Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί τὸ κῦμα οὐκ ἐπιγελᾷ ἐν τοῖς βαθέσι πελάγεσιν, ἀλλ’ ἐν τοῖς μικροῖς καὶ βραχέσιν; ἢ ὅτι τὸ μικρὸν ὑγρὸν φερόμενον μᾶλλον διαιρεῖται ὑπὸ τοῦ πνεύματος ἢ τὸ πολύ;

Διὰ τί τὰ κύματα πρότερον φοιτᾷ ἐνίοτε τῶν ἀνέμων; ἢ ὅτι πρὸς τῇ ἀρχῇ τοῦ πνεύματος ἡ θάλαττα ὠσθεῖσα πρώτη τὴν ἐχομένην ἀεὶ ταὐτὸν ποιεῖ; διόπερ οὔσης αὐτῆς συνεχοῦς καθάπερ μιᾷ πληγῇ συνεχεῖ πάσαις γίνεται. τὸ δὲ ἐν ἑνὶ χρόνῳ γίνεται, ὥστε συμβαίνει τήν τε πρώτην καὶ τὴν ἐσχάτην ἅμα κινεῖσθαι. ὁ δὲ ἀὴρ οὐ πάσχει τοῦτο, ὅτι οὔτε ἐστὶν ἓν σῶμα συνεχές, τῷ πολλὰς πάντοθεν ἀντικρούσεις λαμβάνειν, αἳ πολλάκις κωλύουσι τὴν πρώτην καὶ

νεανικωτάτην κίνησιν, τήν τε θάλασσαν οὐ ποιοῦσι τοῦτο διὰ τὸ βαρυτέραν καὶ δυσκινητοτέραν αὐτοῦ εἶναι.

Διὰ τί τὰ πλοῖα γέμειν δοκεῖ μᾶλλον ἐν τῷ λιμένι ἢ ἐν τῷ πελάγει, καὶ θεῖ δὲ θᾶττον ἐκ τοῦ πελάγους πρὸς τὴν γῆν ἢ ἀπὸ τῆς γῆς εἰς τὸ πέλαγος; ἢ ὅτι τὸ πλέον ὕδωρ ἀντερείδει μᾶλλον ἐκ τοῦ ὀλίγου, ἐν δὲ τῷ ὀλίγῳ δέδυκεν διὰ τὸ κρατεῖν αὐτοῦ μᾶλλον; ὠθεῖ γὰρ κάτωθεν τὸ ὕδωρ ἄνω. ἐν μὲν οὖν τῷ λιμένι ὀλίγη ἐστὶν ἡ θάλασσα, ἐν δὲ τῷ πελάγει βαθεῖα. ὥστε καὶ ἄγειν πλέον δόξει ἐν τῷ λιμένι καὶ κινήσεται χαλεπώτερον διὰ τὸ δεδυκέναι μᾶλλον καὶ ἧττον ἀντερείδειν τὸ ὕδωρ. ἐν τῷ πελάγει δὲ τἀναντία τούτων ἐστίν.

