Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί ἄνθρωπος γίνεται ἐκ γενετῆς χωλὸς μάλιστα τῶν ἄλλων ζῴων; πότερον ὅτι ἰσχυρὰ τῶν ἄλλων ἐστὶ σκέλη τῶν ζῴων; ὀστώδη γὰρ καὶ νευρώδη καὶ τετράποδα καὶ οἱ ὄρνιθες ἔχουσιν, οἱ δὲ ἄνθρωποι σαρκώδη· διὰ τὴν ἁπαλότητα οὖν θᾶττον πηροῦνται ἐν τῇ κινήσει. ἢ διότι μόνον τῶν ζῴων πολλοὺς ἔχει χρόνους τῆς γενέσεως; καὶ γὰρ ἑπτάμηνα καὶ ὀκτάμηνα καὶ δεκάμηνα γίνεται. τοῖς δ’ ἄλλοις εἷς χρόνος τῆς τελειώσεως γέγονεν οὐ διατρίψας· τοῖς δ’ ἀνθρώποις πολὺς ὁ χρόνος γίνεται τῆς ἐν πλήθει διατριβῆς, ὥστε κινουμένων διὰ τὸ ἁπαλὰ εἶναι καὶ θραύεται τὰ ἀκρωτήρια ἐν τῷ πλείονι χρόνῳ πλείω.

Διὰ τί οἱ εὐνοῦχοι ἑλκώδεις τὰς κνήμας ἴσχουσι καὶ σαπράς; πότερον ὅτι καὶ αἱ γυναῖκες, οἱ δ’ εὐνοῦχοι γυναικικοί; ἢ τοῦτο μὲν συμβέβηκεν, αἴτιον δὲ καὶ ταῖς γυναιξὶν ὅτι ἡ θερμότης κάτω ὁρμᾷ. δηλοῖ δὲ τὰ γυναικεῖα. διὸ οὐδὲ οἱ εὐνοῦχοι οὐδὲ γυναῖκες δασεῖς γίνονται, διὰ πολλὴν ὑγρότητα.

Διὰ τί τῶν ζῴων οὐθὲν λιθιᾷ ἀλλ’ ἢ ἄνθρωπος; ἢ ὅτι τῶν μὲν ὑποζυγίων καὶ τῶν πολυωνύχων οἱ πόροι τῆς κύστεως εὐρεῖς εἰσίν; ὅσα δὲ μὴ τὸ πρῶτον, ὕστερον δὲ ζῳοτοκεῖ ἐν αὐτοῖς, οἷον ἔνιοι τῶν ἰχθύων, τούτων δὲ οὐδὲν κύστιν ἔχει, ἀλλ’ εἰς τὴν κοιλίαν αὐτοῖς ἡ τοιαύτη συνθλίβεται ὑπόστασις, οἷον καὶ τοῖς ὄρνισιν, ὥστε ταχὺ καὶ διεξέρχεται κατὰ τὴν ἕδραν. ὁ δὲ ἄνθρωπος κύστιν τε ἔχει καὶ στενὸν τὸν καυλὸν ὡς κατὰ μέγεθος. διὰ μὲν οὖν τὸ ἔχειν τοῦτο τὸ μόριον συνθλίβεται τὸ γεῶδες εἰς τὴν κύστιν (διὸ καὶ χρώζονται αἱ ἀμίδες ὑπ’ αὐτοῦ), διὰ δὲ τὴν θερμότητα τοῦ τόπου συμπέττεται καὶ παχύνεται μᾶλλον, ἐμμένει δὲ καὶ αὐξάνεται διὰ τὴν στενότητα τοῦ οὐρητῆρος· οὐ γὰρ δυνάμενα τὰ γεώδη ὑποστήματα ῥᾳδίως ὑπεξιέναι, πρὸς ἄλληλα ὑποστρεφόμενα γίνεται λίθος.

