Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί τὸ ἁλυκὸν ὕδωρ τὰ μὲν σέλινα δέχεται, τὸ δὲ πράσον οὔ; ἢ ὅτι τοῦ μὲν ἀσθενεῖς αἱ ῥίζαι, τοῦ δὲ ἰσχυραί; τὸ δὲ ἰσχυρότερον ἀπαθέστερον.

Διὰ τί λέγεται μίνθην ἐν πολέμῳ μήτ’ ἔσθιε μήτε φύτευε; ἢ ὅτι καταψύχει τὰ σώματα; δηλοῖ δὲ ἡ τοῦ σπέρματος φθορά. τοῦτο δὲ ὑπεναντίον πρὸς ἀνδρείαν καὶ θυμὸν ταὐτὸν ὄν τῷ γένει.

Διὰ τί ἔνια ἄνθος ἔχοντα ἄκαρπά ἐστιν, οἷον σίκυος καὶ κολόκυνθα καὶ ῥόα; ἢ οὐκ ἄκαρπα, ἀλλὰ ταῦτα καρπός ἐστιν; περικάρπιον γοῦν ἐστι τὸ ἀνθοῦν, ὁ δὲ σίκυος περικάρπιον.

Διὰ τί τῶν φυομένων τὰ μὲν ἑψανά, τὰ δὲ ὠμὰ βρωτά; ἢ ὅσων οἱ χυμοὶ μὴ εὐθὺς ἐδώδιμοι, τούτων πυρωθέντων γλυκύτεροι γίνονται ὑπὸ τοῦ θερμοῦ, ὅσων δὲ εὐθύς, καὶ ὠμὰ ἐδώδιμα;

Διὰ τί τὰ μὲν ἑψανά, τὰ δὲ ὀπτανά; ἢ ὅτι τὰ μὲν ὑγρότερα οὐ τοσοῦτον, τὰ δὲ ξηρότερα οὐ μᾶλλον ξηρανθῆναι δεῖ; ἑψόμενα δὲ πάντα ὑγρότερα καὶ μαλακώτερα. τὰ δὲ ἧττον ὑγρὰ ἂν πυρωθῇ, γίνεται ξηρά.

Διὰ τί δὲ τὰ μὲν ἄβρωτά ἐστι, τὰ δὲ βρωτά; ἢ διὰ τοὺς χυμούς; ὅσα γὰρ καὶ ὠμὰ ἀπέπτους ἔχει καὶ πυρούμενα μὴ μεταβάλλει, ἄβρωτα. ὅσων δὲ βρωτὸς μὲν ὁ χυμὸς ἰσχυρότερος δέ, ταῦτα ἡδύσματά ἐστιν· τὰ γὰρ ἐν μικρῷ ἔχοντα πολλὴν δύναμιν τῶν βρωτῶν ἡδυντικὰ τῶν ἐν πολλῷ.

Διὰ τίνα αἰτίαν τὰ μὲν μέχρι σπέρματος τῶν φυτῶν ζῇ, εἶτα ἐνεγκόντα αὐαίνεται, οἷον ἡ πόα καὶ τὰ καλούμενα λάχανα, τὰ δὲ οὔ, ἀλλὰ πολλάκις φέρει; καὶ τῶν μέχρι σπέρματος ζώντων τὰ μὲν πολλὰ ἐπέτεια, τὸ δὲ ἱπποσέλινον τῷ ὑστέρῳ ἔτει φέρει καρπόν, καὶ ἐνέγκαν ἐξαυαίνεται;

