Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί οὔτε συντείνουσιν οὔτε κατέχουσι τὸ πνεῦμα γίνεται ἱδρώς, ἀλλὰ μᾶλλον ἀνιεῖσιν; ἢ ὅτι τὸ πνεῦμα κατεχόμενον πληροῖ τὰς φλέβας, ὥστε κωλύει ἐξιέναι, ὥσπερ τὸ ὕδωρ τὸ ἐκ τῶν κλεψυδρῶν, ὅταν πλήρεις οὔσας ἐπιλάβῃ τις. ὅταν δὲ ἐξέλθῃ, πολὺς γίνεται διὰ τὸ ἐν αὐτῇ ἐπιληψίᾳ ἀθροισθῆναι κατὰ μικρόν.

Διὰ τί οὐχ ἱδροῦσι τὰ ἐν θερμῷ ὕδατι μέρη, οὐδ’ ἂν θερμὰ ᾖ; ἢ διότι κωλύει τὸ ὕδωρ τήκεσθαι, ὁ δὲ ἱδρὼς τὸ κακῶς προσῳκοδομημένον ἐστὶν ἐν τῇ σαρκί, ὃ κωλύει τήκεσθαι, ὅταν ἐκκρίνηται διὰ θερμότητα.

Διὰ τί ὁ ἱδρὼς ἁλμυρόν; ἢ διότι γίνεται ὑπὸ κινήσεως καὶ θερμότητος, ἀποκρινούσης ὅσον ἀλλότριον ἔνεστιν ἐν τῇ προσφύσει τῆς τροφῆς πρὸς αἷμα καὶ τὰς σάρκας ; τοῦτο γὰρ τάχιστα ἀφίσταται διὰ τὸ μὴ οἰκεῖον εἶναι καὶ ἔξω ἐξικμάζει. ἁλμυρὸς δ’ ἐστὶ διὰ τὸ τὸ γλυκύτατον καὶ κουφότατον εἰς τὸ σῶμα ἀνηλῶσθαι, τὸ δὲ ἀλλοτριώτατον καὶ ἀπεπτότατον ἀπολύεσθαι. τὸ τοιοῦτον δὲ ἐν μὲν τῇ κάτω ὑποστάσει οὖρον καλεῖται, ἐν δὲ σαρκὶ ἱδρώς· ἄμφω δὲ ἁλμυρὰ διὰ τὴν αὐτὴν αἰτίαν.

Διὰ τί τὰ ἄνω ἱδροῦσι μᾶλλον τῶν κάτω; πότερον τὸ θερμὸν ἄνω καὶ ἀνέρχεται καὶ ἔστιν ἄνω, τοῦτο δὲ ἄνω

φέρει τὸ ὑγρόν; ἢ ὅτι πνεῦμα ποιεῖ τὸν ἱδρῶτα, τοῦτο δὲ ἐν τοῖς ἄνω; ἢ διότι ἄπεπτον ὑγρὸν ὁ ἱδρώς ἐστι, τοιοῦτο δὲ ἐν τοῖς ἄνω; ἡ γὰρ κρᾶσις ἄνω.

Διὰ τί τὰς χεῖρας γυμναζομένοις μάλιστα ἱδρὼς γίνεται, ἐὰν τὰ ἄλλα ὁμοιοσχημονῶμεν; ἢ διότι ἰσχύομεν μάλιστα τούτῳ τῷ τόπῳ; τούτῳ γὰρ τὸ πνεῦμα κατέχομεν τῷ ἔγγιστα τοῦ ἰσχύοντος· πονοῦντες δὲ μᾶλλον ἰσχύομεν· οὕτω δὲ ἔχοντες τὸ πνεῦμα μᾶλλον κατέχομεν. εἶτα καὶ τῇ τριβομένῃ συμπονοῦμεν μᾶλλον ἢ ὅταν ἄλλο μέρος τριβώμεθα· τῇ γὰρ καθέξει τοῦ πνεύματος καὶ τριβόμενοι γυμναζόμεθα καὶ τρίβοντες.

