Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί αἱ μεγάλαι ὑπερβολαὶ νοσώδεις; ἢ ὅτι ὑπερβολὴν ἢ ἔλλειψιν ποιοῦσιν; τοῦτο δὲ ἦν ἡ νόσος.

Διὰ τί δὲ τὰς νόσους πολλάκις ὑγιάζουσιν, ὅταν πολὺ ἐκστῇ τις; καὶ ἐνίων ἰατρῶν τοιαύτη ἡ τέχνη· ὑπερβολαῖς γὰρ ἰῶνται οἴνου ἢ ὕδατος ἢ ἅλμης ἢ σίτου ἢ λιμοῦ. ἢ ὅτι ἐναντία ἀλλήλοις τὰ τὴν νόσον ποιοῦντα· εἰς τὸ μέσον οὖν ἄγει θάτερον ἑκάτερα.

Διὰ τί αἱ τῶν ὡρῶν μεταβολαὶ καὶ πνεύματα ἐπιτείνουσιν ἢ παύουσι καὶ κρίνουσι τὰς νόσους καὶ ποιοῦσιν; ἢ ὅτι θερμαὶ καὶ ψυχραί εἰσι καὶ ὑγραὶ καὶ ξηραί, αἱ δὲ νόσοι τούτων εἰσὶν ὑπερβολαί, ἡ δὲ ὑγεία ἰσότης. ἐὰν οὖν δι’ ὑγρότητα ἢ ψύξιν, ἡ ἐναντία ὥρα παύει· ἐὰν δὲ ἐναντία ὥρα ἔχηται, ἡ ὁμοία κρᾶσις ἐπιγενομένη ἐπέτεινεν καὶ ἀνεῖλεν. διὰ ταῦτα δὲ καὶ νοσίζουσι τοὺς ὑγιαίνοντας, ὅτι μεταβάλλουσαι λύουσι τὴν κρᾶσιν· ἅμα γὰρ ταῖς οἰκείαις ὥραις καὶ ἡλικίαις καὶ τόποις αὐξάνεται. διὸ δεῖ ἐν ταῖς μεταβολαῖς μάλιστα διακυβερνᾶν. ὃ δὲ καθόλου περὶ τῶν ὡρῶν εἴρηται, καὶ κατὰ μέρος τὸ αὐτὸ αἴτιον. αἱ γὰρ τῶν πνευμάτων μεταβολαὶ καὶ τῶν ἡλικιῶν καὶ τόπων ὥρας τινός εἰσι μεταβολαί. διὸ καὶ ταῦτα ἐπιτείνει καὶ παύει καὶ κρίνει καὶ

ποιεῖ, ὥσπερ αἱ ὧραι καὶ ἐπιτολαὶ τῶν ἄστρων, ὥσπερ Ὠρίων καὶ Ἀρκτοῦρος καὶ Πλειὰς καὶ Κύων, [ὥσπερ] πνευμάτων καὶ ὑδάτων καὶ εὐδιῶν καὶ χειμώνων καὶ ἀλέας.

Διὰ τί ἐν ταῖς μεταβολαῖς τῶν ὡρῶν ἐμέτοις οὐ δεῖ χρῆσθαι; ἢ ἵνα μὴ γένηται συντάραξις διαφόρων γινομένων τῶν περιττωμάτων διὰ τὰς μεταβολάς.

Διὰ τί καὶ οἱ κιβδηλιῶντες καὶ οἱ ὑπὸ λιμοῦ πονοῦντες τοὺς πόδας οἰδοῦσιν; ἢ διὰ τὴν σύντηξιν ἀμφότεροι; συντήκονται δὲ οἱ μὲν διὰ λιμὸν διὰ τὸ ὅλως μὴ λαμβάνειν τροφήν, οἱ δὲ κιβδηλιῶντες διὰ τὸ μηδὲν ἀπολαύειν ἧς λαμβάνουσι τροφῆς. Διὰ τί τῶν ἀπὸ χολῆς νοσημάτων ἐν τῷ θέρει (πυρέττουσι γὰρ μάλιστα ἐν τῷ θέρει) τὰ ὀξέα ἀπὸ χολῆς ὄντα ἐν τῷ χειμῶνι γίνεται μᾶλλον; ἢ διότι μετὰ πυρετοῦ ὄντα ὀξέα ἐστὶν διὰ τὸ βίαια εἶναι, ἡ δὲ βία παρὰ φύσιν. ὑγραινομένων γάρ τινων τόπων θερμὴ φλεγμασία γίνεται· ἡ δὲ φλεγμασία ὑπερβολὴ θερμότητος οὖσα ποιεῖ τοὺς πυρετούς. ἐν μὲν οὖν τῷ θέρει ξηραὶ καὶ θερμαί εἰσιν αἱ νόσοι, ἐν δὲ τῷ χειμῶνι ὑγραὶ καὶ θερμαί, διὸ ὀξεῖαι· ταχέως γὰρ ἀναιροῦσιν· οὐ γὰρ θέλει πέττεσθαι διὰ τὸ πλῆθος τοῦ περιττώματος.

