Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί ὁ καικίας μόνος τῶν ἀνέμων ἐφ’ ἑαυτὸν ἄγει τὰ νέφη; ἢ ὅτι ἀφ’ ὑψηλοτέρων τόπων πνεῖ; ἔστι γὰρ τὰ πρὸς ἕω ὑψηλότερα τῶν πρὸς ἑσπέραν. σημεῖον δὲ τὸ τῆς πρὸς ἑσπέραν θαλάττης μέγεθος καὶ βάθος. πνέων δὲ ἄνωθεν εἰς τοὐναντίον γραμμὴν ποιεῖ τῇ φορᾷ τὰ κοῖλα πρὸς τὴν γῆν ἔχουσαν. προσπίπτων δέ, ὡς εἴρηται, τοῖς πρὸς ἑσπέραν τῆς γῆς τόποις, καὶ συστέλλων τὰ νέφη διὰ τὸ

τῆς γραμμῆς σχῆμα, τῇ ἐκεῖθεν ἀνακλάσει ἐπ’ αὐτὸν ὠθεῖ αὐτά. ποιεῖ δὲ μόνος τοῦτο τῶν λοιπῶν τῷ τοὺς μὲν ὑψηλοτέρους, τοὺς δ’ ἐναντίους εἶναι τόπους, πρὸς οὓς τοῦ κάτωθεν ἢ ἐπ’ εὐθείας τὴν φορὰν γίνεσθαι συμβαίνει, τὰ κυρτὰ πρὸς τὴν γῆν ἐχούσης, ὥστε ἀνάκλασιν μὴ γίνεσθαι τοῦ πνεύματος τῷ μὴ πρὸς τὴν γῆν ἐχούσης ἀέρα ἔχειν τὴν τελευτὴν τῆς φορᾶς, ἐν ᾧ οὐδὲ νέφη ἐστὶ περὶ τὴν γῆν· τοῖς δὲ ἧττον κοίλοις καὶ τῷ ἀπηλιώτῃ τῷ μὴ εἶναι ὑγρόν. ὥστε οὐ συνιστὰς ἧττον καταφανής ἐστιν αὐτοῦ ποιῶν τοῦτο ὃ ποιεῖ

Διὰ τί βορέαι μὲν ἐτήσιοι γίνονται, νότοι δὲ οὔ; ἢ γίνονται μὲν καὶ νότοι, ἀλλ’ οὐ συνεχεῖς, ὅτι πόρρω ἡμῶν ἡ ἀρχὴ τοῦ νότου ἐστίν, ὑπὸ δὲ τῷ βορέᾳ οἰκοῦμεν; ἔτι οἱ μὲν ἐτησίαι βορέαι καθεστηκότος τοῦ ἀέρος πνέουσιν (θέρους γὰρ πνέουσιν), οἱ δὲ νότοι ἦρος, ὅθ’ ἧττον ἕστηκεν τὰ περὶ τὸν ἀέρα. πρὸς δὲ τούτοις ὁ μὲν νότος ὑγρός, τῷ δ’ ὑγρῷ ὁ ἄνω τόπος ἀλλότριός ἐστι· διὸ ταχὺ διαλύεται τὰ ἐν αὑτῷ συνιστάμενα ὑγρά. καὶ τὰ ὑγρὰ πλανητικά ἐστιν, ὥστε οὐ μένων ἐν ταὐτῷ τόπῳ συμμεθίστησι καὶ τὴν τοῦ ἀέρος κίνησιν. κινουμένου δὲ μὴ ἐν ταὐτῷ πνεύματα ἄλλα συμβαίνει γίνεσθαι· ἔστι γὰρ πνεῦμα ἀέρος κίνησις.

Διὰ τί νότος πνεῖ μετὰ πάχνην; ἢ διότι ἡ μὲν πάχνη γίνεται πέψεως γινομένης, μετὰ δὲ τὴν πέψιν καὶ τὴν ἀποκάθαρσιν ἡ μεταβολὴ εἰς τοὐναντίον γίνεται; ἐναντίον δὲ τῷ βορρᾷ νότος ἐστίν. διὰ ταὐτὸ δὲ καὶ μετὰ τὴν χιόνα πνεῖ νότος. ὅλως δὲ καὶ ἡ χιὼν καὶ ἡ χάλαζα καὶ τὸ ὕδωρ καὶ πᾶσα ἡ τοιαύτη ἀποκάθαρσις πέψεως

σημεῖόν ἐστιν. διὸ καὶ μετὰ τὸν ὑετὸν καὶ τὰς τοιαύτας χειμασίας πίπτει τὰ πνεύματα.

