμωτάτη ἐστίν· τιμῶσι δὲ οὐ τὰ βέλτιστα, ἀλλὰ τὰ αὑτοῖς βέλτιστα.

Διὰ τί οἱ φοβούμενοι μάλιστα τρέμουσι τὴν φωνὴν καὶ τὰς χεῖρας καὶ τὸ κάτω χεῖλος; ἢ διότι ἔκλειψίς ἐστι τὸ πάθος θερμοῦ ἐκ τῶν ἄνω τόπων; διὸ καὶ ὠχριῶσιν. διὰ μὲν οὖν τὸ ἐκ τοῦ στήθους ἡ φωνὴ τρέμει, ψυχομένου ᾧ κινεῖται. ὁμοίως δὲ καὶ αἱ χεῖρες· ἐκ τοῦ στήθους γὰρ ἤρτηνται. τὸ δὲ κάτω χεῖλος, ἀλλ’ οὐ τὸ ἄνωθεν, κάτω κρέμαται ᾗ ῥέπει· τὸ δὲ κάτωθεν ἄνω παρὰ φύσιν, ἀλλ’ ὑπὸ τοῦ θερμοῦ ἄνω ἠρεμεῖ· οὗ ὑφαιρουμένου διὰ τὸ ψύχεσθαι τρέμει. καὶ ἐν τοῖς θυμοῖς δὲ διὰ τὸ αὐτὸ ἀποκρεμάννυται τὸ χεῖλος. δῆλον δὲ ἐπὶ τῶν παιδίων· συνθεῖ γὰρ εἰς τὴν καρδίαν τὸ θερμόν.

Διὰ τί οἱ φοβούμενοι τρέμουσι, καὶ μάλιστα τὴν φωνὴν καὶ τοῦ σώματος τὰς χεῖρας καὶ τὸ κάτω χεῖλος; ἢ διότι ἐκ τούτου τοῦ τόπου ἐκλείπει τὸ θερμὸν ἐν ᾧ ἡ φωνή; τὸ δὲ χεῖλος καὶ τὰς χεῖρας, ὅτι εὐκινητότατα καὶ ἥκιστα ἔναιμα. καὶ προΐενται μὲν τὴν χολήν, συσπῶσι δὲ τὰ αἰδοῖα, προΐενται μὲν διὰ τὸ συντήκειν τὸ καταβαῖνον θερμόν, ἀνασπῶσι δέ, ὅτι ἔξωθεν φόβος· εἰς τοὐναντίον οὖν ἡ φυγή.

Διὰ τί οἱ φοβούμενοι καὶ διψοῦσιν καὶ ῥιγοῦσιν; ταῦτα

δὲ ἐναντία τὰ πάθη. ἢ ῥιγοῦσι μὲν ψυχόμενοι, διψῶσι δὲ θερμαινόμενοι; διότι ἐν τῷ φοβεῖσθαι τὸ θερμὸν ἐκλείπει καὶ τὸ ὑγρὸν ἐκ τῶν ἄνω τόπων. δηλοῖ δὲ τὸ χρῶμα καὶ αἱ κοιλίαι· τὸ μὲν γὰρ πρόσωπον ὠχρόν, αἱ δὲ κοιλίαι ἐνίοτε λύονται, διὰ μὲν οὖν τὸ ἐκλείπειν τὸ θερμὸν ἐκ τῶν ἄνωθεν τὸ ῥῖγος γίνεται, διὰ δὲ τὸ ὑγρὸν ἡ δίψα.