Διὰ τί ποτε ὁ λοιμὸς μόνη τῶν νόσων μάλιστα τοὺς πλησιάζοντας τοῖς θεραπευομένοις προσαναπίμπλησιν; ἢ ὅτι μόνη τῶν νόσων κοινή ἐστιν ἅπασιν, ὥστε διὰ τοῦτο πᾶσιν ἐπιφέρει τὸν λοιμόν, ὅσοι φαύλως ἔχοντες προϋπάρχουσιν. καὶ γὰρ διὰ τὸ ὑπέκκαυμα τῆς νόσου τῆς παρὰ τῶν θεραπευομένων γινομένης ταχέως ὑπὸ τοῦ πράγματος ἁλίσκονται.

Διὰ τί τοῦ χειμῶνος βορείου γενομένου, ἐὰν τὸ ἔαρ ἔπομβρον γένηται καὶ νότιον, τὸ θέρος νοσῶδες γίνεται πυρετοῖς καὶ ὀφθαλμίαις; ἢ ὅτι τά τε σώματα ἐκδέχεται τὸ θέρος πολλὴν ἔχοντα ἀλλοτρίαν ὑγρότητα, καὶ ἡ γῆ καὶ ὁ τόπος ἐν ᾧ ἂν οἰκῶσι, γίνεται ἔφυδρος καὶ τοιοῦτος οἷοι λέγονται οἱ ἀεὶ νοσώδεις τόποι; πρῶτον μὲν οὖν ὀφθαλμίαι γίνονται τηκομένης τῆς περὶ τὴν κεφαλὴν περιττώσεως, ἔπειτα πυρετοί. δεῖ γὰρ νοῆσαι ὅτι τὸ αὐτὸ καὶ θερμότατον γίνεται καὶ ψυχρότατον, οἷον ὕδωρ καὶ λίθος ὁ μὲν ζεῖ, τὸ δὲ κάει μᾶλλον. ἔν τε οὖν ἀέρι πνίγη γίνεται θερμαινομένου τοῦ ἀέρος διὰ πάχος, καὶ ἐν τοῖς σώμασιν ὡσαύτως πνίγη καὶ καύματα, τὸ δὲ ἐν σώματι καῦμα πυρετός ἐστιν, ἐν δὲ ὀφθαλμοῖς ὀφθαλμίαι. ὅλως δὲ καὶ ἡ μεταβολὴ ἰσχυρὰ οὖσα τὰ σώματα φθείρει, ὅταν τοῦ ἔαρος ὑγροῦ ὄντος εὐθὺς ἐπιλαμβάνῃ τὸ θέρος θερμὸν ὂν καὶ ξηρόν. ἔτι δὲ χαλεπώτερον, ἐὰν καὶ τὸ θέρος ἔπομβρον γένηται. ἔχει γὰρ ὁ ἥλιος ὕλην ἣν ποιήσει ζεῖν καὶ ἐν τοῖς σώμασιν καὶ ἐν τῇ γῇ καὶ ἀέρι· διὸ γίνονται πυρετοὶ καὶ ὀφθαλμίαι.