Διὰ τί ὁ ἱδρὼς ἐκ τῆς κεφαλῆς ἢ οὐκ ὄζει ἢ ἦττον τοῦ ἐκ τοῦ σώματος; ἢ ὅτι εὔπνους ὁ τῆς κεφαλῆς τόπος; δηλοῖ δὲ μανὸς ὢν τῇ τῶν τριχῶν ἐκφύσει. δυσώδεις δὲ οἱ τόποι καὶ τὰ ἐν αὐτοῖς γίνεται ὅσα μὴ εὔπνοα.

Διὰ τί οἱ γυμναζόμενοι ἐὰν διαναπαυσάμενοι παλαίωσι, μᾶλλον ἱδροῦσιν ἢ ἐὰν συνεχῶς; ἢ διὰ τὸ ἀθροίζεσθαι διαναπαυομένων· ἔπειτα τοῦτον τὸν ἱδρῶτα ἐξάγει ὕστερον ἡ πάλη. ἡ δὲ συνεχὴς ἀναξηραίνει ὥσπερ ὁ ἥλιος.

Διὰ τί μᾶλλον ἱδροῦσιν, ὅταν μὴ διὰ πολλοῦ χρόνου χρῶνται ταῖς ἀφιδρώσεσιν; ἢ διότι οἱ ἱδρῶτες γίνονται οὐ μόνον δι’ ὑγρότητα, ἀλλὰ καὶ διὰ τὸ τοὺς πόρους ἀνεῷχθαι μᾶλλον καὶ ἀραιὰ τὰ σώματα εἶναι; τοῖς μὲν οὖν μὴ χρωμένοις συμμεμύκασιν οἱ πόροι, τοῖς χρωμένοις δ’ ἀναστομοῦνται.

Διὰ τί τοῦ ἡλίου μᾶλλον θερμαίνοντος τοὺς γυμνοὺς ἢ τοὺς ἀμπεχομένους, ἱδροῦσι μᾶλλον οἱ ἀμπεχόμενοι; πότερον ὅτι τοὺς πόρους συμμύειν ποιεῖ ἐκκαίων ὁ ἥλιος; ἢ διότι τὰς ἀτμίδας ξηραίνει; ἀμπεχομένοις δὲ ταῦτα ἧττον συμβαίνει.

Διὰ τί ἱδροῦσι μάλιστα τὰ πρόσωπα; ἢ ὅσα ἀραιὰ καὶ ὑγρὰ μάλιστα, διὰ δὲ τούτων ὁ ἱδρὼς διαπορεύεται. δοκεῖ δὲ πηγὴ εἶναι ἡ κεφαλὴ τοῦ ὑγροῦ· διὸ καὶ αἱ τρίχες, διὰ τὸ πολὺ ὑγρόν. ὁ δὲ τόπος ἀραιὸς καὶ ἰσχνός δίεισιν ἄρα κατὰ φύσιν.

Διὰ τί οὔτ’ ἀθρόου ὄντος τοῦ πυρὸς μᾶλλον ἱδροῦσιν, οὔτ’ ἐλάττονος ἀεί, ἀλλὰ πλείονος ἐπεισφερομένου; οἱ γὰρ ἐν τοῖς πυριατηρίοις ἱδροῦσι μᾶλλον ἢ εὐθὺς εἰ εἴη τοσοῦτον. ἢ ὅτι τὸ σύμμετρον ἕκαστον ἐργάζεται; οὐκοῦν εἰ τὸ τόσον ποιεῖ, τὸ πλεῖον οὐ ποιήσει πλεῖον ἢ μᾶλλον τοὐναντίον, ὅτι τῷ τὸ σύμμετρον εἶναι ἐργάζεται τὸ ἔργον. διὰ μὲν οὖν τοῦτο οὐχὶ πρὸς πλεῖον μᾶλλον ἱδροῦσιν, διὰ δὲ τὸ πρὸς ἕκαστον ἄλλην εἶναι συμμετρίαν, καὶ τὸ πεποιηκὸς μηκέτι ποιεῖν προστιθεμένου μᾶλλον. οὐ γὰρ ταὐτὸ προοδοποεῖται εἰς ἕκαστον καὶ ἐπιτηδείως ἔχειν παρασκευάζει, καὶ ἤδη τοῦτο ἐργάζεται, ἀλλ’ ἕτερον. τὸ μὲν οὖν ὀλίγον μᾶλλον ἢ πολὺ προωδοποίησεν καὶ παρεσκεύασεν τὸ σῶμα πρὸς τὸ ἱδροῦν· ἄλλης δὲ δεῖ συμμετρίας καὶ πλείονος πρὸς τὸ ποιῆσαι. τοῦτο δὲ οὐκέτι ποιεῖ ὃ πεποίηκεν, ἀλλὰ μετ’ αὐτὸ ὕστερον, ἄλλο τῆς συμμετρίας γινόμενον.