Διὰ τί οὐκ ἐρεύγεται τὰ ὑποζύγια, οὐδὲ οἱ βόες καὶ τὰ κερατοφόρα, οὐδὲ οἱ ὄρνιθες; ἢ διὰ ξηρότητα τῆς κοιλίας; ταχὺ γὰρ ἀναλίσκεται τὸ ὑγρὸν καὶ διηθεῖται· ἐμμένοντος δὲ καὶ πνευματουμένου γίνεται ὁ ἐρευγμός. τοῖς δὲ λοφούροις διὰ μῆκος τοῦ αὐχένος εἰς τὸ κάτω ὁρμᾷ τὸ πνεῦμα, διὸ καὶ ἀποψοφοῦσι μάλιστα. οἱ ὄρνιθες δὲ καὶ τὰ κερατοφόρα οὐ ποιεῖ οὐδέτερον. οὐδὲ ἐρεύγονται δὲ ὅσα μηρυκάζει, διὰ τὸ πολλὰς ἔχειν κοιλίας καὶ τὸν καλούμενον κεκρύφαλον· διὰ πολλῶν οὖν γίνεται καὶ ἄνω καὶ κάτω τῷ πνεύματι ἡ πορεία, καὶ φθάνει ἀναλισκόμενον τὸ ὑγρὸν πρὶν ἐμπνευματωθῆναι καὶ ποιῆσαι ἢ ἐρυγεῖν ἢ ψοφῆσαι.

Διὰ τί ὅσα μὲν ἥμερα τῶν ζῴων ἐστί, πάντως καὶ ἄγρια, ὅσα δὲ ἄγρια, οὐ πάντως ἥμερα; καὶ γὰρ ἄνθρωποί που φαίνονται ἄγριοι ὄντες καὶ κύνες ἐν Ἰνδοῖς καὶ ἵπποι καὶ

ἄλλοθι, ἀλλ’ οὐ λέοντες ἥμεροι οὐδὲ παρδάλεις οὐδ’ ἔχεις οὐδ’ ἄλλα πολλά. ἢ ὅτι ῥᾷον τὸ φαῦλον καὶ γενέσθαι ἔξ ἀρχῆς καὶ μεταβαλεῖν εἰς αὐτό; ἡ γὰρ φύσις οὐχ ἡ πρώτη, ἀλλ’ ἡ ἐν τέλει ἐργώδης τυχεῖν εὐθύς. διὸ πάντα καὶ τὰ ἥμερα ἄγρια γίνονται τὸ πρῶτον μᾶλλον ἢ ἥμερα, οἷον παιδίον ἢ ἀνὴρ παμφάγον καὶ τῷ θυμῷ ζῶν· ἀλλὰ ἀσθενέστερα. ὥσπερ οὖν καὶ ἐπὶ τῶν ἔργων τῆς τέχνης, οὕτως ἔχει καὶ ἐπὶ τῶν τῆς φύσεως ἔργων. καὶ γὰρ ἐπὶ τούτων πάντ’ ἐστὶ φαύλως εἰργασμένα, καὶ πλείω τὰ φαῦλα, κλίνη καὶ ἱμάτιον καὶ ἄλλ’ ὁτιοῦν. καὶ ὃ μέν ἐστι καλόν, λαβεῖν ἔστιν ἅπαν καὶ φαῦλον, ὃ δὲ φαῦλον οὐ πᾶν καὶ καλόν, οἷον εἴ τις ἐπὶ τῶν ἀρχαίων γραφέων καὶ ἀνδριαντοποιῶν ἐπισκοπεῖ τὰ ἔργα· οὐ γὰρ ἦν πώποτε οὐδαμῇ γραφὴ σπουδαία οὐδὲ ἀνδριάς, φαῦλα δὲ ἦν. ὁμοίως δὲ καὶ ἡ φύσις φαῦλα μὲν πάντα ποιεῖ, καὶ πλείους καὶ πλείω, σπουδαῖα δ’ ἐλάττω, καὶ οὐ πάντα δύναται. τὸ δὲ ἥμερον βέλτιον, τὸ δὲ ἄγριον φαῦλον. φύσει δὲ οὐ τῇ ἐξ ἀρχῆς, ἀλλ’ ἐφ’ ἣν οἶμαι †, ῥᾷον ποιεῖ σπουδαῖα καὶ ἥμερα. τὰ δὲ ἐναντία ἢ οὐδέποτε ἢ μόλις, καὶ ἔν τισι τόποις καὶ ἐν χρόνοις, ἢ ἀρτίου, ἢ ποτὲ ἔν τινι κράσει τοῦ ὅλου, γίνονται ἥμερα τὰ ζῷα πάντα. τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῶν φυτῶν πάντων ἐστίν· ὅσα μὲν γὰρ ἥμερα, καὶ ἄγρια, οὐ πάντα δὲ δύναται ἡμεροῦσθαι, ἀλλ’ ὅμως εἰσὶν ἐν ἰδίᾳ χώρᾳ πρὸς πολλὰ ἰδίως ἔχοντα, ὥστε ἠμελημένα καὶ ἄγρια κρείττω καὶ ἡμερώτερα φύεσθαι τῶν ἐν ἄλλῃ γεωργουμένων.