ἢ ἅπαντα μὲν μέχρι τούτου ἀκμάζει, ἕως ἂν κατὰ τὸ σπέρμα ἀκμάζῃ; ἐπεὶ καὶ οἱ ἄνθρωποι μέχρι τριάκοντα ἐτῶν ἐπιδιδόασιν, ὁτὲ μὲν τῷ πλήθει, ὁτὲ δὲ τῇ παχύτητι. ὅταν δὲ μηκέτι δύνηται φέρειν, ὥσπερ ἐκεῖ, αὐαίνεται καὶ καταγηράσκει· τὰ δὲ βραδέως καὶ κατὰ λόγον. δι’ ἣν μὲν οὖν αἰτίαν τὰ μὲν βραχύβια, τὰ δὲ μακρόβιά ἐστιν, ἄλλος ἔστω λόγος· ἐπεὶ δ’ ἔστιν πᾶσιν ὅρος ἡ τοῦ σπέρματος τελείωσις, ἀνάγκη τοῖς μὲν βραχυβίοις ἅπαξ ἢ ὀλιγάκις ἐνεγκεῖν καρπόν, τοῖς δὲ μακροβίοις πολλάκις, ὥστε τὰ μὲν ἀσθενέστατα ἅπαξ ἐνέγκοι (διὸ ἀνάγκη αὐαίνεσθαι)· καὶ τούτων τὰ μὲν δυνάμενα ἐνιαυτῷ ἐπέτεια εἶναι, τὰ δέ, ὥσπερ τὸ ἱπποσέλινον, τῷ ὑστέρῳ ἔτει, ὥσπερ τὰ δένδρα καὶ τὰ φυτά.

Διὰ τί σελίνου, ἐάν τις περιορύξας μέχρι κάτω πρὸς τὰς ῥίζας περιβάλλῃ τῶν καχρυδίων, εἶτα ἄνωθεν τὴν γῆν, καὶ οὕτως ἄρδῃ, παμμεγέθεις γίνονται αἱ ῥίζαι; ἢ διότι τὸ καχρύδιον θερμὸν ὂν καὶ σομφὸν κατέχει μὲν σύνολκον τὴν τροφὴν καὶ οὐ προΐεται ἄνω, πέττει δὲ θερμὸν ὄν, ὥστε πολλὴν τὴν αὔξησιν γίνεσθαι;

Διὰ τί, ἐάν τις τὰς κολοκύνθας εὐθὺς μικρὰς οὔσας κρύψῃ τῇ γῇ ἢ τοὺς σικύους, μείζους γίνονται; ἢ διότι τὰ πνεύματα καὶ ὁ ἥλιος ξηραίνοντα ἀφαιροῦνται τὴν αὔξησιν, καὶ τοὺς ὄγκους ἐλάττους μὲν ποιοῦσιν πάντων, στιφροτέρους δέ, ὥσπερ καὶ τῶν δένδρων τά τε ἐν προσηνέμοις καὶ ἑλώδεσιν καὶ τὰ ἐν κοίλοις καὶ ἐφύδροις (τὰ μὲν γὰρ μεγάλα γίνονται καὶ σομφά, τὰ δὲ μικρὰ καὶ πυκνά)·

ἐν δὲ τῇ γῇ κρυφθέντα ἐναντία πάσχοντα ἐναντίως ἀποβαίνει. ὁμοίως δὲ καὶ τὰ εἰς ἀγγεῖα τιθέμενα, σίκυοι εἰς νάρθηκας κοίλους ἢ καλυπτῆρας καὶ ῥοιαὶ καὶ μῆλα εἰς χύτρας, τὰ μὲν μεγάλα σομφὰ δέ, οἱ δὲ μικροὶ στερροὶ αὐξανόμενοι, μὴ εἰς ἀντίτυπον. αἰτία δὲ ἡ τροφὴ πλείων γινομένη διὰ τὸ μήτε ἀποπνεῖσθαι, μήτε ξηραίνεσθαι· τὸ γὰρ ἀποστέγον κωλύει ταῦτα πάσχειν.

Διὰ τί τὰ σπέρματα τῶν δριμέων φυτῶν δριμύτερά ἐστιν ἢ αἱ ῥίζαι καὶ τὰ φύλλα; ἢ διότι ἐκ τοῦ σπέρματος γίνεται ἅπαντα, καὶ εἰς τὰ ἄλλα δίδοται μέρη ἐκ τούτου, οἱονεὶ ἐνυπάρχοντα, ὥς φασί τινες, καὶ οἱ χυμοὶ καὶ αἱ ὀσμαί, ἐπεὶ καὶ αἱ ὀσμαὶ ἴδιοι γίνονται ἅμα τοῖς σπέρμασιν ἅπασιν. εἰ οὖν ἐκ τούτου καὶ τοῖς ἄλλοις ἡ δριμύτης ὑπάρχει, εὔλογον καὶ αὐτὸ ὑπάρχειν μάλιστα.