Διὰ τί, ὅταν τι ῥιφθῇ εἰς τὴν θάλατταν κυμαίνουσαν, οἷν ἡ ἄγκυρα, γαλήνη γίνεται; ἢ διότι ἵσταται ἡ θάλαττα τῷ φερομένῳ, μεθ’ οὗ ἀὴρ συγκαταφέρεται, ὃς ἐπ’ εὐθείας κάτω φερόμενος καὶ ἐνταῦθα ἐπισπασθεὶς συνεπισπᾶται τὸ ἐκ πλαγίου κινοῦν τὴν θάλατταν; ὁ δὲ κλύδων τῆς θαλάττης οὐκ ἄνωθεν κάτω γίνεται ἀλλ’ ἐπιπολῆς· οὗ λήξαντος γαλήνη γίνεται. ἔτι συνιοῦσα ἡ θάλασσα εἰς τὰ διαστάντα τῷ φερομένῳ δίνην ποιεῖ. ἡ δὲ δίνη κύκλῳ φέρεται. ἐπεὶ δὲ ἡ εὐθεῖα τοῦ κύκλου κατὰ σημεῖον ἅπτεται, τὰ δὲ κύματα ἐπ’ εὐθείας λοξῆς φέρεται, συμβαίνοι ἂν αὐτὰ τοῦ ἐξωτάτου τῆς δίνης κατὰ σημεῖον ἅπτεσθαι, διά τε τὰ εἰρημένα καὶ διὰ τὴν τῆς δίνης φοράν, ἢ προσιοῦσα ἀπωθεῖται αὐτά. ἀκύμου δὲ ὄντος τοῦ κατ’ αὐτὴν τόπου, γαλήνην ἐν τῇ ῥήξει αὐτῆς συμβαίνει γίνεσθαι, ὅτι συγκαταβὰς ὁ ἀὴρ τῷ ἐνεχθέντι κάτω, ἀναφερόμενος καὶ ὠθῶν ἄνω τὴν θάλατταν καθάπερ πομφολυγοῖ αὐτήν· ἡ γὰρ πομφόλυξ ὑγροῦ ὑπ’ ἀέρος κάτωθεν ἀνωθουμένου ἐστίν. πομφόλυξ δὲ πᾶσα λεία καὶ γαληνός ἐστιν. σημεῖα δὲ τῶν εἰρημένων

ἐστί· μετέωρος γὰρ ἡ κατὰ τὸ ἐνεχθὲν κάτω θάλαττα τῆς πέριξ γίνεται μικρὸν ὕστερον.

Διὰ τί ἐνίοτε πλοῖα θέοντα ἐν τῇ θαλάττῃ εὐδίας καταπίνεται καὶ ἀφανῆ γίνεται, ὥστε μηδὲ ναυάγιον ἀναπλεῖν; ἢ ὅταν ἀντρώδης τόπος ἐν τῇ ὑπὸ τὴν θάλατταν γῇ ῥαγῇ, ἅμα εἰς τὴν θάλατταν καὶ ἔσω ἀκολουθεῖ τῇ τοῦ πνεύματος φορᾷ; ὁμοίως δὲ καὶ πάντη φερομένη κύκλῳ φέρεται κάτω. τοῦτο δέ ἐστι δῖνος. τὰ δὲ περὶ Μεσήνην ἐν τῷ πορθμῷ πάσχει μὲν τοῦτο διὰ τὸν ῥοῦν (γίνονται γὰρ αἱ δῖναι ὑπὸ τούτου) καὶ καταπίνεται εἰς βυθὸν διὰ ταῦτά τε, καὶ ὅτι ἡ θάλαττα βαθεῖά τε καὶ ἡ γῆ ὕπαντρος μέχρι πόρρω. φέρουσιν οὖν εἰς ταῦτα ἀποβιαζόμεναι αἱ δῖναι· διὸ οὐκ ἀναπλεῖ αὐτόθι τὰ ναυάγια. ὁ δὲ ῥοῦς γίνεται, ὅταν παυσαμένου τοῦ προτέρου ἀντιπνεύσῃ ἐπὶ τῆς θαλάττης ῥεούσης τῷ προτέρῳ πνεύματι, μάλιστα δὲ ὅταν νότος ἀντιπνεύσῃ. ἀντιπνέοντα γὰρ ἀλλήλοις τὰ ῥεύματα παρεκθλίβεται ὥσπερ ἐν τοῖς ποταμοῖς, καὶ γίνονται αἱ δῖναι. φέρεται δὲ ἑλιττομένη ἡ ἀρχὴ τῆς κινήσεως ἄνωθεν ἰσχυρὰ οὖσα. ἐπεὶ οὖν εἰς πλάγιον οὐκ ἔστιν ὁρμᾶν (ἀντωθεῖται γὰρ ὑπ’ ἀλλήλων), ἀνάγκη εἰς βάθος ὠθεῖσθαι, ὥστε καὶ ὃ ἂν ληφθῇ ὑπὸ τῆς δίνης, ἀνάγκη συγκαταφέρεσθαι. διὸ ἀνάσιμα τὰ πλοῖα ποιοῦνται· ἤδη γὰρ ὀρθόν ποτε μνημονεύεται καταποθέν.

