Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί ἧττον ἱδροῦσιν ἐν αὐτῷ τῷ πονεῖν ἢ ἀνέντες; ἢ ὅτι πονοῦντες μὲν ποιοῦσιν, πεπονηκότες δὲ πεποιήκασιν; εἰκότως οὖν ἐκκρίνεται πλέον· ὁτὲ μὲν γὰρ γίνεται, ὁτὲ δὲ ἐστίν. ἢ ὅτι πονούντων μὲν συγκλείονται τῆς σαρκὸς οἱ πόροι διὰ τὴν κάθεξιν τοῦ πνεύματος, ὅταν δ’ ἀνῶσιν, ἀνοίγονται; διὸ καὶ τὸ πνεῦμα κατέχοντες ἧττον ἱδροῦσιν.

Διὰ τί οὐχὶ ὅταν τροχάζωμεν, ὁ ἱδρὼς πλείων, καὶ ὅταν ἐν κινήσει ᾖ τὸ σῶμα, ἀλλ’ ὅταν παύσωνται; ἢ ὄτι τότε μὲν ὥσπερ ὑπὸ τῆς χειρὸς ἢ ἄλλου τινος ἔστιν ὕδωρ ῥέον ἀποφρᾶξαι πανταχόθεν συναθροιζόμενον, ὅταν δὲ ἀφεθῇ,

πλέον ἢ ὅσον ἐξ ἀρχῆς. ὡς δὲ ὑπὸ τῆς χειρός, οὕτω καὶ ὑπὸ τοῦ πνεύματος ἔστιν ἀποληφθῆναι, ὥσπερ ἐν τῇ κλεψύδρᾳ, καὶ πάλιν πρὸς τὴν κύστιν· ἀπολαμβάνει γὰρ ἐντός. ὁμοίως οὖν πολλῆς κινήσεως οὔσης τὸ πνεῦμα ἐναπολαμβάνεται· διὸ καὶ αἱ φλέβες διατείνονται τοῦ ὑγροῦ οὐ δυναμένου ἐξιέναι. ἀπολαμβανόμενον δὲ ἀθρόον τὸ ὑγρόν, ὅταν ἀνεθῇ τὸ πνεῦμα, ἀθρόον ἐξέρχεται.

Διὰ τί, ὅταν πίωσιν, ἧττον ἱδροῦσιν ἐπιφαγόντες; ἢ διότι τὰ σιτία ἐπισπᾶται μὲν τὴν ὑγρότητα καθαπερεὶ σπόγγος ἐμπεσών, ἔστι δὲ κωλῦσαι τὴν ὁρμὴν οὐ μικρὸν μέρος, ὥσπερ ἐν τοῖς ῥεύμασι τὸ ἐπιλαβεῖν τοὺς πόρους προσενεγκάμενον τὴν τροφήν.

Διὰ τί οἱ ἀγωνιῶντες ἱδροῦσι τοὺς πόδας, τὸ δὲ πρόσωπον οὔ; μᾶλλον γὰρ εὔλογον, ὅταν πᾶν ἱδρῶσι τὸ σῶμα, τότε μᾶλλον καὶ τοὺς πόδας· ψυχρότατος γὰρ ὁ τόπος, διὸ ἥκιστα ἱδροῦσι. καὶ οἱ ἰατροὶ ἐν ταῖς ἀρρωστίαις μάλιστα περιστέλλειν τοὺς πόδας παραγγέλλουσιν, ὅτι εὔψυκτοί εἰσιν, ὥστε ἀρχὴν ῥᾳδίως ῥίγους ποιοῦσι καὶ τῷ ἄλλῳ σώματι. ἢ ὅτι καὶ ἡ ἀγωνία ἐστὶ θερμότητος οὐ μετάστασις ὥσπερ ἐν τῷ φόβῳ ἐκ τῶν ἄνω τόπων εἰς τοὺς κάτω (διὸ καὶ αἱ κοιλίαι λύονται τῶν φοβουμένων), ἀλλ’ αὔξησις θερμοῦ, ὥσπερ ἐν τῷ θυμῷ; καὶ γὰρ ὁ θυμὸς ζέσις τοῦ θερμοῦ ἐστι τοῦ περὶ τὴν καρδίαν· καὶ ὁ ἀγωνιῶν οὐ διὰ φόβον καὶ διὰ ψύξιν πάσχει, ἀλλὰ διὰ τὸ μέλλον.