Διὰ τί τοῖς μὲν ἀνθρώποις οἱ ὀμφαλοὶ μεγάλοι γίνονται,

τοῖς δ’ ἄλλοις ζῴοις οὐ φανεροί; ἢ διότι τοῖς μὲν διὰ τὸ πολὺν χρόνον εἴσω ἐμμένειν ἀφαυαίνονται καὶ εὐθὺ τείνονται, ὅλον δ’ ἐπανοιδοῦσι τὰ ἕλκη, διὸ ἔνιοι τῶν ὀμφαλῶν καὶ αἰσχίους εἰσίν· ὁ δὲ ἄνθρωπος ἀτελὴς ἐξέρχεται, ὥστε ἔφυγροι καὶ ἔναιμοι οἱ ὀμφαλοὶ ἀκολουθοῦσιν. ὅτι δὲ τὰ μὲν τετελειωμένα, τὰ δὲ ἀτελῆ ἐξέρχεται, σημεῖον, ὅτι τὰ μὲν εὐθὺς δύναται ζῆν, τὰ δὲ παιδία ἐπιμελείας δεῖται.

Διὰ τί τὰ μὲν τῶν ζῴων ἅπαξ ὀχεύεται, τὰ δὲ πολλάκις, καὶ τὰ μὲν ὥρᾳ ἔτους, τὰ δ’ ὅτε ἔτυχεν, ἄνθρωπος μὲν ἀεί, τὰ δὲ ἄγρια οὐ πολλάκις, καὶ ὗς μὲν ἄγριος ἅπαξ, ἥμερος δὲ πολλάκις; ἢ διὰ τὴν τροφὴν καὶ ἀλέαν καὶ πόνον; ἐν πλησμονῇ γὰρ Κύπρις. ἔπειτα τὰ αὐτὰ ἄλλοθι μὲν ἅπαξ τίκτει, ἄλλοθι δὲ πλεονάκις, οἷον τὰ πρόβατα ἐν Μαγνησίᾳ καὶ Λιβύῃ τίκτει δίς. τὸ δ’ αἴτιον ἡ πολυχρονία τοῦ τόκου· οὐ γὰρ ἐπιθυμεῖ ὅταν πλησθῇ, ὥσπερ οὐδὲ τροφῆς τὰ πλήρη. τὰ δὲ κυοῦντα ἧττον ὀχείας ἐπιθυμεῖ διὰ τὸ μὴ γίνεσθαι τὴν κάθαρσιν.

Διὰ τί τῶν ἀνθρώπων οἱ ἀραιοὺς ἔχοντες τοὺς ὀδόντας βραχύβιοι ὡς ἐπὶ τὸ πολύ; ἢ ὅτι σημεῖον τοῦ τὸ ὀστοῦν πυκνὸν εἶναι, ὡς ὁ ἐγκέφαλος ἀσθενὴς οὐκ εὐπνοῶν, ὥστε ὑγρὸς ὢν τὴν φύσιν ταχὺ σήπεται; καὶ γὰρ τὰ ἄλλα μὴ κινούμενα καὶ ἀπατμίζοντα. διὸ καὶ ἄνθρωπος τὴν κεφαλὴν δασύτατον, καὶ τὸ ἄρρεν τοῦ θήλεος μακροβιώτερον διὰ τὰς ῥαφάς. δεῖ δὲ ἰδεῖν καὶ ἐπὶ τῶν ἄλλων.