Διὰ τί, ἐὰν ὁ χειμὼν νότιος γένηται καὶ ἔπομβρος, τὸ δὲ ἔαρ αὐχμηρὸν καὶ βόρειον, νοσῶδες γίνεται καὶ τὸ ἔαρ καὶ τὸ θέρος; ἢ ὅτι ἐν μὲν τῷ χειμῶνι διὰ τὴν ἀλέαν καὶ ὑγρότητα ὁμοίως τὰ σώματα διάκειται τῇ ὥρᾳ; ὑγρὰ γὰρ ἀνάγκη εἶναι καὶ οὐ συνεστηκότα. οὕτω δὲ ἐχόντων, τὸ ἔαρ ψυχρὸν ὂν ἔπηξεν καὶ ἐσκλήρυνεν αὐτὰ διὰ τὸν αὐχμόν, (ὥστε ταῖς μὲν κυούσαις ὁ τόκος ὁ ἐαρινὸς εἰς ἐκτρώσεις γίνεται διὰ τὴν θερμασίαν καὶ τὸν σφακελισμὸν τὸν γινόμενον ὑπὸ τῆς ξηρᾶς ψυχρότητος, ἅτε οὐκ ἐκκρινομένης τῆς ὑγρότητος, τὰ δὲ κυόμενα παιδία ἀσθενῆ γίνεται καὶ πηρὰ διὰ τὴν ὑπερβολὴν τοῦ ψύχους· συμβέβηκε γὰρ τότε γεννώμενα ἐν εὐδίᾳ καὶ συστῆναι καὶ τραφῆναι ἐν τῇ τεκούσῃ. τοῖς δὲ

ἄλλοις, ἅτε ἐν τῷ ἔαρι οὐκ ἀποκαθαρθέντος τοῦ φλέγματος 〈διὰ〉 τὴν ὑπερβολήν, ὅ συμβαίνει ὅταν ἀλεεινὸν γένηται, ἀλλὰ διὰ ψῦχος συστάντος, ὅταν ἐπιλάβῃ τὸ θέρος καὶ ἡ ἀλέα τήκουσα βίᾳ, τοῖς μὲν χολώδεσι καὶ ξηροῖς, διὰ τὸ μὴ διερὰ εἶναι τὰ σώματα αὐτοῖς, ἀλλὰ τὴν φύσιν αὖον ἔχειν, γίνονται μὲν ὑγρότητες, αὗται δὲ λεπταί, ὥστε ὀφθαλμίαις ξηραῖς ἁλίσκονται; οἱ δὲ φλεγματώδεις βράγχοις καὶ εἰς τὸν πνεύμονα κατάρροις. ταῖς γυναιξὶ δὲ δυσεντερίαι γίνονται διὰ τὴν ὑγρότητα καὶ ψυχρότητα τῆς φύσεως, τοῖς δὲ γεραιτέροις ἀποπληξίαι, ὅταν ἀθρόον λυθὲν ὑγρὸν ἐπιπέσῃ καὶ δι’ ἀσθένειαν τοῦ συμφύτου θερμοῦ παγῇ.

Διὰ τί, ἐὰν μὲν τὸ θέρος αὐχμηρὸν γένηται καὶ βόρειον, τὸ δὲ μετόπωρον ἐναντίον, ὑγρὸν καὶ νότιον, ἐν τῷ χειμῶνι κεφαλαλγίαι τε γίνονται καὶ βράγχοι καὶ βῆχες, καὶ τελευτῶσιν εἰς φθίσεις; ἢ ὅτι λαμβάνει ὕλην πολλὴν ὁ χειμών, ὥστ’ αὐτῷ ἔργον ἐστὶ πῆξαι τὴν ὑγρότητα καὶ φλέγμα ποιῆσαι; ἐν μὲν οὖν ταῖς κεφαλαῖς, ὅταν ὑγρασία γένηται, βάρη ποιεῖ, ἐὰν δὲ ᾖ πολλὴ καὶ ψυχρά, σφακελισμούς· ἐὰν δὲ διὰ πλῆθος μὴ πήξῃ, ῥεῖ εἰς τὸν ἐχόμενον τόπον, ὅθεν αἱ βῆχες καὶ οἱ βράγχοι καὶ αἱ φθόαι γίνονται.

Διὰ τί δέ, ἐὰν βόρειον γένηται τὸ θέρος καὶ αὐχμῶδες, καὶ τὸ μετόπωρον, συμφέρει τοῖς φλεγματώδεσι καὶ ταῖς γυναιξίν; ἢ ὅτι ἡ φύσις ἐπὶ θάτερα ἀμφοῖν ὑπερβάλλει, ὥστε εἰς τοὐναντίον ἡ ὥρα ἑλκύσασα καθίστησιν εἰς τὴν εὐκρασίαν· καὶ παραχρῆμά τε ὑγιαίνουσιν, ἐὰν μή τι δι’ ἑαυτοὺς ἁμαρτάνωσι, καὶ εἰς τὸν χειμῶνα οὐχ ὑγροὶ ἀφικνοῦνται, ἔχοντες ὑπεκκαύματα τῷ ψύχει.