Διὰ τί τὸ πρόσωπον ἐξέρυθροι γίνονται, οὐχ ἱδροῦσι δέ; ἢ διὰ τὸ μᾶλλον θερμαίνεσθαι, ὥστε τὸ μὲν ἐν τῷ προσώπῳ ὑγρὸν ξηραίνει ἡ θερμότης ἐπιπολάζουσα, τὸ δὲ ἐν τοῖς ποσὶ συντήκει διὰ τὸ ἐλάττων μὲν εἶναι, πλείων δὲ τῆς ἐμφύτου καὶ προϋπαρχούσης.

Διὰ τί καθεύδοντες ἱδροῦσι μᾶλλον ἢ ἐγρηγορότες; ἢ ὅτι ἔσωθεν ἡ ἀρχὴ τοῦ ἱδρῶτος, θερμότερα δὲ τὰ ἐντός, ὥστε καὶ ἐκκρίνει διαχέουσα ἡ ἐντὸς θερμότης τὸ ἐντὸς ὑγρόν. ὅτι ἀεὶ ἔοικεν ἀπορρεῖν τι τοῦ σώματος, ἀλλὰ διὰ τὸ μηθὲν εἶναι πρὸς ὃ προσπῖπτον ἁλισθήσεται λανθάνει. σημεῖον δέ· τὰ γὰρ κοῖλα τοῦ σώματος ἀεὶ ἱδροῖ.

Διὰ τί ἐν τοῖς πυριατηρίοις μᾶλλον ἱδροῦσιν ὅταν ᾖ ψῦχος; ἢ ὅτι τὸ θερμὸν οὐ βαδίζει ἔξω διὰ τὴν τοῦ ψυχροῦ περίστασιν (κωλύεται γὰρ ὑπὸ τούτου) ἀλλ’ ἐντὸς κατειλούμενον καὶ μένον διαλύει τὰ ἐν ἡμῖν ὑγρά, καὶ ἱδρῶτα ποιεῖ ἐξ αὐτῶν.

Διὰ τί ὠφελιμώτερός ἐστιν ὁ ἱδρώς, κἂν ἐλάττων ἐπέλθῃ, ὁ γυμνοῦ τροχάζοντος γενόμενος ἢ ὁ ἐν ἱματίῳ; ἢ τὸ μὲν πονεῖν τοῦ μὴ πονεῖν βέλτιόν ἐστι καθόλου, καὶ ὁ ἱδρὼς δὲ ὁ μετὰ πόνου τοῦ ἄνευ πόνου βελτίων ἐστί, καὶ ὁ μᾶλλον δὲ μετὰ πόνου τοῦ ἧττον βελτίων; μᾶλλον δ’ ἐστὶ μετὰ πόνου ὁ γυμνοῦ τροχάζοντος γινόμενος· ἐὰν γὰρ μὴ πολλῇ συντονίᾳ τροχάσῃ, οὐ δύναται ἱδρῶσαι γυμνὸς ὤν· ἐν ἱματίῳ γὰρ κἂν πάνυ μετρίως τροχάσῃ, ταχὺ ἱδροῖ διὰ τὴν ἀπὸ τοῦ ἱματίου ἀλέαν. καὶ εὐχρούστεροι δὲ γίνονται οἱ γυμνοὶ τρέχοντες τοῦ θέρους τῶν ἐν ἱματίοις, ὅτι ὥσπερ ἅπαντες οἱ ἐν τοῖς εὐπνουστέροις τόποις οἰκοῦντες εὐχρούστεροί εἰσι τῶν ἐν τοῖς καταπεπνιγμένοις οἰκούντων, οὕτω καὶ αὐτὸς αὑτοῦ ὁ ἄνθρωπος, ὅταν ὥσπερ ἐν εὐπνοίᾳ ᾖ, τότε εὐχρούστερός ἐστιν ἢ ὅταν καταπεπνιγμένος ᾖ καὶ περιεχόμενος ὑπό τινος ἀλέας πολλῆς, ὅ συμβαίνει μᾶλλον τῷ ἐν ἱματίῳ τρέχοντι. διὰ ταῦτα δὲ καὶ οἱ πολὺν χρόνον καθεύδοντες ἀχρούστεροί εἰσι τῶν μέτριον χρόνον καθευδόντων· καταπέπνικται γὰρ καὶ ὁ καθεύδων.