Διὰ τί δὲ ὅσοι τὴν διὰ τῆς χειρὸς τομὴν ἔχουσι δι’

ὅλης, μακροβιώτεροι; ἢ διότι τὰ ἄναρθρα βραχυβιώτατα, ὡς τὰ ἔνυγρα; εἰ δὲ τὰ ἄναρθρα βραχύβια, δῆλον ὅτι τὰ ἠρθρωμένα τοὐναντίον. τοιαῦτα δὲ ὧν καὶ τὰ φύσει ἄναρθρα μάλιστα ἤρθρωται· τῆς δὲ χειρὸς τὸ εἴσω ἀναρθρότατον.

Διὰ τί τῶν ζῴων ἄνθρωπος ἢ μόνον ἢ μάλιστα διαστρέφεται; ἢ ὅτι ἢ μόνον ἢ μάλιστα ληπτὸν ἐν τῇ νηπιότητι γίνεται, ὅτε καὶ διαστρέφεσθαι συμβαίνει πᾶσιν.

Διὰ τί τῶν ζῴων ἄνθρωπος μάλιστα καπνίζεται; ἢ ὅτι μάλιστα δακρύει, ἡ δὲ κάπνισις μετὰ δακρύου;

Διὰ τί ἵππος ἵππῳ χαίρει καὶ ἐπιθυμεῖ, ἄνθρωπος δὲ ἀνθρώπῳ, καὶ ὅλως δὲ τὰ συγγενῆ τοῖς συγγενέσι καὶ ὁμοίοις; οὐ γὰρ δὴ ὁμοίως ὅτι πᾶν ζῷον καλόν, ἡ δὲ ἐπιθυμία τοῦ καλοῦ. ἔδει οὖν τὸ καλὸν ἥδιον εἶναι. νῦν δὲ μᾶλλον οὐ πᾶν κάλλος ἡδύ, τὸ καλὸν † καὶ τὸ ἡδύ. οὐδὲ πᾶσιν ἡ ἡδονὴ ἢ τὸ καλὸν ἡδύ, οἷον φαγεῖν ἢ πιεῖν ἐστὶν ἥδιον ἑτέρῳ καὶ ἀφροδισιάσαι ἄλλῳ. διότι μὲν οὖν ἕκαστον τῷ συγγενεῖ μιγνύμενον μάλιστα καὶ ἥδιστα ἀφροδισιάζει, ἄλλο πρόβλημα· ὅτι δὲ καὶ κάλλιστον, οὐκ ἔστιν ἀληθές. ἀλλὰ ἡμεῖς τὸ εἰς τὴν συνουσίαν ἡδύ οἰόμεθα καλόν, ὅτι ἐπιθυμοῦντες χαίρομεν ὁρῶντες. καίτοι καὶ ἐπὶ τῶν ἄλλων ἐπιθυμιῶν ἔχει ὁμοίως· διψῶντες γὰρ ἥδιον ὁρῶσι τὸ πόμα. τὸ μὲν οὖν πρὸς χρείαν τινὰ καλόν, οὗ καὶ μάλιστα ἐπιθυμοῦμεν, τοῦτο δοκεῖ ἥδιστον εἶναι, τὸ δὲ

καθ’ αὑτὸ οὐκέτι οὕτως. σημεῖον δὲ τούτου· δοκοῦσι γὰρ ἡμῖν καὶ ἄνδρες καλοὶ εἶναι, πρὸς τὴν συνουσίαν βλέψασιν. ἆρ’ οὖν οὕτως ὥστε καὶ ἡσθῆναι ὁρῶσι μᾶλλον τῶν εἰς συνουσίαν; οὐδέν γε κωλύει, εἰ μὴ ἐπιθυμοῦντες τύχοιμεν. οὕτω δὲ πόμα κάλλιον· εἰ γὰρ διψῶντες τύχοιμεν, ἥδιον ὀψόμεθα.