Διὰ τί αἱ τροπαὶ πνέουσιν; ἢ διὰ τὸ αὐτὸ ὃ καὶ οἱ εὔριποι ῥέουσιν; μέχρι γὰρ τοῦ ῥεῖν καὶ ἡ θάλαττα φέρεται καὶ ὁ ἀήρ· εἶθ’ ὅταν ἀντιπέσῃ καὶ μηκέτι δύνηται τὰ ἀπόγεια προάγειν διὰ τὸ μὴ ἰσχυρὰν ἔχειν τὴν ἀρχὴν τῆς κινήσεως καὶ φορᾶς, πάλιν ἀνταποδίδωσιν.

Διὰ τί αἱ τροπαὶ ἐκ τῆς θαλάττης εἰσίν; ἢ ὅτι ἡ θάλαττα πλησίον; ἢ ὅτι ἐναντίον ἐστὶ τῇ ἀπογείᾳ ἡ τροπαία, καὶ ἔστιν ἡ τροπαία οἷον ἀναστροφὴ ἀπογείας. ἡ δὲ ἀπογεία τὸ ἐκ τῆς γῆς πρὸς τὴν θάλατταν πνεῦμα γινόμενον, ἡ δὲ τροπαία ἡ τούτου παλίρροια. ὥστε ἀνάγκη ἐκ θάλαττης εἶναι. [ἢ ἡ θάλαττά ἐστι] διὰ τὸ εἰς τὴν θάλατταν ἀθροισθῆναι τὸν ῥυέντα ἀέρα; τοῦ δὲ μὴ εἰς τὴν γῆν τοῦτο συνίστασθαι καὶ τοῦ ἀνακάμπτειν ἀπιὸν αἴτιον ὅτι ἡ θάλαττα ἐν κοίλῳ ἐστίν· ὁ δὲ ἀήρ, ὥσπερ τὸ ὕδωρ, ῥεῖ ἀεὶ εἰς τὸ κοιλότατον.

Διὰ τί οἱ ἐκνεφίαι ὕδατος γενομένου θᾶττον παύονται; ἢ ὅτι αἱ κοιλίαι συμπίπτουσιν τοῦ νέφους, ὕδατος γενομένου, ἐν αἷς ἡ ἀρχὴ τοῦ πνεύματος συνίσταται;

Διὰ τί οὐχ οἱ αὐτοὶ ἄνεμοι πανταχοῦ ὑέτιοί εἰσιν; ἢ ὅτι οὐχ οἱ αὐτοὶ πανταχοῦ πρὸς ὄρη ἀντιπνέουσιν, ἀλλ’ ἕτεροι κεῖνται πρὸς ἕτερα ὄρη; οἷον γὰρ πρὸς ἀνάντη μόλις ῥεόντων, ἐνταῦθα ὑφίσταται μᾶλλον τὰ νέφη, οὗ ἀδυνατεῖ ἔτι προωθεῖν αὐτὰ ἄνεμος. ὑφιστάμενα δὲ καὶ πιεζόμενα ῥήγνυται.

Διὰ τί αἱ μὲν καθαραὶ δύσεις εὐδιεινὸν σημεῖον, αἱ δὲ τεταραγμέναι χειμερινόν; ἢ ὅτι χειμὼν γίνεται συνισταμένου καὶ πυκνουμένου τοῦ ἀέρος; ὅταν μὲν οὖν κρατῇ ὁ ἥλιος, διακρίνει καὶ αἰθριάζει αὐτόν, ὅταν δὲ κρατῆται, ἐπινεφῆ ποιεῖ. ἐὰν μὲν οὖν ἰσχυρὰ ᾖ ἡ σύστασις, εὐθὺς ἡμέρας γίνεται χειμών· ἐὰν δὲ ἀσθενεστέρα, μὴ παντάπασιν δὲ κρατουμένη, τὸ συνιστάμενον ἐξωθεῖται πρὸς τὰς δύσεις. ἐνταῦθα δὲ μένει διὰ τὸ παχύτατον εἶναι τὸν περὶ τὴν γῆν ἀέρα τοῦ χειμῶνος. ταχὺ δὲ συνίσταται καὶ ὁ ἄλλος διὰ τὸ ἔχειν ἀρχὴν καὶ ἔρεισμα, ὃ δέξεται καὶ ἀθροίσει τὸ προσιὸν καθάπερ ὄρθρος· ὥσπερ γὰρ ἐν τροπῇ ἑνὸς ἀντιστάντος καὶ οἱ ἄλλοι μένουσιν, οὕτω καὶ ἐπὶ τοῦ ἀέρος. διὸ ταχὺ καὶ ἐξαίφνης ἐνίοτε γίνεται καὶ ἐπινέφελα. ὅταν οὖν αἱ δύσεις τεταραγμέναι ὦσι, σημεῖόν ἐστιν ἰσχυρὸν ὅτι οὐ κεκράτηκεν ὁ ἥλιος τῆς συστάσεως, πολὺν χρόνον ἐναντιούμενος αὐτῇ, ὥστε εἰκότως ἔστι συστῆναι πλέον. καὶ ἧττον δέ ἐστι φοβερόν, ὅταν προχειμάσαντος ἢ ὅταν ἐξ εὐδίας τοῦτο συμβῇ. ἐκείνως μὲν γὰρ ἔοικεν ὥσπερ ὑπόλειμμά τι εἶναι, οὕτω δὲ ἀρχὴ συστάσεως.