Διὰ τί οἱ ἀγωνιῶντες ἱδροῦσι τοὺς πόδας, τὸ δὲ πρόσωπον οὔ, ἐν τῷ ἄλλῳ βίῳ ἱδρούντων ἡμῶν μάλιστα μὲν τὸ πρόσωπον, ἥκιστα δὲ τοὺς πόδας; ἢ ὅτι ἡ ἀγωνία φόβος τίς ἐστι πρὸς ἀρχὴν ἔργου, ὁ δὲ φόβος κατάψυξις τῶν ἄνω· διὸ καὶ ὠχριῶσι τὰ πρόσωπα οἱ ἀγωνιῶντες. κινοῦνται δὲ καὶ σκαίρουσι τοῖς ποσί· ποιοῦσι γὰρ τοῦτο οἱ ἀγωνιῶντες καὶ καθάπερ γυμνάζονται· διόπερ εἰκότως ἱδροῦσι ταῦτα οἷς πονοῦσι καὶ τρίβουσι δὲ τὰς χεῖρας καὶ συγκαθιᾶσι καὶ ἐκτείνονται καὶ ἐξάλλονται καὶ οὐδέποτε ἠρεμοῦσιν· ὁρμητικοὶ γάρ εἰσι πρὸς τὸ ἔργον διὰ τὸ τὸ θερμὸν αὐτῶν ἠθροῖσθαι εἰς τὸν περὶ τὸ στῆθος τόπον ὄντα εὐσωματωδέστερον· ὅθεν πάντη διάττοντος αὐτοῦ τε καὶ τοῦ αἵματος συμβαίνει πυκνὴν καὶ ποικίλην γίνεσθαι κίνησιν. μάλιστα δὲ ἱδροῦσι τοὺς πόδας, ὅτι οὗτοι μὲν συνεχῶς πονοῦσιν, τὰ δὲ ἄλλα μέρη τοῦ σώματος ἀναπαύσεως τυγχάνει ταῖς τῶν σχημάτων καὶ κινήσεων μεταβολαῖς.

Διὰ τί ἐν τοῖς πυριατηρίοις οὔτε ἀθρόου τοῦ πυρὸς ὄντος μᾶλλον ἱδροῦσιν, οὔτ’ ἐλάττονος ἀεὶ γινομένου, ἀλλὰ πλείονος; ἐπεισφερομένου γὰρ τὰ πυριατήρια μᾶλλον ἱδροῦσιν ἢ εἴπερ εὐθὺς ἐξ ἀρχῆς τοσοῦτον ἦν τὸ πῦρ. ἢ τὸ μὲν πολὺ ἐκ πρώτης ξηρὰν λαμβάνον τὴν ἐπιπολῆς σάρκα καὶ δέρμα καίει καὶ ὀστρακοῖ, γενομένη δὲ τοιαύτη τέγγει τοὺς ἱδρῶτας. τὸ δὲ ὀλίγον μᾶλλον τὴν σάρκα ἀνιὲν αὐτήν τε ἀραιοῖ, καὶ τὰ ἐντὸς καθάπερ ὀργάζει πρὸς τὴν διάκρισιν καὶ ἐξαγωγήν. οὕτω δ’ ἐχούσης αὐτῆς, ἐπεισενεχθὲν πλέον πῦρ καὶ εἰσδυόμενον εἰς βάθος τῆς σαρκὸς δι’ ἀραιότητα ἐξατμίζει τε τὰ προμαλαχθέντα ὑγρά, καὶ τὰ λεπτὰ αὐτῶν ἀποκρῖνον ἐξάγει μετὰ τοῦ πνεύματος.

Πότερον δεῖ μᾶλλον τοῦ θέρους παρασκευάζειν τὸ ἱδροῦν ἢ τοῦ χειμῶνος; ἢ τοῦ μὲν χειμῶνος συστελλόμενον ἐντὸς τὸ θερμὸν ἐκπέττει καὶ πνευματοῖ τὰ ἐν ἡμῖν ὑγρά, διὸ πάντων αὐτῶν ἢ τῶν πλείστων ἀναλισκομένων οὐδὲν δεῖται συγγενοῦς ἀποκρίσεως. τοῦ δὲ θέρους δι’ ἀραιᾶς τῆς σαρκὸς ἐκπίπτοντος τοῦ θερμοῦ ἧττον πέττεται τὰ ἐν ἡμῖν ὑγρά· διὸ δεῖται ἀπαντλήσεως. ἐμμείναντα γὰρ διὰ τὴν ὥραν σήπεται καὶ νοσοποιεῖ. σήπεται γὰρ πᾶν τὸ σηπόμενον ὑπ’ ἀλλοτρίου θερμοῦ, ὑπὸ δὲ τοῦ οἰκείου πέττεται. ἐν μὲν οὖν τῷ θέρει τὸ ἀλλότριον ἰσχύει, διὸ σήπεται πάντα μᾶλλον ἐν αὐτῷ, ἐν δὲ τῷ χειμῶνι τὸ οἰκεῖον· διὸ οὐ σήπει ὁ χειμών.