Διὰ τί ποτε τοῦ μὲν ἀνθρώπου τὰ ἔμπροσθεν δασύτερα τῶν ὄπισθέν ἐστι, τῶν δὲ τετραπόδων τὰ ὄπισθεν; ἢ ὅτι πάντα τὰ δίποδα τὰ ἔμπροσθεν ἔχει δασύτερα; οἱ γὰρ ὄρνιθες τὸν αὐτὸν τρόπον τοῖς ἀνθρώποις ἔχουσιν. ἢ τὰ ἀσθενέστερα μᾶλλον ἀεὶ σκεπάζειν ἡ φύσις εἴωθεν, ἀσθενὲς δὲ ἕκαστόν ἐστί τινα τρόπον. τῶν δὲ τετραπόδων ἁπάντων τὰ ὄπισθεν ἀσθενέστερά ἐστι τῶν ἔμπροσθεν διὰ τὸν τόπον· ὑπὸ γὰρ τῶν ψυχῶν καὶ καυμάτων μᾶλλον δυνατά ἐστι πάσχειν· τῶν δὲ ἀνθρώπων τὰ ἔμπροσθεν ἀσθενέστερά ἐστι καὶ τὸ αὐτὸ πέπονθεν.

Διὰ τί ἄνθρωπος μάλιστα τῶν ζῴων πτάρνυται; ἢ ὅτι καὶ κορυζᾷ μάλιστα; τούτου δ’ αἴτιόν ἐστιν ὅτι τοῦ θερμοῦ ὄντος περὶ τὴν καρδίαν καὶ πεφυκότος ἄνω φέρεσθαι τοῖς μὲν ἄλλοις ζῴοις ἡ κατὰ φύσιν αὐτοῦ φορά ἐστιν ἐπὶ τοὺς ὤμους, ἐντεῦθεν δὲ ἐξ ἀνακλάσεως σχιζόμενον τὸ μὲν ἐπὶ τὸν τράχηλον καὶ τὴν κεφαλὴν φέρεται αὐτοῦ, τὸ δὲ εἰς τὴν ῥάχιν καὶ τὴν ὀσφύν, διὰ τὸ ἐπὶ τῆς αὐτῆς εὐθείας εἶναι πάντα ταῦτα καὶ παρὰ τὴν βάσιν. φερόμενον δὲ ὁμοίως τὸ σῶμα καὶ τὰ ὑγρὰ μερίζει εἰς αὐτὰ ὁμαλῶς· ἕπεται γὰρ τὰ ὑγρὰ τῷ θερμῷ. διὸ οὐδὲ πάνυ κορυζᾷ τὰ τετράποδα ζῷα, οὐδὲ πτάρνυται· ὁ γὰρ πταρμὸς ἢ πνεύματος ἀθρόου φορά ἐστιν, ὑγρῶν ἐξατμιζόντων τι μᾶλλον τοῦ σώματος, ἢ ὑγρῶν ἀπέπτων. διὸ πρὸ τῶν κατάρρων γίνεται, ἅ οὐ συμβαίνει τοῖς ἄλλοις ζῴοις, διὰ τὸ τὴν τοῦ θερμοῦ φορὰν ὁμαλίζειν ἐν αὐτῷ εἰς τὸ πρόσθεν καὶ ὄπισθεν.