Διὰ τί ἡ θάλαττα λευκοτέρα ἡ ἐν τῷ Πόντῳ ἢ ἡ ἐν τῷ Αἰγαίῳ; πότερον διὰ τὴν ἀνάκλασιν τῆς ὄψεως τὴν γινομένην ἀπὸ τῆς θαλάττης εἰς τὸν ἀέρα; ὁ μὲν γὰρ περὶ τὸν Πόντον ἀὴρ παχὺς καὶ λευκός, ὥστε καὶ τῆς θαλάττης ἡ ἐπιφάνεια τοιαύτη φαίνεται, ὁ δὲ ἐν τῷ Αἰγαίῳ κυανοῦς

διὰ τὸ μέχρι πόρρω εἶναι καθαρός, ὥστε καὶ ἡ θάλαττα ἀνταυγοῦσα τοιαύτη φαίνεται. ἢ ὅτι πᾶσαι αἱ λίμναι λευκότεραι τῆς θαλάττης; ὁ δὲ Πόντος ἐστὶ λιμνώδης διὰ τὸ πολλοὺς ποταμοὺς εἰς αὐτὸν ῥεῖν. αἱ δὲ λίμναι διαλευκότεραι τῆς θαλάττης καὶ τῶν ποταμῶν· γράφουσι γοῦν οἱ γραφεῖς τοὺς μὲν ποταμοὺς ὠχρούς, τὴν δὲ θάλατταν κυανέαν. ἢ ὅτι διὰ μὲν τοῦ ποτίμου διέρχεται ταχὺ ἡ ὄψις, καὶ οὐκ ἀνακλᾶται πρὸς τὸν ἀέρα, ἀπὸ δὲ τῆς θαλάσσης οὔ; οὔτ’ ἄνω ἀνακλᾶται διὰ τὸ μὴ λεῖον εἶναι τὸ ὕδωρ· κάτω δὲ ἀποκάμνει βαδίζουσα· διὸ μέλαινα φαίνεται. ἐν δὲ τοῖς λιμνώδεσιν ἐπιπολῆς ὄντος τοῦ ποτίμου, κάτω δὲ τοῦ ἁλμυροῦ, οὐ διέρχεται, ἀλλὰ ἀνακλᾶται πρὸς τὴν αὐγήν· διὸ φαίνεται λευκὴ ἡ ἐπιφάνεια αὐτῆς.

Διὰ τί ἡ θάλαττα τοῦ ποτίμου ὕδατος ἧττον ψυχρά, καὶ τὰ ἁλυκὰ τῶν γλυκέων; πότερον ὅτι πυκνότερον ἡ θάλαττα καὶ μᾶλλον σῶμα; τα δὲ τοιαῦτα ἧττον ψύχεται, ὥσπερ καὶ θερμαίνεται μᾶλλον· σωστικωτέρα γὰρ τοῦ θερμοῦ διὰ τὴν πυκνότητα. ἢ ὅτι λιπαρωτέρα ἡ θάλαττα; διὸ καὶ οὐ σβέννυσι τὴν φλόγα. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. τὸ δὲ λιπαρώτερον θερμότερον. ἢ ὅτι γῆς πολὺ ἔχει, ὥστε ξηρότερον; τὸ δὲ ξηρότερον θερμότερον.

Διὰ τί θάλαττα εὐδιοπτοτέρα τοῦ ποτίμου, παχυτέρα οὖσα; λεπτότερον γὰρ τὸ πότιμον τοῦ ἁλμυροῦ. ἢ οὐ τὸ λεπτὸν αἴτιον, ἀλλ’ εὐθυωρίαι τῶν πόρων πλεῖσται καὶ μέγισταί εἰσιν; τὸ μὲν οὖν πότιμον πυκνὸν διὰ λεπτομέρειάν ἐστιν, τὸ δὲ ἁλμυρὸν μεγάλα ἔχει τὰ διάκενα. ἢ ὅτι καθαρώτερον ἡ θάλαττα; γῆ μὲν γὰρ οὐκ ἔστιν, ἡ δὲ ἄμμος βαρεῖα οὖσα ὑφίσταται. τὰ δὲ πότιμα γεώδη. αὐτὴ δὲ ἐν τῷ μεταξὺ φερομένη ἀναθολοῦται ταχύ.

