De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

14 κοιλίας δʼ ἔχουσιν αἱ μὲν τῶν μεγάλων ζῷων τρεῖς, αἱ δὲ τῶν ἐλασσόνων δύο, μίαν δὲ πάσαι· διʼ ἣν δʼ αἰτίαν, είρηται. δεῖ γὰρ εἶναι τόπον τινὰ τῆς καρδίας καὶ ὑποδοχὴν τοῦ πρώτου αἵματος. ὅτι δὲ πρῶτον ἐν τῇ καρδίᾳ γίνεται τὸ αἷμα, πολλάκις εἰρήκαμεν, διὰ τὸ τὰς ἀρχηγοὺς φλέβας δύο εἶναι, τήν τε μεγάλην καλουμένην καὶ τὴν ἀορτὴυ. ἑκατέρας γὰρ οὕσης ἀρχῆς τῶν φλεβῶν, καὶ διαφορὰς ἐχουσῶν, περὶ ὧν ὕστερον ἐρονμεν, βέλτιον καὶ τὰς ἀρχὰς αὐτῶν κεχωρίσθαι· τοτο δʼ ἄν εἴη διφυοῦς ὄντος τοῦ αἵματος καὶ κεχωριόμένου. διόπερ ἐν οἷς ἐνδέχεται, δύʼ εἰσὶν ὑποδοχαί. ἐνδέχεται δʼ ἐν τοῖς μεγάλοιςʼ τούτων γὰρ ἔχουσι καὶ αἱ καρδίαι μέγεθος.

15 ἔτι δὲ βέλτιον τρεῖνεἶναι τὰς κοιλίας, ὅπως ᾖ μία ἀρχὴ κοινή· τὸ δὲ μέσον καὶ περιττὸν ἀρχή· ὥστε μεγέθους δεῖμείξονος αὐταῖς ἀεί, διόω αίμεγίσται τρεῖς ἔχουσι μὸναι.

16 τούτων δὲ πλεῖστον μὲν αὶμα καὶ θερμότατον ἔχουσιν αἱ δεξιαί (διὸ καὶ τῶν [*](667,a) μερῶν θερμότερα τὰ δεξιά), ἐλάχιστον δὲ καὶ ψυχρότερον αἱ ἀριστεραί, μέσο δʼ αἱ μέσαι τῷ πλήθει καὶ θερμὸτητι. καθαρύότατον δέ· δεῖ γὰρ τὴν ἀρχὴν ὅτι μάλιστʼ ἠρεμεῖν, τοιαύτη δʼ ἅν εἴη καθαροῦ τὸν αἵματοςω ὄντος, τῷ πλήθει δὲ καὶ θερμότητι μέσου. ἔχουσι

17 δὲ καὶ διάρθρωσίν τινα αί καρδίαι παραπλησίαν ταῖς ῥαφαῖς. οὑκ εἰσὶ δὲ συναφεῖς ὥς τινος ἐκ πλειόνων συνθέτου, ἀλλὰ καθάπερ εἴπομεν, διαρθρήσει μᾶλ εἰσὶ δὲ τῶν μὲν αἰσθητικῶν ἀρθρωδέστεραι, τῶν δὲ νωθροτέρων ἀναρθρότεραι,

18 καθάπερ αί τῶν ὑῶν. αἱ δὲ διαφοραὶ τῆς κραδίας κατὰ μέγεθός τε καὶ μικρότητα

73
καὶ σκληρὸτητα τε καὶ μαλακότητα τείνουσί πῃ καὶ πρὸς τὰ ἤθη. τὰ μὲν γὰρ ἀναίσθητα σκληρὰν ἔχει τὴν καρδίαν καὶ πυκνήν, τὰ δʼ αἰσθητικὰ μαλακωτέραν· καὶ τὰ μὲν μεγάλας ἔχοντα τὰς καρδίας δειλά, τὰ δʼ ἐλάσσους καὶ μέσας θαρραλεωὸτερα. τὸ γὰρ συμβαῖνον πάθος ὑπὸ τού φοβεῖσθαι προ῾ϋάρχει τούτοις διὰ τὸ μὴ ἀνάλογον ἔχειν τὸ θερμὸν τῇ καρδίᾳ, μικρὸν δʼ ὄν ἐν μεγάλοις ἀμαυροῦσθαι, καὶ τὸ αἷμα ψυχρὸτερον εἶναι. μεγάλας δὲ τὰς καρδίας ἔχουσι λαγώς, ἔλαφος, μές, ὕαινα, ὄνος, πάρδαλις, γαλὴ, καὶ τἆλλα σχεδὸν πάνθʼ ὅσα φανερῶς δειλἀ ἤ διὰ φόβον κακούργα.

παραπλησίως δὲ καὶ ἐπὶ τῶν 19 φλεβῶν καὶ ἐπὶ τῶν κοιλιῶν ἔχει· ψυχραὶ γὰρ αί μεγάλαι φλέβες καὶ κοιλίαι. ὥσπερ γὰρ ἐν μικρῷ καὶ ἐν μεγάλῳ οίκήματι τὸ ἴσον πῦρ ἧσσον ἐν τοῖς μείζοσι θερμαίνεε, οὕτω κἀν τούτοις τὸ θερμόν· ἀγγεῖα γὰρ καὶ ἡ φλὲψ καὶ ἡ κοιλία.

