De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

8 ἔτι δʼ ἐπεὶ οὔτε τῶν ἀναίμων οὐθὲν αἰσθητικὸν οὕτε τὸ αἷμα, δῆλον ὡς τὸ πρῶτον ἔχον ὡς ἐν ἀγγείῳ δʼ ἔχον ἀναγκαῖον εἶναι τὴν ἀρχὴν. οὐ μόνον δὲ κατὰ τὸν λόγον οὕτως ἔχειν φαίνεται, ἀλλὰ καὶ κατὰ τὴν αὖσθησιν. ἐν γὰρ τοῖς ἐμβρύοις εὐθέως ἡ καρδία φοαίνεται κινουμένη τῶν μορίων καθαπερεὶ ζῷον, ὡς ἀρχὴ τῆς φύσεως τοῖς ἐναίμοις οὖσα. μαρτύριον δὲ τῶν εἰρημένων καὶ τὸ πἀσι τοῖς ἐναίμοις ὑπάρχειν αύύτήν· ἀναγκαῖον γὰρ αὐτοῖς ἔχειν τὴν ἀρχὴν τού αἵματος.

9 ὑπάέρχει

71
δὲ καὶ τὸ ἧπαρ πᾶσι τοῖς ἐναίμοις· ἀλλʼ οὐθεὶς ἄν ἀξιωόσειεν αὐτὸ ἀρχὴν εἶναι οὔτε τοῦ ὅλου σύὸματος οὕτε τοῦ αἵματος· κεῖται γὰρ οὐδαμῶς πρὸς ἀρχοειδῆ θέσιν, ἔχει δʼ ὧσπερ ἀντίζυγον ἐν τοῖς μάλιστʼ ἀπηκριβωμένοις τὸν σπλὴνα. ἔτι δʼ ὑποδοχὴν αἵματος οὐκ ἔχει ἐν ἑαυτῷ καθάπερ ἡ καρδία, ἀλλʼ ὥσπερ τὰ λοιπά, ἐν φλεβί. ἔτι δὲ τείνει διʼ αὐτού φλέψ, ἐξ ἐκείνης δʼ οὐδεμία· πασῶν γὰρ τῶν φλεβῶν ἐκ τῆς καρδίας αἱ ἀρχαί.

ἐπεὶ σὖν ἀνάγκη μὲν θάτερον 10 τούτων ἀρχὴν εἶναι, μὴ ἐστι δὲ τὸ ἧπαρ, ἀνάγκη τὴν καρδίαν εἶναι καὶ τοῦ αἵματος ἀρχὴν. τὸ μὲν γὰρ ζῷον αἰσθήσει ὥρισται, αἰσθητικὸν δὲ πρὧτον τὸ πρῶτον ἔναιμον, τοιούτον δʼ ἡ καρδία· καὶ γὰρ [*](b) ἀρχὴ τοῦ αἵματος καὶ ἔναιμον πρῶὸτον.

11 ἕστι δʼ αὐτῆς 11 τὸ ἄκρον ὀξὺ καὶ στερετερον, κεῖται δὲ πρὸς τῷ στήθει καὶ λωσς ἐν τοῖς πρόσθεν τοῦ σύματος πρὸς τὸ μὴ καταψύχσσθαι αὐτό· πᾶσι γὰρ ἀσαρκὸτερον τὸ στῆθος, τὰ δὲ πρανῆ σαρκωδέστερα, διὸ πολλὴν ἔχει σκέπην τὸ θερμὸν κατὰ τὸν νῶτον. ἔστι δʼ ἡ καρδία τοῖς μεὲν ἄλλοις ζῴοις κατὰ μέσον τοῦ στηθικοῦ τόπου, τοῖς δʼ ἀνθρήὸποις μικρὸν εἰς τὰ εύνυμα παρεκκλίνουσα πρὸς τὸ ἀνισοῦν τὴν κατάφυξιν τῶν ἀριστερώνʼ μάλιστα γὰρ τῶν ἄλλων ζῴωυ ἄνθρωπος ἔχει κατεψυγμένα τὰ ἀριστερά.

ὅτι δὲ καὶ ἐν τοῖς ἐχθύσιν ὁμοίως 12 ἡ καρδία κεῖται, πρὸτερον εἴρηται, καὶ διότι φαίνεται ἀνομοίως. ἔχει δὲ πρὸς τὴν κεφαλὴν τὸ ὄξύ, ἕστι δʼ αὕτη τὸ πρόσθεν· ἐπὶ ταύτην γὰρ ἡ κίνησις. ἔχει δὲ καὶ νεύρων πλὴθος ἡ καρδία, καὶ τοῦτʼ εὐλόγως· ἀπὸ ταύτης γὰρ αἱ κινήσεις, περαίνονται δὲ διὰ τού ἕλκειν καὶ ἀνιέναι· δεῖ οὑν τοιαύτης ὑπηρεσίας καὶ ἰσχύος.

ἡ δὲ καρδία, καθάπερ εἴπομεν καὶ πρὸτερον, 13 οἷον ζῷόν τι πέφυκεν ἐν τοῖς ἔχουσιν. ἕστι δʼ ἀνόστεος

72
πάντων ὅσα καὶ ἡμεῖς τεθεάμεθα, πλὴν τῶν ἵππων καὶ γένους τινὸς βοῶν· τούτοις δὲ διἀ τὸ μέγεθος οἷον ἐρείσματος χάριν ὀστοῦν ὕπεστι, καθάπερ καὶ τοῖς ὅλοις σήμασιν.

14 κοιλίας δʼ ἔχουσιν αἱ μὲν τῶν μεγάλων ζῷων τρεῖς, αἱ δὲ τῶν ἐλασσόνων δύο, μίαν δὲ πάσαι· διʼ ἣν δʼ αἰτίαν, είρηται. δεῖ γὰρ εἶναι τόπον τινὰ τῆς καρδίας καὶ ὑποδοχὴν τοῦ πρώτου αἵματος. ὅτι δὲ πρῶτον ἐν τῇ καρδίᾳ γίνεται τὸ αἷμα, πολλάκις εἰρήκαμεν, διὰ τὸ τὰς ἀρχηγοὺς φλέβας δύο εἶναι, τήν τε μεγάλην καλουμένην καὶ τὴν ἀορτὴυ. ἑκατέρας γὰρ οὕσης ἀρχῆς τῶν φλεβῶν, καὶ διαφορὰς ἐχουσῶν, περὶ ὧν ὕστερον ἐρονμεν, βέλτιον καὶ τὰς ἀρχὰς αὐτῶν κεχωρίσθαι· τοτο δʼ ἄν εἴη διφυοῦς ὄντος τοῦ αἵματος καὶ κεχωριόμένου. διόπερ ἐν οἷς ἐνδέχεται, δύʼ εἰσὶν ὑποδοχαί. ἐνδέχεται δʼ ἐν τοῖς μεγάλοιςʼ τούτων γὰρ ἔχουσι καὶ αἱ καρδίαι μέγεθος.