Διὰ τί ἐν τοῖς βορείοις εὐδιοπτοτέρα ἡ θάλαττα ἢ ἐν τοῖς νοτίοις; ἢ ὅτι ἐν τῇ γαλήνῃ χρῶμα ἔχει ἡ θάλαττα; λιπαρὸν γὰρ ἔνεστιν ἐν τῷ ἁλμυρῷ χυμῷ. σημεῖον δέ· ἐκκρίνεται γὰρ ἔλαιον ἐν ταῖς ἀλέαις. εὐδίας οὖν οὔσης καὶ ἀλεεινοτέρας τῆς θαλάττης διὰ κουφότητα, ἐπανθεῖ ἄνω ὁ τοιοῦτος χυμός. τοῖς δὲ βορείοις ἧττον διὰ τὸ ψῦχος. ἔστιν δὲ τὸ ὕδωρ εὐδιοπτότερον τοῦ ἐλαίου· τὸ γὰρ ἔλαιον χρῶμα ἔχει, τὸ δὲ ὕδωρ ἄχροον παρεμφαινόμενον σαφεστέραν ποιεῖ τὴν ἔμφασιν.

Διὰ τί λουσάμενοι τῇ θαλάττῃ θᾶττον ξηραίνονται, βαρυτέρᾳ οὔσῃ τῶν ποτίμων; ἢ ὅτι παχυτέρα καὶ γεώδης ἡ θάλαττα; ὀλίγον οὖν ἔχουσα τὸ ὑγρὸν ξηραίνεται θᾶττον.

Διὰ τί τὰ κύματα ἀνεμώδη; ἢ ὅτι σημεῖά ἐστι πνεύματος ἐσομένου; ἔστι γὰρ τὸ πνεῦμα σύνωσις ἀέρος. ἢ διὰ τὸ ἀεὶ προωθεῖσθαι γίνεται; προωθεῖ δὲ οὐ συνεχές πω ὂν τὸ πνεῦμα, ἀλλὰ ἀρχόμενον. τὸ μὲν δὴ πρῶτον ὥσπερ προεμαράνθη, ἄλλο δὲ τοῦτο προέωσε καὶ ἄλλην πυκνότητα ἤγαγεν καὶ ἀπεμαράνθη. ὥστε δῆλον, ὅταν ἤδη τὸ προωθούμενον παρῆ, ὅτι ἥξει καὶ τὸ κινοῦν· ἀρχόμενον γὰρ τοῦτο ποιεῖ.

Διὰ τί τὸ κῦμα προεκπίπτει τοῦ πνεύματος; ἢ ὅτι οὐχ ἅμα παύεται τὸ πνεῦμα τὸ πνέον καὶ ἡ θάλαττα κυμαίνουσα, ἀλλ’ ὕστερον ἡ θάλαττα, ἐνδέχεται τὸ κινῆσαν πνεῦμα φθαρῆναι πρὸ τοῦ γενέσθαι αἰσθητόν. ὥστε οὐ πρότερον τὸ κῦμα πνεύματος, ἀλλὰ τὸ μὲν λανθάνει, τὸ δὲ οὔ. ἢ οὐχὶ τὰ πνεύματα ἅμα πανταχοῦ πνεῖ, ἀλλ’ ὅθεν ἡ ἀρχὴ πρότερον; ἅμα δὲ πνεῖ καὶ τὴν πλησίον θάλατταν κινεῖ, αὕτη δὲ τὴν ἐχομένην· καὶ οὕτως ἂν ἐνδέχοιτο πρότερον τὸ κῦμα ἐκπίπτειν. ὑπὸ γὰρ τῆς θαλάσσης

καὶ οὐχ ὑπὸ τοῦ πνεύματος ἡ κίνησις ἡ θάττων τοῦ ἀέρος ἢ τῆς θαλάττης.