τοῦ τε ἀνθρώπου πρὸς ὀρθῇ πεφυκότος τῇ βάσει, καθάπερ τὰ φυτά, συμβαίνει τοῦ θερμοῦ φορὰν ἐπὶ τὴν κεφαλὴν γίνεσθαι πλείστην καὶ σφοδροτάτην. φερόμενόν τε ἐνταῦθα ἀραιοῖ καὶ θερμαίνει τοὺς περὶ αὐτὴν πόρους. ὄντες δὲ τοιοῦτοι δεκτικοὶ γίνονται τῶν ὑγρῶν μᾶλλον ἢ οἱ κάτω τῆς καρδίας πόροι. ὅταν οὖν συμβῇ ἐξυγρασθῆναι μᾶλλον τοῦ δέοντος καὶ καταψυγῆναι, ἔξωθεν συμβαίνει τὸ θερμόν, τροφήν τε ἔχον καὶ συστελλόμενον ἐντός, αὔξεσθαι, αὐξανόμενον δὲ φέρεσθαι ἐπὶ τὴν κεφαλὴν καὶ τοὺς ἐν αὐτῇ πόρους· εἰς οὓς ἀκολουθοῦντα τὰ ὑγρά, ὄντα λεπτὰ καὶ ἄπεπτα, πληροῖ αὐτοὺς καὶ τοὺς κατάρρους ποιεῖ, καὶ πταρμοὺς ὁμοίως. ἐν γὰρ ταῖς ἀρχαῖς τῶν κατάρρων τὸ θερμὸν προαναφερόμενον τοῦ ὑγροῦ, καὶ πνευματοῦν τοὺς πόρους, τῇ τ’ ἐκβολῇ τοῦ πνεύματος τοὺς πταρμοὺς ποιεῖ καὶ τῇ πρὸ τῶν ὑγρῶν ἀναγωγῇ, ἅ ἐστι λεπτὰ καὶ δριμέα. διὸ καὶ συμβαίνει μετὰ τῶν τῆς κορύζης πταρμῶν ὑδατώδη ἀπομύττεσθαι. πάντων δὲ τούτων ὁρμησάντων τὰ συνεχῆ καὶ πάθος ἔχοντα ὑγρὰ ἐφίσταται αὐτοῖς, καὶ ἐμφράττει τοὺς περὶ τὴν κεφαλὴν καὶ τὴν ῥῖνα πόρους· ὀγκηρότερα γὰρ γινόμενα καὶ διατείνοντα ποιεῖ τοὺς περὶ τὴν κεφαλὴν πόνους. σημεῖον δὲ τὸ μήτ’ ἐκτὸς ἢ δι’ αὐτῶν πνεῦμα ἀφεῖσθαι. διὸ οὔτε πτάρνυνται οὔτε ὀσφραίνονται οἱ κορυζῶντες. οἱ δὲ ἄνευ κορύζης γινόμενοι διὰ μὲν τὰς αὐτὰς αἰτίας γίνονται, μικρὰς δὲ καὶ ἐλαφρὰς ἀρχὰς λαβόντες. ὥστε συναχθέντα τὰ ὑγρὰ τῷ θερμῷ, ἐκπνευματούμενα ὑπ’ αὐτοῦ δι’ ὀλιγότητα, εἰσπίπτει κατὰ τὰς ῥῖνας. ποιεῖ δὲ τὸν ψόφον τοῦ πνεύματος οὐχ ἧττον ἡ βία τῆς φορᾶς ἢ τὸ πλῆθος αὐτοῦ. ἐνεχθέντος γὰρ τοῦ θερμοῦ πρὸς ὀρθὴν πρὸς τὸν ἐγκέφαλον καὶ προσπεσόντος αὐτῷ, ἀνακλᾶται ἐπὶ
τὰς ῥῖνας διὰ τὸ τοὺς ταύτῃ πόρους ἐκτὸς ἀπὸ τοῦ ἐγκεφάλου διατείνειν. παρὰ φύσιν οὖν τῆς ἐκ τῆς κλάσεως φορᾶς γινομένης ἐπὶ τὰς ῥῖνας τῷ πνεύματι, σφοδρὰν συμβαίνει γίνεσθαι· διὸ ποιεῖ τοὺς ψόφους. τῶν δὲ ἄλλων ζῴων συμβαίνει μάλιστα κορυζᾶν τοὺς ὄρνιθας διὰ τὸ μάλιστα ὁμοιόσχημον εἶναι ἀνθρώπῳ· ἧττον δὲ ἢ ἄνθρωπος πάσχει αὐτό, ὅτι τὰ πολλὰ κάτω ἔχει τὴν κεφαλὴν διὰ τὸ τὴν νομὴν ἀπὸ τῆς γῆς εἶναι.

