De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

τοῖς δὲ κροκοδείλοις ἐπʼ ἀμφότερα 13 χρήθιμον τὸ στόμα πεποίηκεν ἡ φύσις, κινουμένων οὕτω τῶν σιαγόνων. ἔχουσι δὲ καὶ αὐχένα πάντα τὰ τοιαῦτα διὰ τὸ πλεύμονα ἔχειν· δέχονται γὰρ τὸ πνεῦμα διὰ τῆς ἀρτηρίας μῆκος ἐχούσης. [*](editio posterior (cod. Y). Διὰ δὲ τὸ κεκλῆσθαι τὸ μεταξύ τῆς κεφαλῆς 1 καὶ ὤμων μόριον αὐχένα, ὁ ὄφις τῶν τοιούτων ἥκιστα δόξειεν ἂν ἔχειν ἀλλἂ τὸ ἀνάλογον τῷ αὐχένι, εἴ γε τοῖς εἰρημένοις ἐσχάτοις δεῖ τοῦτο διορίζειν 692,a τὸ μόριον. ἴδιον δὲ ὑπάρχει τοῖς ὄφεσι πρὸς 2 τὰ συγγενῆ τῶν ζῴων τὸ στρέφειν τὴν κεφαλὴν εἰς τὰ ὄπισθεν τοῦ λοιποῦ σώματος ἠρεμοῦντος. αἴτιον 3 δʼ ὅτι καθάπερ τὰ ἔντομα ἑλικτόν ἐστιν, ὥστε εὐκάμπτους ἔχειν καὶ χονδρώδεις τοὺς σπονδύλους. ἐξ 4)

136
[*](οὖν διὰ ταύτην τὴν αἰτίαν τοῦτο ϲυμβέβηκεν αὐτοῖϲ, πρὸϲ δὲ τὸ βέλτιον φυλακῆϲ ἕνεκα τῶν ὄπιϲθεν βλαπτόντων· μακρὸν γὰρ ὂν καἲ ἄπουν ἀφυέϲ ἐϲτι πρόϲ τε τῆν ϲτροφὴν καὶ πρὸc τῆν τῶν ὄπιϲθεν τήρηϲιν· οὐδὲν (γὰρ ὄφελοϲ αἴρειν, ϲτρέφειν δὲ μὴ δύναϲθαι 5 τὺν κεφαλήν. ἔχουϲι δὲ τὰ τοιαῦτα καὶ τῷ ϲτήθει ἀνάλογον μόριον. μαϲτοὺϲ δ᾿  οὔτ’ ἐνταῦθα οὔτ’ ἐν τῷ ἄλλῳ ϲώματι ἔχουϲιν· ἔχεν δὲ οὐδεὶϲ οὐδ᾿ ὄρνιϲ 6 οὔδʼ ἰχθύϲ. τούτου δʼ αἴτιον τὸ μηδὲ γάλα ἔχειν τούτων μηδέν· ὁ δὲ μαϲτὸϲ ὑποδοχὴ καὶ ὥcπερ ἀργεῖόν ἐcτι γάλακτοϲ. ἔχεν δὲ οὔτε ταῦτα οὔτ’ ἄλλο τῶν μὴ ζῶοτοκούντων ἐν αὑτοῖϲ οὐδὲν γάλα, διότι ᾠοτοκοῦϲιν, ἐν δὲ τῷ ᾠῷ ἐγγίνεται ἡ τροφὴ γλακτώδηϲ 7 ὑπάρχουϲα. ϲαφέϲτερον δὲ περὶ αὐτῶν λεχθήϲεται ἐν τοῖc περὶ γενέϲεωϲ. περὶ δὲ τῆc τῶν καμπύλων κάμψεωϲ ἐπέϲκεπτο πρότερον ἐν τοῖϲ περὶ πορείαϲ κοινῇ περὶ πάντων.) [*](8 ἔχουϲι δὲ |καὶ κέρκον τὰ τοιαῦτα, τὰ μὲν μείζυ τὰ δ᾿ ἐλάττω, ὑπὲρ ἧc τῆν αἰτίαν καθόλου πρότερον 9 εἰρήκαμεν. ἰϲχνότατοϲ δʼ ὁ χαμαιλέων τῶυ ᾠοτόκων καὶ πεζῶν ἐϲτὶ πάντων· ὀλι· γαιμότατοϲ γάρ ἐϲτιν. αἴτιον δὲ τὸ τῆc ψυχῆϲ ἦθοϲ αὐτοῦ· διὰ γὰρ τὸν φόβον γίνεται πολύμορφοϲ· κατάψυξιϲ κὰρ ὁ φόβοϲ διʼ 10 ὀλιγαιμίαν καὶ διʼ ἔνδειάν ἐcτ θερμότητοϲ. καὶ περὶ μὲν οὖν τῶν ἐναίμων ζῴων τῶυ τε ἀπόδων καὶ τετραπόδων, ὅϲα τε μόρια αὐτῶν ἐϲτὶν ἐκτὸc καὶ διὰ τίν᾿ αἰτίαν, εἴρητα ϲχεδόν.) [*](12 Ἐν δὲ τοῖϲ ὄρνιϲιν ἡ πρὸc ἄλληλα διαφορὰ ἐν τῇ τῶν μορίων ἐcτὶν ὑπεροχῇ καὶ ἐλλείψει καὶ κατὰ τὸ 2 μᾶλλον καὶ ἧττον. ϲἰϲὶ γὰρ αὐτῶν οἱ μὲν μακροϲκελεῖϲ οἱ δὲ βραχυϲκελεῖϲ, καὶ τὴν γλῶτταν οἱ μὲν πλατεῖαν ἔχουϲιν οἱ δὲ ϲτενήν· ὡϲαύτωϲ δὲ καὶ ἐπὶ)
137
[*](ἀνάγκης μὲν οὖν διὰ ταύτην τὴν αἰτίαν τοῦτο συμβέβηκεν αὐτοῖς, τοῦ δὲ βελτίονος ἕνεκεν πρὸς φυλακὴν τῶν ὄπισθεν βλαπτόντων· ἄπουν γὰρ ὂν καὶ μακρὸν ἀφυές ἐστι πρὸς τὴν στροφήν καὶ τὴν τήρησιν τῶν ὄπισθεν· οὐδὲν γὰρ ὄφελος αἴρειν μέν, στρέφειν δὲ μὴ δύνασθαι τὴν κεφαλήν. ἔχει δὲ ταῦτα 5 τὰ ζῷα καὶ τῷ στήθει ἀνάλογον μόριον. μαστοὺς δʼ οὐκ ἔχουσιν οὔτʼ ἐνταῦθα οὔτʼ ἐν τῷ ἄλλῳ σώματι, ὁμοίως δʼ οὔτʼ ὄρνις οὔτʼ ἰχθὺς οὐδείς. αἴτιον 6 δὲ τὸ μηδὲ γάλα τούτων ἔχειν μηδέν ὁ δὲ μαστὸς ὑποδοχὴ γάλακτός ἐστι καὶ οἷον ἀγγεῖον. γάλα δʼ οὐκ ἔχει οὔτε ταῦτα οὔτʼ ἄλλο οὐδὲν τῶν μὴ ζῳοτοκούντων ἐν αὑτοῖς, διότι ᾠοτοκοῦσιν, ἐν δὲ τῷ ᾠῷ ἡ τροφὴ ἐγγίνεται γαλακτώδης ὑπάρχουσα. σαφέστερον 7 δὲ περὶ αὐτῶν λεχθήσεται ἐν τοῖς περὶ γενέσεως. περὶ δὲ τῆς τῶν καμπύλων κάμψεως ἐν τοῖς περὶ πορείας πρόσθεν ἐπέσκεπται κοινῇ περὶ πάντων. ἔχουσι δὲ καὶ κέρκον, τὰ μὲν μείζω τὰ δʼ ἐλάττω, 8 ὑπὲρ οὐ τὴν αἰτίαν καθόλου πρότερον εἰρήκαμεν. ὁ δὲ χαμαιλέων τῶν ᾠοτόκων καὶ πεζῶν ὀλιγοσαρκότατός 9 ἐστιν, διὰ τὸ ὀλιγαιμότατος εἶναι. τούτου δʼ αἴτιον τὸ ἦθος τοῦ ζῴου τὸ τῆς ψυχῆς· πολύμορφον γὰρ γίνεται διὰ τὸν φόβον, ὁ δὲ φόβος κατάψυξις διʼ ὀλιγαιμότητά ἐστι καὶ ἔνδειαν θερμότητος. περὶ μὲν οὖν 10 b τῶν ἐναίμων ζῴων ἀπόδων τε καὶ τετραπόδων, ὅσα μόρια τὰ ἐκτὸς ἔχει καὶ διὰ τίνας αἰτίας, εἴρηται σχεδόν.)