De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

9 Ἔχει δʼ ὁμοίως ἥ τε τῶν ὀστῶν καὶ ἡ τῶν φλεβῶν φύσις. ἑκατέρα γὰρ οὐτων ἀφοʼ ἑνὸς ἠργμένη συνεχής ἐστι, καὶ οὔτʼ ὀστοῦν ἐστὶν αὐτὸ καθʼ αὑτὸ οὐδέν, ἁλλ’ ἢ μόριον ὡς συνεχοῦς ἤ ἁπτόμενον καὶ προσδεδεμένον, ἵνα χρῆται ἡ φύσις καὶ ὡς ἑνὶ καὶ [*](b) συνεχεῖ καὶ ὡς δυσὶ καὶ διῃρημένοις πρὸς τὴν κάμυψιν.

2 ὁμοίως δὲ καὶ φλὲψ οὐδεμία αὐτὴ καθʼ αὑτήν ἐστιν, ἀλλἀ πᾶσαι μόριον μιᾶς εἰσίν. ὀστοῦν τε γὰρ εἴ τι κεχωρισμένον ἦν, τό τʼ ἔργον οὐκ ἂν ἐποίει οὐ χάριν ἡ τῶν ὀστῶν ἐστὶ φύσις (οὔτε γὰρ ἄν κάμψεως ἠν αἴτίον οὔτʼ ὀρθότητος οὐδεμιἀς μὴ συνἄκανθά εχὲς ὂν ἀλλἀ διαλεῖπον), ἔτι τʼ ἔβλαπτεν ἄν ὥσπερ τις ἢ βέλος ἐνὸν ταῖς σαρξίν. εἴτε φλὲψ ἦν

41
τις κεχωρισμένη καὶ μὴ συνεχὴς πρὸς τὴν ἀρχήν, οὐκ ἄν ἔσωζε τὸ ἐν αὑτῇ αἷμα· ἡ γὰρ ἀπʼ ἐκείνης θερμότης κωολύει πηγνυσσθαι, φαίνεται δὲ καὶ σηπὸμενον τὸ χωριζὀμενον.

ἀρχὴ δὲ τῶν μὲν φλεβῶν ἡ καρδία, 3 τῶν δʼ ὀστῶν ἡ καλουμένη ῥάχις τοῖς ἔχουσιν ὀστᾶ πόσιν, ἀφοʼ ἧς συνεχὴς ἡ τῶν ἄλλων ὀστῶν ἐστὶ φύσις· ἡ γὰρ τὸ μὴκρς καὶ τὴν ὁρθὸτητα συνέχουσα τῶν ζῷόων ἡ ῥάχις ἐστίν. ἐπεὶ δʼ ἀνάγκη κινουμένου τού ζῷὸου κάμπτεσθαι τὸ σώμα, μία μὲν διὰ τὴν συνέχειάν ἐστι, πολυμερὴς δὲ τὴ διαιρέσει τῶν σπονδύλων. ἐκ δὲ ταύτης τοῖς ἔχουσι κῶλα συνεχῆ πρὸς αὑτήν, τὰ τούτων ὀστᾶ τῶν ἀρμονιον ἐστίν, ᾖ μὲν ἔχει τὰ κῶλα κάμψιν, συνδεδεμένα τε νεύροις, καὶ τῶν ἐσχάτων συναρμοττόντων, τοὺ μὲν ὄντος κοίλου τοῦ δὲ περιφεροῦς, ἤ καὶ ἀμφοτέρων κοίλων, ἐν μέσῳ δὲ περιειληφότων, οἷον γόμφον, ἀστράγαλον, ἵνα γίνηται κάμψις καὶ ἔκτασις· ἄλίως γὰρ ἢ ὅλως ἀδύνατον, ἦ οὑ καλῶς ἄν ἐποίουν τὴν τοιαύτην κίνησιν.

ἔυια δʼ αὐτῶν ὁμοίαν ἔχοντα τὴν ἀρχὴν τὴν 4 θατέρου τῇ τελευτῇ θατέρου, συνδέδεται νεύροις. καὶ χονδρώδη δὲ μόρια μεταξὺ τῶν κάμψεων εἰσιν, οἷον στοιβή, πρὸς τὸ ἄλληλα μὴ τρίβειν. περὶ δὲ τὰ ὀστᾶ αἱ σάρκες περιπεφύκασι, προθειλημμέναι λεπτοῖς καὶ ἰνύόδεσι δεσμοῖς, ὡν ἕνεκεν τὸ τῶν ὀστῶν ἐστὶ γένος.

ὧσπερ γὰρ οἱ πλάττοντες ἐκ πηλού ζῷον ἥ 5 τινος ἄλλης ὑγρᾶς συστάσεως ὑφιστἀσι τῶν στερεᾳν τι σωμάτωον, εἶθʼ οὕτω περιπλάττουσε, τὸν αὐτὸν τρόπον ἡ φύσις δεδνηιούργηχεν ἐκ τῶν σαρκῶν τὸ ζῷον. τοῖς μὲν οὑν ἄλίοις ὕπεστιν ὀστᾶ τοῖς σαρκώδεσι μορίοις, τοῖς μὲν κινουμένοις διὰ κάμψιν τούτου χάριν, τοῖς δʼ ἀκινήτοις φυλακῆς ἕνεκεν, οἷον αί συγκλείουσαι πλευραὶ τὸ στὴθος σωτηρίας χέρι

42
τῶν περὶ την καρδίαν σπλάγχνων· τὰ δὲ περὶ τὴν [*](655,a) κοιλίαν ἀνόστεα πᾶσιν, ὅπως μὴ κωλύῃ τὴν ἀνοίδησιν τὴν ἀπὸ τῆς τροφῆς γινομένην τοῖς ζῴοις ἐξ ἀνάγκης καὶ τοῖς θήλεσι τὴν ἐν αὐτοῖς τῶν ἐμβρύων αὔξησιν.

τὰ μὲν οὖν ζῳοτόκα τῶν ζῴων καὶ ἐν αὑτοῖς 6 καὶ ἐκτὸς παραπλησίων ἔχει τὴν τῶν ὀστῶν δύναμιν καὶ ἰσχυράν. πολὺ γὰρ μείζω πάντα τὰ τοιαῦτα τῶν μὴ ζῳοτόκων ὡς κατὰ λόγον εἰπεῖν τῶν σωμάτων· ἐνιαχοῦ γὰρ πολλὰ γίνεται μεγάλα τῶν ζῳοτόκων, οἷον ἐν Λιβύῃ καὶ τοῖς τόποις τοῖς θερμοῖς καὶ τοῖς ξηροῖς.