De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

ἔχει δὲ διαφορὰς πολλάς, 15 καθάπερ ἡ κοιλία, καὶ τοῦτο τὸ μόριον. τοῖς μὲν γὰρ ἀπλοῦν ἐστὶ καὶ ὅμοιον ἀναλυόμενον, τοῖς δʼ ἀνόμοιον· ἐνίοις μὲν γὰρ εὐρύτερον τὸ πρὸς τῇ κοιλίᾳ, τὸ δὲ πρὸς τῷ τέλει στενώτερον (διόπερ αἱ κύνες μετὰ πόνου προΐενται τὴν τοιαύτην περίττωσιν), τοῖς δὲ [*](b) πλείοσιν ἄνωθεν στενώτερον, πρὸς τῷ τέλει δʼ εὐρύτερον.