Διὰ τί λέγεται οὔ ποτε νυκτερινὸς βορέας τρίτον ἵκετο φέγγος; ἢ διότι ἀσθενῆ τὰ πνεύματα τὰ ἀπὸ τῆς ἄρκτου, ὅταν ᾖ νυκτερινά; σημεῖον γὰρ ὅτι οὐ πολὺς ὁ κινηθεὶς ἀήρ. τὸ τηνικαῦτα πνεῦσαι, ὅτε ὀλίγη θερμότης ὑπῆρχεν· ἡ δὲ ὀλίγη ὀλίγον ἐκίνει ἀέρα. τελευτᾷ δὲ ἐν τρισὶ πάντα, καὶ τὰ ἐλάχιστα ἐν τῇ πρώτῃ τριάδι, ὥστε καὶ τοῦτο τὸ πνεῦμα.

Διὰ τί ὁ βορέας πυκνότερον πνεῖ ἢ ὁ νότος; ἢ ὅτι ὁ

μὲν βορέας γειτνιῶν τῇ οἰκουμένῃ οὐ λανθάνει ὀλιγοχρόνιος ὤν (ἅμα γὰρ πνεῖ καὶ πάρεστιν), ὁ δὲ νότος οὐκ ἀφικνεῖται διὰ τὸ πόρρωθεν πνεῖν.

Διὰ τί ὁ νότος ἧττον μετὰ χειμερινὰς νύκτας πνεῖ ἢ μεθ’ ἡμέρας; ἢ ὅτι καὶ τῆς νυκτὸς ὁ ἥλιος ἐγγύς ἐστι τῇ πρὸς νότον χώρᾳ, καὶ ἀλεεινότεραι αἱ νύκτες ἐκεῖ ἢ πρὸς ἄρκτον αἱ ἡμέραι; ὥστε πολὺς κινεῖται ὁ ἀήρ, καὶ οὐθὲν ἐλάττων ἢ μεθ’ ἡμέραν· ἀλλ’ αἱ θερμότεραι ἡμέραι κωλύουσι μᾶλλον πνεῖν, ξηραίνουσαι τὰς ὑγρότητας.

Διὰ τί ἐπὶ κυνὶ ὁ νότος πνεῖ, καὶ τοῦτο ὥσπερ τι ἄλλο γίνεται τεταγμένως; ἢ διότι θερμὰ τὰ κάτω, τοῦ ἡλίου πόρρω ὄντος, ὥστε πολλὴ ἡ ἀτμὶς γίνεται; καὶ πολλοὶ δὴ ἔπνεον, εἰ μὴ διὰ τοὺς ἐτησίας. νῦν δὲ οὗτοι κωλύουσιν, ἢ ὅτι ἐπὶ πᾶσι μὲν σημαίνει τοῖς ἄστροις δυομένοις ἢ ἐπιτέλλουσιν, οὐχ ἥκιστα δὲ ἐπὶ τούτῳ; δῆλον δὲ ὅτι πνεύματα μάλιστα ἐπὶ τούτῳ καὶ μετ’ αὐτόν. ἐπεὶ δὲ πνίγει, καὶ πνεύματα εἰκότως ἐπ’ αὐτῷ τὰ θερμότατα κινεῖται· ὁ δὲ νότος θερμός ἐστιν. ἐπεὶ δὲ εἴθισται μάλιστα ἐκ τῶν ἐναντίων εἰς τὰ ἐναντία μεταβάλλειν, πρὸ κυνὸς δὲ οἱ πρόδρομοι πνέουσιν ὄντες βορέαι, εἰκότως μετὰ κύνα νότος πνεῖ, ἐπειδὴ ἐπισημαίνει μέν, ἐπιτέλλουσι δὲ τοῖς ἄστροις. τὸ δὲ ἐπισημαίνειν ἐστὶν μεταβολὴν τοῦ ἀέρος ποιεῖν· μεταβάλλει δὲ πάντα εἰς τοὺς ἐναντίους ἢ τοὺς ἐπὶ δεξιὰ ἀνέμους τὰ πνεύματα. ἐπεὶ δὲ βορέας εἰς τοὺς ἐπιδεξίους μεταβάλλει, εἴη ἂν αὐτῷ λοιπὸν εἰς νότον μεταβάλλειν. ἔστιν δὲ καὶ ἡ μετὰ