Διὰ τί τοῖς χολώδεσι νοσῶδές ἐστι τὸ βόρειον καὶ

αὐχμῶδες θέρος καὶ μετόπωρον; ἢ ὅτι ἐπὶ ταὐτὸ ῥέπει αὐτοῖς τὸ σῶμα καὶ αἱ ὧραι, ὥστε ὥσπερ πῦρ ἐπὶ πυρὶ γίνεται. ξηραινομένων γὰρ τῶν σωμάτων, καὶ τοῦ γλυκυτάτου μὲν ἐξικμαζομένου ἐξ αὐτῶν, ὑπερθερμαινομένων δὲ λίαν, ἀνάγκη διὰ μὲν τὰς συντήξεις ὀφθαλμίας ξηρὰς γίνεσθαι, διὰ δὲ τὸ χολῶδες τοὺς ὑπολειπομένους εἶναι χυμούς, ὑπερθερμαινομένων δὲ καὶ τούτων πυρετοὺς ὀξεῖς γίνεσθαι ἅτε ὑπ’ ἀκράτου τῆς χολῆς, ἐνίοις δὲ μανίας, οἷς ἂν μέλαινα χολὴ φύσει ἐνῇ· αὕτη γὰρ ἐπιπολάζει ἀναξηραινομένων τῶν ἐναντίων χυμῶν.

Διὰ τί τὸ τὰ ὕδατα μεταβάλλειν νοσῶδές φασιν εἶναι, τὸ δὲ τὸν ἀέρα οὔ; ἢ ὅτι τοῦτο γίνεται τροφή, καὶ ἔχοντες καὶ ἀπολελαυκότες τοῦ ὕδατος ἀπέρχονται, τοῦ δὲ ἀέρος οὐδέν; ἔτι ὕδατος μὲν πολλὰ εἴδη ἐστὶν καὶ διαφοραὶ καθ’ αὑτά, ἀέρος δὲ οὔ, ὥστε καὶ τοῦτο αἴτιον, ἐν μὲν γὰρ τῷ ἀέρι σχεδὸν τῷ αὑτῷ συμβαίνει διατελεῖν καὶ ἀποδημοῦντας, ἐν δὲ ὕδασιν ἄλλοις· διὸ καλῶς δοκεῖ νοσώδης ἡ τοῦ ὕδατος μεταβολὴ εἶναι.

Διὰ τί μᾶλλον ἡ τοῦ ὕδατος ἢ ἡ τῶν σιτίων μεταβολὴ νοσώδης; ἢ ὅτι πλεῖστον ἀναλίσκομεν τὸ ὕδωρ; ἔν τε γὰρ τοῖς σιτίοις ὑπάρχει καὶ ὄψοις, καὶ ἐν τῷ πόματι τὸ πλεῖστον ὕδωρ.

Διὰ τί δὲ ἡ μεταβολὴ νοσώδης; ἢ ὅτι πᾶσα μὲν ἡ μεταβολὴ καὶ ὥρας καὶ ἡλικίας εὐκίνητον. εὐκίνητα γὰρ τὰ ἄκρα, οἷον καὶ αἱ ἀρχαὶ και αἱ τελευταί. ὥστε καὶ αἱ τροφαὶ ἕτεραι οὖσαι ἀλλήλας φθείρουσιν· αἱ μὲν γὰρ ἄρτι, αἱ δὲ οὔπω προσπεφύκασιν. ἔτι δὲ ὥσπερ ἡ ποικίλη τροφὴ νοσώδης (ταραχώδης γὰρ καὶ οὐ μία πέψις), οὕτω συμβαίνει μεταβάλλουσιν ὕδωρ ποικίλη πόματος χρῆσθαι τῇ τροφῇ;

καὶ ἡ τοιαύτη τροφὴ κυριωτέρα τῆς ξηρᾶς ἐστὶ τῷ πλεῖστον εἶναι καὶ ἐξ αὐτῶν τῶν σιτίων τὸ ὑγρὸν γίνεσθαι τροφήν.