Διὰ τί ἀποστλεγγισαμένοις μᾶλλον ῥεῖ ὁ ἱδρὼς ἢ ἐῶσιν ἐπιμεῖναι; πότερον διὰ τὸ καταψύχεσθαι ὑπὸ τοῦ ἔξω; ἢ ὅτι ὥσπερ πῶμα γίνεται ὁ ἔξω ἱδρὼς ἐπὶ τοῖς πόροις, ὥστε κωλύει τοῦ ἔσωθεν τὴν ὁρμήν.

Διὰ τί τὸ πήγανον δυσώδεις τοὺς ἱδρῶτας ποιεῖ, καὶ ἔνια τῶν μύρων; ἢ ὅτι ὧν ἐν τῇ ὀσμῇ βαρύτης ἔνι, ταῦτα κεραννύμενα ταῖς περιττωματικαῖς ὑγρότησι κακωδεστέραν ποιεῖ τὴν ὀσμήν;

Διὰ τί ἱδροῦμεν τὸν νῶτον μᾶλλον ἢ τά πρόσθεν; ἢ ὅτι ἐν μὲν τῷ πρόσθεν ἐστὶ τόπος ἐντός, εἰς ὃν ἀποχετεύεται

τὸ ὑγρόν, ἐν δὲ τῷ ὄπισθεν οὐκ ἔστιν, ἀλλ’ ἔξω τὴν ἔκκρισιν ἀναγκαῖον γίνεσθαι. τὸ δ’ αὐτό ἐστιν αἴτιον καὶ ὅτι τὴν κοιλίαν ἧττον ἱδροῦμεν ἢ τὸ στῆθος. ἔτι δὲ ὅτι μᾶλλον διαφυλακτικόν ἐστι τοῦ ἱδρῶτος τὰ νῶτα καὶ τὰ ὄπισθεν ἢ τὰ πρόσθεν διὰ τὸ μᾶλλον τὰ ἔμπροσθεν τῶν ὄπισθεν ἀποψύχεσθαι. ὅπερ ἐστὶν αἴτιον καὶ τοῦ τὰς μασχάλας ἱδροῦν τάχιστα καὶ μάλιστα· ἥκιστα γὰρ ψύχονται. ἔτι δὲ σαρκωδέστερά ἐστι τὰ περὶ τὸν νῶτον τῶν πρόσθεν, ὥστε ὑγρότερα. πλείων δὲ ὑγρότης ἐστὶν ἐν τοῖς ὄπισθεν· ὁ γὰρ μυελὸς κατὰ τὴν ῥάχιν ὢν ὑγρασίαν πολλὴν παρέχει.

Διὰ τί ἐφ’ ἅ κατακείμεθα οὐχ ἱδροῦμεν; ἢ ὅτι θερμὸς ὢν ὁ τόπος ᾦ ἁπτόμεθα κωλύει διιέναι τὸν ἱδρῶτα· ἀναξηραίνει γὰρ αὐτόν. ἔτι δὲ θλίβεται, θλιβόμενον δὲ διαχεῖται τὸ αἷμα, οὗ συμβαίνοντος καταψύχεται μᾶλλον. σημεῖον δὲ ἡ νάρκη· κατάψυξίς τε γάρ ἐστι τὸ πάθος, καὶ γίνεται ἐκ θλίψεως ἢ πληγῆς.