τὰς χειμερινὰς τροπὰς πεντεκαιδεκάτη νότιος, διὰ τὸ τὰς μὲν τροπὰς ἀρχήν τινα εἶναι, κινεῖν δὲ τὸν κατ’ αὐτὴν μάλιστα ἀέρα τὸν ἥλιον, εἶναι δὲ ἐν ταύταις ταῖς τροπαῖς πρὸς νότον. καθάπερ οὖν καὶ τὰ ἀπ’ ἀνατολῆς κινῶν ἀπηλιώτας ἀνέμους ἤγειρεν, οὕτω καὶ τὰ ἀπὸ μεσημβρίας κινῶν νότους ἐγείρει. οὐκ εὐθὺ δὲ ἀπὸ τροπῶν ποιεῖ τοῦτο διὰ τὸ βραχυτάτας ποιεῖσθαι τὰς μεταστάσεις τότε, ἀλλ’ ἐν τῇ πεντεκαιδεκάτῃ διὰ τὸ τὸν χρόνον τοῦτον συμμέτρως ἔχειν τῇ κατὰ τὴν μετάστασιν πρώτῃ φαντασίᾳ· ὅλου γάρ ἐστι μέρος εὐσημότατον ὁ εἰρημένος χρόνος.

Διὰ τί ἐπὶ Ὠρίωνι γίνονται αἰόλοι μάλιστα αἱ ἡμέραι καὶ ἀκαιρίαι τῶν πνευμάτων; ἢ ὅτι ἐν μεταβολῇ ἀεὶ πάντα ἀοριστεῖ μάλιστα, ὁ δ’ Ὠρίων ἀνατέλλει μὲν ἐν ἀρχῇ ὀπώρας, δύνει δὲ χειμῶνος, ὥστε διὰ τὸ μήπω καθεστάναι μίαν ὥραν, ἀλλὰ τὴν μὲν γίνεσθαι, τὴν δὲ παύεσθαι, διὰ ταῦτα ἀνάγκη καὶ τὰ πνεύματα ἀκατάστατα εἶναι διὰ τὸ ἐπαμφοτερίζειν τὰ ἐξ ἑκατέρας. καὶ χαλεπὸς δὴ λέγεται καὶ δύνων καὶ ἀνατέλλων ὁ Ὠρίων διὰ τὴν ἀοριστίαν τῆς ὥρας· ἀνάγκη γὰρ ταραχώδη εἶναι καὶ ἀνώμαλον.

Διὰ τί ὁ νυκτερινὸς βορέας τριταῖος λήγει; πότερον ὅτι ἀπὸ μικρᾶς καὶ ἀσθενοῦς ἀρχῆς, ἡ τρίτη δὲ κρίσιμος; ἢ ὅτι ἀθρόος ἡ ἔκρυσις, ὥσπερ τῶν ἐκνεφιῶν; ταχεῖα οὖν ἡ παῦλα.

Διὰ τί βορέαι πλεῖστοι πνέουσι τῶν ἀνέμων; ἢ διὰ τὸ πρὸς τούτῳ τὴν οἰκουμένην τῷ τόπῳ ὑποκεῖσθαι ὄντι ὑψηλῷ καὶ ἔξω τροπῶν καὶ πλήρει χιόνος, ἣ οὐδέποτε ἔνια ὄρη λείπει; τὸ πολὺ οὖν ὑγραινομένων τῶν πεπηγότων πολλάκις πνεῦμα γίνεται. τοῦτο δέ ἐστι βορέας, τὸ ἐκ τῶν ἀπὸ τῆς ἄρκτου τόπων πνεῦμα.