Διὰ τί ἐν τῇ θαλάττῃ μᾶλλον νεῖν δύνανται ἢ ἐν τοῖς ποταμοῖς; ἢ ὅτι ὁ νέων ἀεὶ ἐπιστηριζόμενος ἐν τῷ ὕδατι νεῖ, ἐν δὲ τῷ σωματωδεστέρῳ μᾶλλον ἀποστηρίζεσθαι δυνάμεθα, σωματωδέστερον δέ ἐστι τὸ θαλάττιον ὕδωρ τοῦ ποταμίου· παχύτερον γάρ ἐστι καὶ μᾶλλον ἀντερείδειν δυνάμενον.

Διὰ τί ποτε ἐν τῇ θαλάττῃ πλείω χρόνον διατελεῖν δύνανται ἢ ἐν τῷ ποταμῷ; ἢ διότι τὸ ποτάμιον ὕδωρ λεπτόν ἐστιν; μᾶλλον οὖν παρεισδυόμενον πνίγει.

Διὰ τί ἡ μὲν θάλαττα κάεται, τὸ δὲ ὕδωρ οὔ; ἢ κάεται μὲν κἀκεῖνο, ἡ δὲ θάλαττα ἧττον σβέννυσι τὸ πῦρ διὰ τὸ λιπαρωτέρα εἶναι; σημεῖον δὲ ὅτι λιπαρωτέρα· ἀπὸ γὰρ τῶν ἀλῶν ἔλαιον ἀφαιρεῖται. ἢ καὶ ἧττον δύνανται οἱ πόροι ἁρμόττειν τῷ πυρὶ διὰ τὸ παχύτεροι εἶναι, καὶ μᾶλλόν γε δή, ἅτε καὶ τῶν ἀλῶν ἐνυπαρχόντων; ὥσπερ οὖν τὸ ξηρὸν τοῦ ὑγροῦ ἧττον σβεστικόν, καὶ τὸ ξηρὸν μᾶλλον κατὰ λόγον καυστικόν ἐστιν καὶ ἕτερον ἑτέρου μᾶλλον, τῷ ἐγγυτέρω τοῦ θερμοῦ εἶναι, τὸ ξηρότερον δὲ τῇ θαλάττῃ· ἄμφω δὲ ταῦτα μᾶλλον ὑπάρχει.

Διὰ τί ἀπὸ μὲν τῆς θαλάττης οὐκ ἀποπνεῖ ἕωθεν ψυχρόν, ἀπὸ δὲ τῶν ποταμῶν; ἢ ὅτι ἡ μὲν θάλαττά ἐστιν ἐν ἀναπεπταμένοις τόποις, οἱ δὲ ποταμοὶ ἐν στενοῖς; ἡ μὲν οὖν ἀπὸ τῆς θαλάττης αὔρα εἰς πολὺν τόπον σκίδναται, ὥστε εἶναι ἀσθενής, ἡ δὲ ἀπὸ τῶν ποταμῶν ἀθρόως φέρεται καὶ μᾶλλον ἰσχύει, διὸ μᾶλλον εἰκότως φαίνεται ψυχρά. ἢ οὐ τοῦτό ἐστιν αἴτιον, ἀλλ’ οἱ μὲν ποταμοὶ ψυχροί εἰσιν, ἡ δὲ θάλαττα οὔτε θερμὴ οὔτε ψυχρά; γίνεται δὲ ἡ αὒρα καὶ ἡ ἀναπνοὴ θερμαινομένων ἢ ψυχομένων