Διὰ τί τῶν ἱδρώτων γινομένων ὑπὸ τῆς ἐντὸς θερμασίας ἢ ὑπὸ τῆς ἐκτὸς προσπιπτούσης, πρὸς ἐνίων ἱδρώτων φρίττομεν; ἢ διότι ὑπὸ μὲν τῆς ἐντὸς θερμασίας ὅταν ἐκπίπτωσιν ἐκ πολλοῦ τόπου εἰς ὀλίγον, συστελλομένοις πρὸς τὴν περιοχὴν παντελῶς τὰς τοῦ θερμοῦ περιόδους ἀποφράττουσιν, εἶτα ἡ φρίκη ἐγγίνεται; ἔτι τῆς σαρκὸς παντελῶς διαβρόχου γινομένης καὶ τοῦ θερμοῦ διεξιόντος. ἡ δὲ ἐκτὸς θερμασία προσπίπτουσα ἀραιοῖ τὸν χρῶτα πρῶτον· εἶτα τὸ ἐντὸς τῆς φύσεως θερμὸν ἀποκρινάμενον τὴν φρίκην ἐποίησεν.

Διὰ τί τῶν ἱδρώτων οἱ θερμοὶ κρίνονται βελτίους εἶναι τῶν ψυχρῶν; ἢ ὅτι πᾶς μὲν ἱδρὼς περιττώματός τινος ἔκκρισίς ἐστιν, εἰκὸς δὲ τὸ μὲν ὀλίγον περίττωμα ἐκθερμαίνεσθαι, τὸ δὲ πλεῖον μὴ ὁμοίως, ὥστε ὁ ψυχρὸς ἱδρὼς πολλοῦ περιττώματος ἂν εἴη σημεῖον· διὸ καὶ μακροτέρας τὰς νόσους δηλοῖ.

Διὰ τί τῶν ἱδρώτων διὰ θερμασίαν γινομένων πρὸς τὸ πολὺ πῦρ ἧττον ἱδροῦμεν; ἢ διότι ἤτοι σφόδρα θερμαινομένου τοῦ σώματος εἰς πνεύματα ὑγρὰ διαλύεται, ἢ

ἐκπίπτοντος τοῦ ὑγροῦ καὶ ταχὺ περιξηραινομένου τὴν αἴσθησιν οὐ λαμβάνομεν;

Διὰ τί τοῦ ἡλίου μᾶλλον θερμαίνοντος, ἐὰν μηδὲν περίβλημα ἔχωμεν, ... ἱδρῶτες γίνονται τοῖς ἱματίοις ἱματίοις εριστελλομένοις; καὶ περὶ τούτου ταὐτὰ ἐροῦμεν τῷ προτέρῳ.

Διὰ τί τῶν ὀξειῶν κινήσεων μᾶλλον θερμαίνειν δοκουσῶν, τῶν δὲ νωθρῶν ἧττον, αἱ πρὸς τὸ σιμὸν πορεῖαι νωθρότεραι οὖσαι ἱδρῶτάς τε μᾶλλον ἐκκρίνουσιν καὶ τὸ πνεῦμα προσιστᾶσιν, ὡς θερμαίνουσαι μᾶλλον τῶν κατάντων; ἢ ὅτι τοῖς βάρεσιν εἰς τὸ κάτω φέρεσθαι κατὰ φύσιν ἐστίν, εἰς δὲ τὸ ἄνω παρὰ φύσιν. ἡ οὖν τοῦ θερμοῦ φύσις ἡ φέρουσα ἡμᾶς πρὸς μὲν τὰ κατάντη οὐθὲν συμπονεῖ, πρὸς δὲ τὰ σιμὰ φορτηγοῦσα διατελεῖ. ὥστε διὰ μὲν τὴν τοιαύτην κίνησιν ἐκθερμαίνεται, καὶ μᾶλλον τοὺς ἱδρῶτας ἐκκρίνει, καὶ τὸ πνεῦμα προσίστησιν. συμβάλλεται δέ τι ἐν ταῖς πορείαις καὶ ἡ τοῦ σώματος σύγκαμψις πρὸς τὸ μὴ εὐθυπορεῖν τὸ πνεῦμα προσιστᾶσα.