Διὰ τί οἱ νότοι πνέουσι μὲν χειμῶνος καὶ ἔαρος ἀρχομένου

καὶ μετοπώρου λήγοντος, εἰσὶ δὲ κυματοειδεῖς καὶ συνεστραμμένοι, καὶ τοῖς ἐν Λιβύῃ ὁμοίως ψυχροὶ ὡς οἱ βορέαι ἐνταῦθα; ἢ διότι πλησίον τοῦ ἡλίου ὄντος ἀνάγκη κινεῖσθαι τὰ πνεύματα; ὁ δὲ ἥλιος τοῦ χειμῶνος πρὸς νότον φέρεται, καὶ τοῦ μὲν ἔαρος ἀρχομένου, τοῦ δὲ μετοπώρου τελευτῶντος ἤδη θερμαίνει, τὸ δὲ θέρος πρὸς βορέαν φέρεται, ἐκείνους δὲ ἀπολείπει τοὺς τόπους. θερμὸς δέ ἐστι διὰ τὸ μίγνυσθαι τὸ πνεῦμα τῷ κατὰ Λιβύην ἀέρι θερμῷ ὄντι· καὶ διὰ τοῦτο μεγαλοκύμων νοτίζειν ποιεῖ τὸ θέρος, ἐμπίπτων εἰς τὴν θάλατταν.

Διὰ τί ὁ νότος δυσώδης; ἢ ὅτι ὑγρὰ καὶ θερμὰ ποιεῖ τὰ σώματα, ταῦτα δὲ σήπεται μάλιστα; οἱ δὲ ἐκ τῆς θαλάττης νότοι ἀγαθοὶ φυτοῖς· ἐκ θαλάττης γὰρ αὐτοῖς προσπίπτει. καὶ τῆς Ἀττικῆς τῷ Θριασίῳ πεδίῳ αἴτιον, διότι ἀπεψυγμένος ἀφικνεῖται. αἱ δ’ ἐρυσίβαι γίνονται ὑπὸ ὑγρότητος θερμῆς μὲν, ἀλλοτρίας δέ.

Διὰ τί ἄνεμος γίνεται πρὸ τῶν ἐκλείψεων ὡς τὰ πολλά, ἀκρόνυχον μὲν πρὸ τῶν μεσονυκτίων ἐκλείψεων, μεσονύκτιον δὲ πρὸ τῶν ἑώων; ἢ διότι ἀμαυροῦται τὸ θερμὸν τὸ ἀπὸ τῆς σελήνης διὰ τὸ πλησίον ἤδη φορὰν εἶναι, ἐν ᾧ γενομένῳ ἔσται ἡ ἔκλειψις; ἀνιεμένου οὖν ᾧ κατείχετο ὁ ἀὴρ καὶ ἠρέμει, πάλιν κινεῖται καὶ γίνεται πνεῦμα τῆς ὀψιαίτερον ἐκλείψεως ὀψιαίτερον.

Διὰ τί ὁ νότος οὐκ ἀρχόμενος, ἀλλὰ λήγων ὑέτιος; πότερον ὅτι πόρρωθεν συνάγει τὸν ἀέρα; γίνεται δὲ συνιστάντος τὸ ὕδωρ, συνίσταται δὲ ὕστερον ἢ ἄρχεται. ἢ ὅτι ἀρχομένου θερμός ἐστιν ὁ ἀὴρ ἔτι διὰ τὸ ἐκ τοιούτου ἐληλυθέναι, ἐπιχρονιζόμενος δὲ ψυχθεὶς συνίσταται μᾶλλον εἰς ὕδωρ.

Διὰ τί ὁ νότος, ὅταν μὲν ἐλάττων ᾖ, αἴθριός ἐστιν, ὅταν δὲ μέγας, νεφώδης καὶ χρονιώτερος; πότερον, ὥσπερ τινὲς λέγουσιν, διὰ τὴν ἀρχήν; ἐὰν μὲν γὰρ ἀπ’ ἐλάττονος, αἴθριος, ἐὰν δὲ ἀπὸ πλείονος ὁρμήσῃ, νεφελώδης. ἢ ὅτι ἐλάττων ἀρχόμενός ἐστιν, ὥστε οὐ πολὺν ἀέρα ὠθεῖ, ἐπὶ τέλει δὲ εἴωθεν γίνεσθαι μέγας. διὸ καὶ παροιμιάζονται ἀρχομένου γε νότου καὶ λήγοντος βορέαο.