ἔτι δʼ αἱ ἀλλότριαι 20 κινήσεις ἕκαστον τῶν θερμῶν καταψύχουσιν, ἐν δὲ ταῖς εὐρυχωρεστέραις τὸ πνεῦμα πλεῖον, καὶ ἐνισχύει μάλλον· διὸ τῶν μεγαλοκοιλίων οὐδὲν οὐδὲ τῶν μεγαλοφλέβων πῖόν ἐστι κατὰ σάρκα, ἀλλὰ πάντα ἢ τὰ πλεῖστα τῶν τοιούτων ἀδηλόφλεβα καὶ μικροκοίλια φαίνεται,

μόνον δὲ τῶν σπλάγχνων καὶ ὅλως τῶν 21 ἐν τῷ σώματι μορίων ἡ καρδία χαλεπὸν πάθος οὐδὲν ὑποφέρει, καὶ τοῦτʼ εὐλόγωςʼ φθειρομένης γὰρ τῆς ἀρχῆς οὐκ ἔστιν ἐξ οὗ γένοιτʼ ἄν βοήθεια τοῖς ἄλλοις [*](b) ἐκ ταύτης ἠρτημένοις. σημεῖον δὲ τοὺ μηθὲν ἐπιδέχεσθαι πάθος τὴν καρδίαν τὸ ἐν μηδενὶ τν θυομένων ίερείων ὦφσθαι τοιοῦτον πάθος περὶ αὐτὴν ὧσπερ ἐπὶ τῶν ἄλλων σπλάγχνων. οἵ τε γὰρ νεφροὶ πολλάκις φαίνονται λίθων μεστοὶ καὶ φυμάτων καὶ δσθιήνων καὶ τὸ ἧπαρ, ὡσαύτως δὲ καὶ ὁ πλεύμων, μάλιστα

74
δʼ ὁ σπλήν.

22 πολλὰ δὲ καὶ ἕτερα παθήματα συμβαίνοντα περὶ αὐτὰ φαίνεται, ἥκιστα δὲ τοῦ μὲν πλεύμονος περὶ τὴν ἀρτηρίαν, τοῦ δʼ ἥπατος περὶ τὴν σύναψιν τῇ μεγάλῃ φλεβί, καὶ τοῦτʼ εὐλόγως· ταύτῃ γὰρ μάλιστα κοινωνούσι τὴ καρδίᾳ. ὅσα δὲ διὰ νόσον καὶ τοιαῦτα πάθη φαίνεται τελευτῶντα τῶν ζῴον, τούτοις ἀνατεμνομένοις φαίνεται περὶ τὴν καρδίαν νοσύόδη πάθη.

5 Καὶ περὶ μὲν τῆς καρδίας, ποία τις, καὶ τίνος ἕνεκεν καὶ διὰ τίνʼ αἰτίαν ὑπάρχει τοῖς ἔχουσιν, τοσαῦτ’ εἰρήσθω. ἑπόμενον δʼ ἅν εἴη περὶ τῶν φλεβῶν εἰπεῖν,τὴςτε μεγάληςκαὶτῆς ἀορτῆς· αυται γὰρ ἐκτὴς καρδίας πρῶται δέχονται τὸ αὶμα, αἱ δὲ λοιπαὶ τούτων ἀποφυάδες εἰσίν. ὅτι μὲν οὖν τοῦ αἵματος χάριν εἰσί, πρὸτερον εἴρηται· τό τε γὰρ ὑγρὸν ἅπαν ἀγγείου δεῖται, καὶ τὸ φλεβῶν γένος ἀγγεῖον, τὸ δʼ αἷμα ἐν ταύταις· διότι δὲ δύο καὶ ἀπὸ μιᾶς ἀρχῆρ καθʼ ἅπαν τὸ σῶμα διατείνουσι, λέγωμεν.

2 τού μὲν οὖν εἰς μίαν ἀρχὴν συντελεῖν καὶ ἀπὸ μιᾶς σἴτιον τὸ μίαν ἔχειν πάντα τὴν αἰσθητικὴν ψυχὴν ἐνεργείᾳ, ὥστε καὶ τὸ μόριον ἕν τὸ ταύτην ἔχον πρώτως, ἐν μὲν τοῖς ἐναίμοις κατὰ δύναμιν καὶ κατ’ ἐνέργειαν, τῶν δʼ ἀναίμων ἐνίοις κατ’ ἐνεργείαν μόνον. διὸ καὶ τὴν τού θερμοῦ ἀρχὴν ἀναγκαῖον ἐν τῷ αὐτῷ τόπῳ εἶναι· αὕτη δʼ ἐστὶν αἰτία καὶ τῷ αἵματι τῆς ὑγρότητος καὶ τῆς θερμὸτητος.

3 διὰ μὲν οὖν τὸ ἐν ἑνὶ εἶναι μορίῳ τὴν αἰσθητικὴν ἀρχὴν καὶ τὴν τῆς θερμότητος καὶ ἡ τού αἵματος ἀπὸ μιᾶς ἐστὶν ἀρχῆρ, διὰ δὲ τὴν τού αἵματος ἑνότητα καὶ ἡ τῶν φλεβῶν ἀπὸ μιᾶς. δύο δʼ εἰσὶ διὰ τὸ τὰ σύύματα εἶναι διμερῆ τῶν ἐναίμων καὶ πορευτικῶν· ἐν πἀσι γὰρ τούτοις διύὸρισται τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν καὶ τὸ δεξιὸν

75
καὶ τὸ ἀριστερὸν καὶ τὸ ἄνω καὶ τὸ κάτω.