Διὰ τί ἡ τῶν ὑδάτων μεταβολὴ τοῖς ἔχουσι φθεῖρας ποιεῖ πολλοὺς ἔχειν; ἢ ὅτι ἀπεψία γινομένη τοῦ ὑγροῦ διὰ τὴν ταραχήν, ἣ γίνεται διὰ τὴν ποικιλίαν τοῦ ὕδατος πυκνὰ μεταβάλλουσιν, ὑγρότητα ἐμποιεῖ, καὶ μάλιστα ἐν τῷ ἐπιτηδείως ὑπάρχοντι τόπῳ; ὁ δὲ ἐγκέφαλος ὑγρός· διὸ καὶ ἡ κεφαλὴ ἀεὶ μάλιστα. δηλοῖ δέ, ὅτι αἱ τρίχες ἔνεισι μάλιστα ἐν αὐτῇ. ἡ δὲ τοῦ τόπου τούτου ὑγρότης φθειρῶν ποιητική. δηλοῖ δὲ ἐπὶ τῶν παίδων· ὑγροκέφαλοί τε γάρ εἰσιν καὶ πολλάκις ἢ κορυζῶσιν ἢ αἷμα ποιεῖ ῥεῖν, καὶ φθεῖρας πλείους οἱ ἐν ταύτῃ τῇ ἡλικίᾳ ἔχουσιν.

Διὰ τί ἀπὸ Πλειάδος μέχρι ζεφύρου οἱ τὰς μακρὰς νόσους κάμνοντες μάλιστα ἀναιροῦνται, καὶ οἱ γέροντες μᾶλλον τῶν νέων; πότερον ὅτι δύο ἐστὶ τὰ φθαρτικώτατα, ὑπερβολή τε καὶ ψῦχος; τὸ γὰρ ζῆν θερμόν, ἡ δὲ ὥρα αὕτη ἄμφω ταῦτ’ ἔχει· ψυχρά τε γάρ ἐστι, καὶ ἀκμαιότατος ὁ χειμών· τὸ λοιπὸν γὰρ ἔαρ ἐστίν. ἢ ὅτι ὁμοίως μὲν διάκεινται τοῖς γέρουσι τῶν καμνόντων οἱ τὰς μακρὰς κάμνοντες ἀσθενείας; οἷον γὰρ ἤδη γῆρας ἡ μακρὰ ἀσθένεια συμβαίνει· τὸ γὰρ σῶμα ἀμφοῖν ξηρὸν καὶ ψυχρόν ἐστιν, τῶν μὲν δι’ ἡλικίαν, τῶν δὲ διὰ νόσον. ὁ δὲ χειμὼν καὶ οἱ πάγοι ὑπερβολή ἐστι ψυχρότητος καὶ ξηρότητος. μικρᾶς οὖν δεομένοις αὐτοῖς ῥοπῆς γίνεται οἷον πῦρ ἐπὶ πυρὶ ὁ χειμών, καὶ φθείρει διὰ ταῦτα.

Διὰ τί ἐν τοῖς ἑλώδεσι τὰ μὲν ἐν τῇ κεφαλῇ ἕλκη ταχὺ ὑγιάζεται, τὰ δὲ ἐν ταῖς κνήμαις μόλις; ἢ ὅτι βαρεῖα ἡ ὑγρότης διὰ τὸ γεώδης εἶναι, τὰ δὲ βαρέα εἰς τὸ κάτω ἀποχωρεῖ; τὰ μὲν οὖν ἄνω ἔκκριτα διὰ τὸ ἀποκεχωρηκέναι

εἰς τὰ κάτω, τὰ δὲ κάτω πολλῆς γέμει περιττώσεως καὶ εὐσήπτου.

Διὰ τί, ἐὰν τοῦ χειμῶνος γενομένου βορείου καὶ τοῦ ἔαρος νοτίου καὶ ἐπόμβρου τὸ θέρος λίαν αὐχμηρὸν γένηται, θανατῶδες γίνεται τὸ μετόπωρον πᾶσιν, μάλιστα δὲ τοῖς παιδίοις, καὶ τοῖς ἄλλοις δὲ δυσεντερίαι καὶ τεταρταῖοι χρόνιοι γίνονται ἐν αὐτῷ; ἢ ὅτι μετρίου μὲν ἐπιγενομένου ὕδατος θερινοῦ καταψυχθὲν τὸ ζέον ὑγρὸν ἐν ἡμῖν λωφᾷ, ὅσον ἠθροίσθη ἐν τῷ ἦρι γενομένῳ τῷ ὑγρῷ; εἰ δὲ μή, τὰ μὲν παιδία διὰ τὸ ὑγρὰ φύσει καὶ θερμὰ εἶναι ὑπερζεῖ τῷ πάθει, διὰ τὸ μὴ καταψυχθῆναι. ὅσα δὲ μὴ τοῦ θέρους, τοῦ μετοπώρου ὅσον ἐκζεῖ. αἱ δὲ περιττώσεις ἐὰν μὴ εὐθὺς ἀνέλωσι, περὶ πνεύμονα καὶ ἀρτηρίαν γινόμεναι γὰρ ἄνω πρῶται συνίστανται διὰ τὸ ὑπὸ τοῦ ἀέρος ἡμᾶς θερμαίνεσθαι· διὰ γὰρ ταῦτα καὶ ὀφθαλμίαι πυρετῶν πρότερον γίνονται ἐν τῷ νοσερῷ θέρει. - ἐὰν οὖν μὴ ἐν τοῖς ἄνω, καθάπερ εἴρηται, τὰ περιττώματα εὐθὺς ἀνέλῃ, καταβαίνουσιν εἰς τὰς κοιλίας ἄπεπτα ὄντα, τοῦτο δέ ἐστι δυσεντερία, διὰ τὸ μὴ ἐκκρίνεσθαι ὑπὸ πλήθους τὸ ὑγρόν. καὶ ἐὰν παύσωνται, τεταρταῖοι γίνονται τοῖς σωζομένοις· ἡ γὰρ τοῦ ἀπέπτου ὑπόστασις μονιμωτάτη ἐστὶ καὶ σύντονος γίνεται τῷ σώματι, καθάπερ ἡ μέλαινα χολή.