Διὰ τί τοῦ τε φόβου λύπης τινὸς ὄντος καὶ τῆς ἀλγηδόνος, οἱ μὲν ἀλγοῦντες ἀναβοῶσιν, οἱ δὲ φοβούμενοι σιωπῶσιν; ἢ οἱ μὲν ἀλγοῦντες κατέχουσι τὸ πνεῦμα (διὸ ἀθρόον ἐξιὸν μετὰ βοῆς ἐξέρχεται), τῶν δὲ φοβουμένων κατέψυκται τὸ σῶμα καὶ τὸ θερμὸν κάτω ἐνήνεκται, ὃ ποιεῖ πνεύματα. ᾗ οὖν ἐνήνεκται μάλιστα, ἐνταῦθα καὶ ποιεῖ αὐτά. διὸ καὶ ἀποψοφοῦσιν οἱ φοβούμενοι. ἡ δὲ φωνή ἐστι φορὰ πνεύματος ἄνω πως καὶ διά τινων γινομένη. τοῦ δὲ τοὺς ἀλγοῦντας κατέχειν τὸ πνεῦμα αἴτιον, ὅτι ταῖς ἐνυπαρχούσαις ἡμῖν βοηθείαις φύσει εὐθὺς πάντες παθόντες ἄνευ λογισμοῦ χρώμεθα, καθάπερ καὶ τὰ ἄλλα ζῷα· τὰ μὲν γὰρ κέρασι, τὰ δὲ ὀδοῦσι, τὰ δὲ ὄνυξιν ἀμύνεται. πρὸς δὲ τὰ ἀλγήματα πάντα ἢ τὰ πλεῖστα βοηθεῖ ἡ θερμότης. ὃ ποιεῖ ὁ κατέχων τὸ πνεῦμα· θερμαίνει γὰρ καὶ ἐκπέττει τὸ ἄλγημα, συστέλλων ἐντὸς τὸ θερμὸν τῷ πνεύματι.

Διὰ τί τοῖς φοβουμένοις αἱ κοιλίαι λύονται καὶ οὐρητιῶσιν; ἢ τὸ θερμὸν τὸ ἐν ἡμῖν ἐστὶν ὥσπερ ζῷον; τοῦτ’ οὖν φεύγει ὅ τι ἂν φοβηθῇ. ἔξωθεν οὖν γινομένων τῶν τε ὑπὸ τῆς ἀγωνίας φόβων καὶ τῶν τοιούτων, καὶ ἐκ τῶν ἄνωθεν εἰς τὰ κάτω καὶ ἐκ τῶν ἐπιπολῆς εἰς τὰ ἐντός, ἐκθερμαινόμενοι δὲ οἱ περὶ τὴν κοιλίαν τόποι καὶ τὴν κύστιν διαλύονται, καὶ ποιοῦσιν αὐτὰς εὐτρεπεῖς. καὶ γὰρ τὰ ἄνηθα καὶ τὰ ἀψίνθια, καὶ ὅσα οὐρητικά, θερμαντικά. ὁμοίως δὲ καὶ τὰ πρὸς

τὴν κοιλίαν φάρμακα, τὰ κάτω θερμαντικά· καὶ τὰ μὲν τῶν εἰσενεχθέντων μόνων λυτικά, τὰ δὲ καὶ ἑτέραν σύντηξιν ποιεῖ, οἷον τὸ σκόροδον εἰς τὸ οὖρον. τὸ αὐτὸ δὲ τοῖς τοιούτοις ἡ ἐκ τῶν ἐπιπολῆς θερμασία εἰς τούτους τοὺς τόπους συνιοῦσα δρᾷ.

Διὰ τί οἱ φοβούμενοι συσπῶσιν τὰ αἰδοῖα; εἰκὸς γὰρ ἦν τοὐναντίον, τοῦ θερμοῦ εἰς τοῦτον τὸν τόπον ἀθροιζομένου τῶν φοβουμένων, ἀνίεσθαι αὐτά. ἢ οἱ φοβούμενοι σχεδὸν ἅπαντες ὥσπερ ῥιγοῦντές εἰσιν; ἐκλελοιπότος οὖν ἐκ τῶν ἐπιπολῆς τοῦ θερμοῦ συσπῶσιν. διὸ καὶ βομβυλίζουσιν οἱ δεινῶς δεδιότες. δοκεῖ δὲ συσπᾶν τὸ ἐπιπολῆς καὶ τὸ δέρμα τῶν ῥιγούντων, ἅτε τοῦ θερμοῦ ἐκκεκριμένου· διὸ καὶ φρίττουσιν. συσπᾶται δὲ καὶ ἡ ὄσχεα τοῦ αἰδοίου ἄνω, καὶ συνεφέλκονται καὶ οἱ ὄρχεις αὐτοῖς συστελλομένων. θᾶττον δὲ φαίνεται ἐπὶ τῶν ἀφροδισίων· ὁ γὰρ φόβος ἐκκρίνει, καὶ πολλοῖς τῶν ἀγωνιώντων καὶ τῶν περιφόβων συγκινεῖ ἡ τῆς γονῆς πρόεσις.