Διὰ τί τῶν ἱδρώτων γινομένων, ὅσῳ ἂν ἐπιβάλληταί τις μᾶλλον, οὐχ οἱ τὰ πλεῖστα τῶν ἱματίων ἐπιβαλλόμενοι ἱδροῦσι; καὶ περὶ τούτου ταὐτὰ ἐροῦμεν τῷ ἐπάνω.

Διὰ τί τῶν σωμάτων ξηροτέρων ὄντων τοῦ θέρους ἢ τοῦ χειμῶνος, ἱδρωτικωτέρως διακείμεθα τοῦ θέρους; ἢ ὅτι τοῦ μὲν θέρους ἀραιῶν τῶν σωμάτων ὄντων τὸ τῆς φύσεως θερμὸν οὐ πολὺ κατέχεται; διαλύει οὖν τὰ ὑγρὰ εἰς πνεῦμα. τοῦ δὲ χειμῶνος πεπυκνωμένων ἐκτὸς τῶν σωμάτων, πολὺ κατειλημμένον τὸ τῆς φύσεως θερμὸν εἰς πνεῦμα

οὐ διαλύει τὰ ὑγρὰ. ἔτι δὲ καὶ τοῦ μὲν θέρους πολὺ προσφερόμεθα τὸ ὑγρόν, τοῦ χειμῶνος δὲ τοὐναντίον.

Διὰ τί οἱ ἀπὸ τοῦ αὐτομάτου γινόμενοι τοῖς ὑγιαίνουσιν ἱδρῶτες φαυλότεροι δοκοῦσιν εἶναι τῶν ὑπὸ τῶν πόνων; ἢ ὅτι οἱ μὲν πόνοι ἀπαντλοῦντες ἀεὶ τὸ περιττεῦον ὑγρὸν ξηροτέραν τὴν σάρκα παρασκευάζουσιν, ὥστε τὰς κοιλίας τῶν πόρων ὑγιεινὰς εἶναι καὶ τῇ τοῦ θερμοῦ ἠθίσει μηδεμίαν ἔμφραξιν γίνεσθαι, οἱ δ’ αὐτόματοι μὲν προσαγορευόμενοι ἱδρῶτες, γινόμενοι δ’ ἐξ ἀνάγκης, ὅταν ὑπὸ πλείονος ὑγρασίας συγχεομένων τῶν τῆς φύσεως πόρων τὰ θερμὰ μὴ παντελῶς καταλαμβάνηται, ἀλλ’ ἔτι ἀπομάχεσθαι καὶ ἐκκρίνειν αὐτὸ δύνηται, εὐλόγως νόσου σημεῖα φαίνεται. τότε γὰρ ὑπὸ πλείονος ὑγρασίας ἢ τοῦ συμμέτρου κατὰ φύσιν ψύχεται, ἥ τε σὰρξ δίομβρος γενομένη τὴν κακίστην πρὸς ὑγίειαν διάθεσιν λαμβάνει.

Διὰ τί τοῦ χειμῶνος ἱδρῶτες ἧσσον γίνονται, καὶ ἡμεῖς οὐχ ὁμοίως παρασκευάζειν βουλόμεθα, ὑγροτέρων ὄντων τῶν σωμάτων τοῦ χειμῶνος; ἢ ἧσσον μὲν ἱδροῦμεν, ὅτι τὰ ὑγρὰ τοῦ χειμῶνος πέπηγε καὶ συνέστηκε σφόδρα· δυσδιαλυτώτερα οὖν. οὐχ ὑπολαμβάνομεν δὲ δεῖν ἱδρωτοποιεῖσθαι τοῦ χειμῶνος, διότι ἡ τοιαύτη διάθεσις ὑγιεινή. ὁ δὲ τοὺς ἱδρῶτας ἐμποιῶν τήκει καὶ συγχεῖ τὴν ἕξιν· ἔτι τε καὶ ἀραιοτέραν τοῦ προσήκοντος ἐμποιῶν τό τε ἐντὸς θερμὸν ἀποκρίνων ἔλαττον ποιεῖ, ὥστε μὴ ὁμοίως δύνασθαι τῷ περιέχοντι ψυχρῷ ἀντιτετάχθαι· τό τε ἐκτὸς ὑγρὸν ῥᾳδιέστερον παρεμπεσεῖται τοῖς σώμασιν, ἀραιῶν τῶν πόρων διὰ τὰς ἱδρωτοποιίας 〈ὄντων〉.