Διὰ τί τὰ θαλάττια ζῷα τῶν ἐν τῇ γῇ μείζω καὶ εὐτραφέστερά ἐστιν; ἢ ὅτι ὁ ἥλιος καταδαπανῶν τὰ περιέχοντα τὴν γῆν ἀφαιρεῖται τὴν τροφήν; διὸ καὶ τὰ κατακεκλειμένα εὐτραφέστερά ἐστιν. πάντων οὖν τούτων ἀπήλλακται τὰ θαλάττια ζῷα.

Διὰ τί ποτε τὰ μὲν ἄλλα ζῷα πλεονάκις τὴν ξηρὰν τροφὴν ἢ τὴν ὑγρὰν προσάγεται, ὁ δὲ ἄνθρωπος τὴν ὑγρὰν ἢ τὴν ξηράν; ἢ διότι φύσει ὁ ἄνθρωπος θερμότατον; πλείστης οὖν καταψύξεως δεῖται.

Διὰ τί οἱ εὐνοῦχοι οὐ γίνονται φαλακροί; ἢ ὅτι πολὺν ἔχουσι τὸν ἐγκέφαλον; τοῦτο δὲ συμβέβηκεν αὐτοῖς διὰ τὸ μὴ συγγίνεσθαι ταῖς γυναιξίν· ἡ γὰρ γονή ἐστιν ἀπὸ τοῦ ἐγκεφάλου χωροῦσα διὰ τῆς ῥάχεως. διὰ τοῦτο δ’ οὖν δοκοῦσι καὶ οἱ βόες οἱ ἐκτομίαι μεγάλα τὰ κέρατα ἴσχειν, ὅταν ἐκτμηθῶσιν. δοκεῖ δὲ ἡ αὐτὴ αἰτία εἶναι καὶ ὅτι αἱ γυναῖκες καὶ οἱ παῖδες οὐκ εἰσὶ φαλακροί.

Διὰ τί τὰ μὲν εὐθὺς δύνανται δι’ αὑτῶν τρέφεσθαι μετὰ τὴν γένεσιν, τὰ δὲ οὔ; ἢ ὅσα ὀλιγοχρονιώτερα τῶν μνήμης δεκτικῶν; διὸ ἅπαντα καὶ τελευτᾷ θᾶττον.

Διὰ τί ποτε ὁ μὲν ἄνθρωπος πλείω τὴν ὑποχώρησιν

ποιεῖται τὴν ὑγρὰν τῆς ξηρᾶς, οἱ δὲ ἵπποι καὶ οἱ ὄνοι τὴν ξηράν; ἢ διότι ταῦτα μὲν τὰ ζῷα πλείονι τροφῇ χρῆται τῇ ξηρᾷ, ὁ δὲ ἄνθρωπος ὑγρᾷ μᾶλλον ἢ τῇ ξηρᾷ; πᾶσα δὲ περίττωσις ἀπὸ τῆς τροφῆς ἐστὶν καὶ ἀπὸ τῆς πλείονος πλείω. τὰ μὲν οὖν τῇ ὑγρᾷ μᾶλλον, τὰ δὲ τῇ ξηρᾷ πλείονι τροφῇ χρῆται· διότι τὰ μὲν τῶν ζῴων ἐστὶ φύσει ξηρά, τὰ δὲ ὑγρά. τὰ μὲν οὖν τῇ φύσει ξηρὰ τῆς ὑγρᾶς μᾶλλον ἐπιθυμεῖ (ταύτης γὰρ ἐνδεέστερά εἰσιν), τὰ δὲ φύσει ὑγρὰ τῆς ξηρᾶς· ταύτης γὰρ ἐνδεέστερα καθέστηκεν.

Διὰ τί ὄρνιθες καὶ ἄνθρωποι καὶ τῶν ζῴων τὰ ἀνδρεῖα σκληρότερα; ἢ ὅτι ὁ θυμὸς μετὰ θερμότητος; ὁ γὰρ φόβος κατάψυξις. ὅσων οὖν τὸ αἷμα ἔνθερμόν ἐστιν, καὶ ἀνδρεῖα καὶ θυμοειδῆ· τὸ δὲ αἷμα τροφή. ὅσα δὲ θερμῷ ἄρδεται τῶν φυομένων σκληρότερα πάντα.