Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί τοῦ χειμῶνος αἱ φωναὶ βαρύτεραι; ἢ ὅτι παχύτερος ὁ ἀήρ, παχυτέρου δὲ ὄντος βραδυτέρα ἡ κίνησις, ὥσθ’ ἡ φωνὴ βαρυτέρα. ἢ διότι διὰ τῶν στενῶν βραδύτερον χωρεῖ ὁ ἀήρ, συμφράττεται δὲ τὸ περὶ τὸν φάρυγγα ὑπό τε τοῦ ψυχροῦ καὶ τοῦ ἐπιρρέοντος φλέγματος.

Διὰ τί τὰ παιδία καὶ αἱ γυναῖκες καὶ οἱ εὐνοῦχοι καὶ οἱ γέροντες φθέγγονται ὀξύ; ἢ ὅτι θάττων κίνησίς ἐστιν ἡ ὀξυτέρα; ἔστι δὲ τὸ αὐτὸ πλείονος δυσκινητότερον, ὥστε οἱ ἐν ἀκμῇ πλείω συνεπισπῶνται τὸν ἀέρα· οὗτος οὖν βραδύτερον ἰὼν βαρυτέραν παρασκευάζει τὴν φωνήν. ἐν δὲ τοῖς παιδίοις καὶ εὐνούχοις διὰ τὸ ἐλάττω ἔχειν ἐναντίως. τρέμειν δὲ τοὺς πρεσβύτας οὐ δυναμένους κρατεῖν, ὥσπερ τοῖς ἀδυνάτοις καὶ παιδίοις, ὅταν μακρὸν ξύλον λάβωσιν ἀπ’ ἄκρου, τὸ ἕτερον ἄκρον σείεται διὰ τὸ μὴ κρατεῖν. (διὰ τοῦτο καὶ οἱ πρεσβῦται τρέμουσιν διὰ τὸ μηκέτι κρατεῖν). τὸ αὐτὸ δὲ ὑποληπτέον

καὶ ἐπὶ τῶν ἀγωνιώντων καὶ φοβουμένων καὶ ῥιγώντων αἴτιον τοῦ τρόμου τῆς φωνῆς. τοῦ γὰρ ἔχοντος τὴν φωνὴν τοιαύτην, τῶν τοιούτων παθῶν εἴσω περιεστηκότος τοῦ πλείστου, λοιπὸν ὀλίγον ὂν οὐ δύναται κρατεῖν τῆς φωνῆς· διὸ καὶ σείεται καὶ τρέμει. διὸ καὶ οἱ τεχνικοὶ τῶν συνειδότων ὅτι ἀγωνιῶσι μικρὸν διαλέγονται ἀπ’ ἀρχῆς, καὶ ἄχρι οὗ ἂν καταστῶσιν· μικρᾶς γὰρ οὔσης τῆς φωνῆς ῥᾷον κρατοῦσιν.