Διὰ τί ἔνιοι κάμνουσιν, ὅταν ἐθισθέντες ἀκολάστως ζῆν μὴ ἀκολάστως διαιτῶνται. οἷον Διονύσιος ὁ τύραννος, ἐπεὶ ἐν τῇ πολιορκίᾳ ἐπαύσατο πίνων ὀλίγον τινὰ χρόνον, εὐθὺς ἐφθισίασεν, ἕως πάλιν εἰς τὴν μέθην μετέβαλεν. ἢ μέγα μέν τι καὶ τὸ ἔθος ἐστὶν ἑκάστοις· φύσις γὰρ ἤδη γίνεται. καθάπερ ἂν ἰχθὺς ἐν ἀέρι ἢ ἄνθρωπος ἐν ὕδατι διατελῶν φαύλως ἂν ἴσχοι, οὕτω καὶ οἱ τὰ ἔθη μεταβάλλοντες χαλεπῶς ἀπαλλάττουσιν, καὶ τὸ πάλιν εἰς τὰ εἰωθότα ἐλθεῖν σωτηρία γίνεται αὐτοῖς ὥσπερ εἰς φύσεως κατάστασιν. ἔτι δὲ καὶ συντηκτικοὶ γίνονται, εἰωθότες τροφῇ χρῆσθαι δαψιλεῖ

τῇ ἰδίᾳ· μὴ λαμβάνοντες γὰρ τὴν εἰωθυῖαν ὥσπερ ὅλως μὴ λαμβάνοντες διατίθενται. οὐ μὴν ἀλλὰ καὶ τὰ περιττώματα τροφῇ μεμιγμένα πολλῇ ἀφανίζεται, αὐτὰ δὲ ἐπιπολάζει μόνα ὄντα, καὶ φέρεται εἰς ὄμματα ἢ πνεύμονα· προσενεγκαμένοις δὲ τροφὴν κατακεραννύμενα ὑδαρῆ γίνεται καὶ ἀβλαβῆ. γίνεται δὲ τοῖς ἀκολάστως ζῶσιν πλείω τὰ περιττώματα ἄχρι τινὸς λήξασι τοῦ εἰωθότος βίου, διὰ τὸ πολλὴν ἀκαταχώριστον ἐν αὐτοῖς ὕλην ὑπάρχειν ἐκ τοῦ προτέρου βίου, ἧς τηκομένης ὑπὸ τοῦ συμφύτου θερμοῦ, καθάπερ χιόνος πολλῆς, ῥεύματα ἁδρὰ συμβαίνει γίνεσθαι.

Διὰ τί κατὰ δύο μόνας αἰσθήσεις ἀκρατεῖς λέγομεν, οἷον ἁφὴν καὶ γεῦσιν; ἢ διὰ τὰς ἀπὸ τούτων γινομένας ἡδονὰς ἡμῖν καὶ τοῖς ἄλλοις ζῴοις; ἅτε οὖν κοιναὶ οὖσαι ἀτιμόταταί εἰσι, διὸ καὶ μάλιστα ἢ μόναι ἐπονείδιστοί εἰσιν. ὥστε τὸν ὑπὸ τούτων ἡττώμενον ψέγομεν καὶ ἀκρατῆ καὶ ἀκόλαστον εἶναι φαμέν, διὰ τὸ ὑπὸ τῶν χειρίστων ἡδονῶν ἡττᾶσθαι.

Διὰ τί ἀκρατεῖς λέγονται κατὰ τὰς ἐπιθυμίας μόνον, οὔσης τῆς ἀκρασίας καὶ περὶ τὴν ὀργήν; ἢ ὅτι ἀκρατὴς μέν ἐστιν ὁ παρὰ τὸν λόγον τι πράττων καὶ ἀκρασία ἡ παρὰ τὸν λόγον ἀγωγή, εἰσὶ δὲ αἱ μὲν ἐπιθυμίαι ὡς ἐπίπαν εἰπεῖν παρὰ τὸν λόγον, αἱ δὲ ὀργαὶ μετὰ λόγου, οὐχ ὡς κελεύσαντος τοῦ λόγου, ἀλλ’ ὡς δηλώσαντος τὸν προπηλακισμὸν ἢ τὴν αἰτίαν.