Διὰ τί οἱ καθεύδοντες μᾶλλον ἱδροῦσιν; ἢ διὰ τὴν ἀντιπερίστασιν; ἀθροισθὲν γὰρ τὸ θερμὸν ἐντὸς ἐξελαύνει τὸ ὑγρόν.

Διὰ τί τὸ πρόσωπον μάλιστα ἱδροῦσιν ἀσαρκότατον ὄν; ἢ ὅτι εὐίδρωτα μὲν ὅσα ὕφυγρα καὶ ἀραιά, ἡ δὲ κεφαλὴ τοιαύτη; ὑγρότητα χὰρ οἰκείαν ἔχει πλείστην. δηλοῦσι δὲ αἱ φλέβες τείνουσαι ἐντεῦθεν, καὶ οἱ κατάρροι ἐξ αὐτῆς, καὶ ὁ ἐγκέφαλος ὑγρός, καὶ οἱ πόροι πολλοί. σημεῖον δὲ αἱ τρίχες ὅτι πολλοὶ οἱ πόροι εἰσί, περαίνοντες ἔξω. οὔκουν ἐκ τῶν κάτω ὁ ἱδρώς, ἀλλ’ ἐκ τῆς κεφαλῆς γίνεται. διὸ ἱδροῦσι καὶ πρῶτον καὶ μάλιστα τὸ μέτωπον·

ὑπόκειται γὰρ πρῶτον· τὸ δὲ ὑγρὸν κάτω ῥεῖ, ἀλλ’ οὐκ ἄνω.

Διὰ τί οἱ ἱδροῦντες ἐὰν ψυχθῶσιν ἢ ὕδατι ἢ πνεύματι, ναυτιῶσιν; πότερον τὸ ὑγρὸν ψυχθὲν ἔστη ἀθρόον, ἔμπροσθεν οὐκ ἠρεμοῦν διὰ τὸ ῥεῖν; ἢ καὶ τὸ πνεῦμα διιὸν ἔξω γινόμενον ἱδρὼς διὰ τὴν ψύξιν, τοῦτο ἔσω ψυχθὲν πρὶν ἐξελθεῖν ὑγρὸν ἐγένετο, καὶ προσπεσὸν ποιεῖ τὴν ναυτίαν;

Διὰ τί ποτε ἐκ τῆς κεφαλῆς καὶ τῶν ποδῶν μάλιστα οἱ ἱδρῶτες γίνονται θερμαινομένων; ἢ ὅτι τὸ θερμαινόμενον ἐφέλκει ἐφ’ ἑαυτὸ τὸ ὑγρόν, τὸ δὲ ὑγρὸν οὐκ ἔχει ὅπῃ καταναλίσκηται διὰ τὸ εἶναι τοὺς τόπους τούτους ὀστώδεις. ἐκπίπτει οὖν ἔξω.

Διὰ τί οἱ πονοῦντες, ὅτε παύσονται, ἱδροῦσιν; ἔδει γάρ, εἴπερ ὁ πόνος αἴτιος, ὅταν πονῶσιν. πότερον ὅτι πονούντων μὲν ὑπὸ τοῦ πνεύματος αἱ φλέβες ἐμφυσώμεναι τοὺς πόρους συμμεμυκέναι ποιοῦσι, παυσαμένων δὲ συνίζουσιν, ὥστε δι’ εὐρυτέρων γινομένων τῶν πόρων ῥᾷον διέρχεται τὸ ὑγρόν. ἢ ὅτι πονούντων μὲν ἀποκρίνει ἡ κίνησις ἐκ τοῦ συμπεφυκότος ὑγροῦ πνεῦμα, καὶ διὰ θερμότητα τὴν ἀπὸ τῆς κινήσεως γίνεται τὸ ὑγρὸν πνεῦμα ἐπιπολῆς· ὅταν δὲ παύσηται πονῶν, ἅμα καὶ ἡ θερμότης λήγει, καὶ ἐκ τοῦ πνεύματος πυκνουμένου ὑγρότης γίνεται, ὁ καλούμενος ἱδρώς.