Διὰ τί, ἐὰν τὸ θέρος ἔπομβρον γένηται καὶ νότιον, καὶ τὸ μετόπωρον, ὁ χειμὼν νοσερὸς γίνεται; ἢ ὅτι σφόδρα ὑγρὰ τὰ σώματα ὁ χειμὼν λαμβάνει, καὶ ἡ μεταβολὴ ἔτι μεγάλη γίνεται ἐξ ἀλέας πολλῆς καὶ οὐκ ἐκ προσαγωγῆς, διὰ τὸ καὶ τὸ μετόπωρον γίνεσθαι ἀλεεινόν, ὥστε τοῖς μὲν γίνεσθαι ἀνάγκη τὰ ὀξέα νοσήματα, μὴ ἀραιοῖς οὖσι· τοῖς γὰρ τοιούτοις ἄνω μᾶλλον τὰ ὑγρὰ περιττώματα ἀθροίζεται, διὰ τὸ τούτους μὲν τοὺς τόπους ἔχειν χώραν, τοὺς δὲ κάτω ἑτέρους εἶναι. οἱ οὖν ὄντες πυκνόσαρκοι οὐ πολλὰ περιττώματα δέχονται. ψυχομένης οὖν τῆς περιττώσεως

τῆς ἐν τοῖς ἄνω μέρεσιν τοῦ σώματος, ὥσπερ τοῖς οἰνωμένοις ὅταν ῥιγῶσιν, τὰ εἰρημένα νοσήματα συμβαίνει γίνεσθαι. τοῖς δὲ ἀραιοτέροις πυρετῶν γενομένων, τοὺς ἀπὸ πλείστης ἀπεψίας γενομένους πυρετοὺς καύσους συμβαίνει γίνεσθαι, διὰ τὸ τοῖς τοιούτοις ἐσκεδάσθαι μὲν μᾶλλον κατὰ πᾶν τὸ σῶμα τὰ ὑγρὰ ἢ τοῖς πυκνοσάρκοις, συνισταμένης δὲ τῆς σαρκὸς αὐτῶν ὑπὸ τοῦ χειμῶνος θερμαινόμενα τὰ ὑγρὰ πυρετοὺς ποιεῖν. ἡ γὰρ παντὸς τοῦ σώματος ὑπερβάλλουσα θερμότης ἐστὶ πυρετός· ἐπιτεινομένη δὲ διὰ τὸ p πλῆθος τῆς ἐνυπαρχούσης αὐτοῖς ὑγρότητος καῦσος γίνεται.

Διὰ τί, ὅταν ἐκ γῆς ἀτμὸς ἀνίῃ πολὺς ὑπὸ τοῦ ἡλίου, τὸ ἔτος λοιμῶδες γίνεται; ἢ ὅτι ὑγρὸν ἀνάγκη καὶ ἔπομβρον τὸ ἒτος σημαίνειν, καὶ τὴν γῆν ὑγρὰν ἀνάγκη εἶναι; οἷον οὖν ἐν ἑλώδει τόπῳ ἡ οἲκησις γίνεται. νοσώδης δὲ ἡ τοιαύτη ἐστίν. καὶ τὰ σώματα δὴ τότε ἀνάγκη περίττωμα πολὺ ἔχειν, ὥστε ἐν τῷ θέρει ἔχειν ὕλην νοσώδη.