Διὰ τί τὴν μὲν ἐγκράτειαν καὶ σωφροσύνην ἐπὶ τῶν νέων καὶ πλουσίων μάλιστα ἐξετάζομεν, τὴν δὲ δικαιοσύνην ἐπὶ τῶν πενήτων; ἢ ὅτι οὗ μάλιστα δεῖταί τις, εἰ τούτου ἀπέχεται, μᾶλλον θαυμάζοιτ’ ἂν ἢ τῶν ἐναντίων; ὁ μὲν οὖν πένης εὐπορίας δεῖται, ὁ δὲ νέος καὶ πλούσιος ἀπολαύσεως.

Διὰ τί ἧττον ἀνέχονται διψῶντες ἢ πεινῶντες; πότερον ὅτι λυπηρότερον; σημεῖον δὲ τοῦ λυπηροτέρου, ὅτι ἥδιον τὸ διψῶντα πιεῖν ἢ πεινῶντα φαγεῖν. τὸ δὲ ἐναντίον τῷ ἡδεῖ λυπηρότερον. ἢ διότι μᾶλλον δεῖται τὸ θερμὸν τοῦ ὑγροῦ ἢ τὸ ξηρὸν ᾧ ζῶμεν; ἢ ὅτι δυοῖν ἡ δίψα ἐπιθυμία, ποτοῦ καὶ τροφῆς, ἡ δὲ πεῖνα ἑνὸς μόνον, τροφῆς;

Διὰ τί ἧττον καρτεροῦμεν διψῶντες ἢ πεινῶντες; ἢ διότι λυπούμεθα μᾶλλον; σημεῖον δὲ τῆς λύπης ἡ ἡδονὴ σφοδροτέρα. εἶτα ὁ μὲν διψῶν δυοῖν ἐνδεής, τροφῆς καὶ καταψύξεως (ἄμφω γὰρ ἔχει τὸ ποτόν), ὁ δὲ πεινῶν θατέρου μόνον.

Διὰ τί οἱ κατὰ τὴν τῆς ἁφῆς ἢ γεύσεως ἡδονήν, οὗ ἂν ὑπερβάλλωσιν, ἀκρατεῖς λέγονται; οἵ τε γὰρ περὶ τὰ ἀφροδίσια ἀκόλαστοι, οἵ τε περὶ τὰς τῆς τροφῆς ἀπολαύσεις. τῶν δὲ κατὰ τὴν τροφὴν ἀπ’ ἐνίων μὲν ἐν τῇ γλώττῃ τὸ ἡδύ, ἀπ’ ἐνίων δὲ ἐν τῷ λάρυγγι, διὸ καὶ Φιλόξενος γεράνου φάρυγγα εὔχετο ἔχειν. οἱ δὲ κατὰ τὴν ὄψιν καὶ τὴν ἀκοὴν οὐκέτι. ἢ διὰ τὸ τὰς ἀπὸ τούτων γινομένας ἡδονὰς κοινὰς εἶναι ἡμῖν καὶ τοῖς ἄλλοις ζῴοις; ἅτε οὖν οὖσαι κοιναὶ ἀτιμόταταί εἰσι καὶ μάλιστα ἢ μόναι ἐπονείδιστοι, ὥστε τὸν ὑπὸ τούτων ἡττώμενον ψέγομεν καὶ ἀκρατῆ καὶ ἀκόλαστον λέγομεν διὰ τὸ ὑπὸ τῶν χειρίστων ἡδονῶν ἡττᾶσθαι. οὐσῶν δὲ τῶν αἰσθήσεων πέντε, τά τε ἄλλα ζῷα ἀπὸ δύο μόνων τῶν προειρημένων ἥδεται, κατὰ δὲ τὰς ἄλλας ἢ ὅλως οὐχ ἥδεται ἢ κατὰ συμβεβηκὸς τοῦτο πάσχει. ὁρῶν μὲν γὰρ ὁ

ὁρῶν ἢ ὀσφραινόμενος χαίρει ὅτι ἀπολαύει· καὶ ὅταν πληρωθῇ, οὐδὲ τὰ τοιαῦτα ἡδέα αὐτῷ, ὥσπερ οὐδὲ ἡμῖν ἡ τοῦ ταρίχου ὀδμή, ὅταν ἄδην ἔχωμεν τοῦ φαγεῖν. ὅταν δὲ ἐνδεεῖς ὦμεν, ἡδέα. ἡ δὲ τοῦ ῥόδου ἀεὶ ἡδεῖα.