τῶν ὑγρῶν· ὁπότερον γὰρ ἂν τούτων πάσχῃ, ἐξαεροῦται, ἐξαερουμένου δὲ τοῦ ὕδατος ὁ ἀὴρ ὁ γινόμενος φέρεται, ὅ ἐστιν αὔρα. τὸ μὲν οὖν ἀπὸ τῶν ψυχρῶν ψυχρὸν εἰκότως ἀποπνεῖ, τὸ δὲ ἀπὸ τῶν σφόδρα θερμῶν ἀποπνέον ψύχεται καὶ γίνεται ψυχρόν. τοὺς μὲν οὖν ποταμοὺς ψυχροὺς ἅπαντας εὕροι τις ἄν, ἡ δὲ θάλαττα οὔτε ψυχρὰ οὔτε θερμὴ σφόδρα ἐστίν, οὔτε οὖν τὸ ἀποπνέον ψυχρὸν ἀπ’ αὐτῆς ἐστί, διὰ τὸ μὴ ψυχρὰν εἶναι, οὔτε ψύχεται ταχύ, διὰ τὸ μὴ θερμὴν εἶναι σφόδρα.

Διὰ τί ἐν τοῖς μείζοσι πελάγεσι βραδύτερον καθίσταται κύματα ἢ ἐν τοῖς βραχέσιν; ἢ ὅτι ἐκ τῆς πολλῆς κινήσεως βραδύτερον καθίσταται πᾶν ἢ ἐκ τῆς ὀλίγης; ἐν δὲ τοῖς μεγάλοις πελάγεσι πλείων ἡ ἄμπωτις γίνεται ἢ ἐν τοῖς βραχέσιν. οὐθὲν οὗν ἄλογον τὸ πλεῖον βραδύτερον καθίστασθαι.

Διὰ τί τὸ ἁλμυρὸν ὕδωρ ψυχρὸν μὲν οὐ πότιμον. θερμαινόμενον δὲ μᾶλλον γίνεται πότιμον, καὶ θερμὸν δὲ ὂν καὶ ἀποψυχόμενον; ἢ διότι εἰς τὸ ἐναντίον ἀπὸ τοῦ ἐναντίου πέφυκεν μεταβάλλειν; ἔστι δὲ τὸ πότιμον τῷ ἁλμυρῷ ἀντικείμενον· καὶ θερμαινομένου μὲν ἀφέψεται τὸ ἁλμυρόν, ψυχομένου δὲ ὑφίσταται.

Διὰ τί τὰ πρὸς τῇ θαλάττῃ ὡς ἐπὶ τὸ πολὺ ὕδατα γλυκέα ὕδατα] ἀλλ’ οὐχ ἁλμυρά; ἢ διὰ τὸ ποτιμώτερα διηθούμενα γίνεσθαι; διηθεῖται δὲ τὸ ἐγγύτερον τῆς θαλάττης μᾶλλον.

Διὰ τί τὸ ἁλμυρὸν ὕδωρ οὐκ ἀπόρρυτόν ἐστιν; ἢ διότι τὸ μὲν βαρὺ στάσιμον; τὸ δὲ ἁλμυρὸν βαρύ· διὸ καὶ τὰ θερμὰ μόνα τῶν ἁλμυρῶν ὑδάτων ἀπόρρυτά ἐστιν. ἔχει

γὰρ κουφότητα ἐν αὑτοῖς, ἥ κρατεῖ τῆς κατὰ τὴν ἁλμυρίδα βαρύτητος· τὸ γὰρ θερμὸν κουφότερόν ἐστιν. ἔτι τὰ μὲν ἀπόρρυτα διηθεῖται διὰ τῆς γῆς· ἠθουμένων δὲ ἀεὶ μάλιστα ὑφίσταται τὸ παχύτατον καὶ βαρύτατον, ἐκκρίνεται δὲ τὸ κοῦφον καὶ καθαρόν· ἔστι γὰρ τὸ μὲν ἁλμυρὸν βαρύ, τὸ δὲ γλυκὺ κοῦφον. διόπερ ἐστὶ γλυκέα τὰ ἀπόρρυτα. τὸ δ’ αὐτὸ αἴτιόν ἐστι καὶ διὰ τί τὸ ἁλμυρὸν ὕδωρ κινούμενον καὶ μεταβάλλον γλυκύτερον γίνεται· κουφότερον γὰρ καὶ ἀσθενέστερον διὰ τὴν κίνησιν γίνεται.