De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

6 δεἵ δὲ λαβεῖν, ὡς μεγάλῳ παρεικάζοντα μικρὸν, ὁμοίως συμβαίνειν ὧσπερ τὴν τῶν ὑετῶν γένεσιν· ἀναθυμιωμένης γὰρ ἐκ τῆς γῆς τῆς ἀτμίδος καὶ φερομένης ὑπὸ τού θερμού πρὸς

37
τὸν ἄνω τόπον, ὅταν ἐν τῷ ὑπὲρ ην γῆς γένηται ἀέρι ὄντι ψυχρῷ, συνίσταται πάλιν εἰς ὕδωρ διὰ τὴν ψύξιν καὶ ῥεῖ κάτω πρὸς τὴν γῆν.

ἀλλὰ περὶ περὶ 7 τούτων ἐν ταῖς τῶν νόσων ἀρχαῖς ἁρμόττει λέγειν, ἐοʼ ὅσον τῆς φυσικῆς φιλοσοφίας ἐστὶν εἰπεῖν περὶ αὐτῶν· ποιεῖ δὲ καὶ τὸν ὕπνον τοῖς ζῴοις τοῦτο τὸ μόριον τοῖς ἔχουσιν ἐγκέφαλον, τοῖς δὲ μὴ ἔχουσι τὸ ἀνάλογον. καταψῦχον γὰρ τὴν ἀπὸ τῆς τροφῆς τοῦ αἵματος ἐπίρρυσιν, ὴ καὶ διά τινας ὁμοίας αἰτίας ἄλλας, βαρύνει τε τὸν τόπον (διὸ τὴν κεφαλὴν καρηβαροῦσιν οἱ ὑπνώσσοντες) καὶ κάτω ποιεῖ τὸ θερμὸν ὑποφεύγειν μετὰ τοῦ αἵματος. διὸ πλεῖον ἀθροιζόμενον ἐπὶ τὸν κάτω τόπον ἀπεργάζεται τὸν ὕπνον, καὶ τὸ δύνασθαι ἑστάναι ὀρθὰ ἀφαιρεῖταε, ὅσα τῶν ζῴων ὀρθὰ τὴν φύσιν ἐστί, τῶν δʼ ἄλλων τὴν ὀρθότητα της κεφαλῆςʼ περὶ ὧν εἴρηται καθʼ αὐτὰ ἔν τε τοῖς περὶ αἰσθήσεως καὶ περὶ ὕπνου διωρισμένοις.

ὅτι δʼ ἐστὶν ὁ ἐγκέφαλος κοινὸς ὕδατος καὶ γῆς, δηλοῖ 8 τὸ συμβαῖνον περὶ αὐτόν· ἑψὸμενος γὰρ γίνεται ξηρὸς καὶ σκληρς, καὶ λείπεται τὸ γεῶδες ἐξατμισθέντος τοῦ ὕὅατος ὑπὸ τῆς θερμὸτητος, ὥσπερ τὰ τῶν χεδρόπων ἑψήματα καὶ τῶν ἅλλων καρπῶν, διὰ τὸ γῆς εἶναι τὸ πλεῖστον μέρος, ἐξιόντος τοῦ μιχθέντος τος ὑγροῦ· καὶ γὰρ ταῦτα γίνεται σκληρὰ καὶ γεἡρὰ πάμπαν.

ἔχει δὲ τῶν ζῷύων ἐγκέφαλον πλεῖστον ἄνθρωπος 9 ὡς κατὰ μέγεθος, καὶ τῶν ἀνθρὸπων οἱ ἄρρενες τῶν θηλειῶν· καὶ γὰρ τὸν περὶ τὴν καρδίαν καὶ τὸν πλεύμονα τόπον θερμὸτατον καὶ ἐναιμὸτατον. διὸ καὶ μόνον ἐστὶ τῶν ζῷόων ὀρθόν· ἡ γὰρ τοῦ θερμοῦ φύσις ἐνισχύουσα ποιεῖ τὴν αξησιν ἀπὸ τού μέσου κατὰ τὴν αὐτης φοράν. πρὸς σὖν πολλὴν θερμὸτητα ἀντίκειται πλεέων ὑγρότης καὶ ψυχρότης, καὶ

38
διὰ τὸ πλῆθς ὀψιαίτατα πήγνυται τὸ περὶ τὴν κεφαλὴν ὀσουν, ὃ καλοῦσι βρέγμα τινές, διὰ τὸ πολὺν νον τὸ θερμὸν ἀπατμίζειν· τῶν δʼ ἄλλων οὐδενὶ τοῦτο συμβαίνει τῶν ἐναίμων ζῴων.

10 καὶ ῥαφὰς δὲ πλείστας ἔχει περὶ τὴν κεφαλήν, καὶ τὸ ἄρρεν πλείους [*](b) τῶν θηλειἀν, διὰ τὴν αὐτὴν αἰτίαν, ὅπως ὁ τόπος εὔπνους ᾖ, καὶ μᾶλλον ὁ πλείων ἐγκέφαλος ὑγραινόμενος γὰρ ἤ ξηραινόμενος μᾶλλον οὐ ποιήσει τὸ αὑτοῦ ἔργον, ἀλλʼ ἢ οὐ ψύξει ἢ πήξει, ὥστε νόσους καὶ παρανοίας ποιεῖν καὶ θανάτους · τὸ γὰρ ἐν τῇ καρδίᾳ θερμὸν καὶ ἡ ἀρχὴ συμπαθέστατόν ἐστι καὶ ταχεῖαν ποιεῖται τὴν αἴσθησιν μεταβάλλοντός τι καὶ πάσχοντος τοῦ περὶ τὸν ἐγκέφαλον αἵματος.

11 Περὶ μὲν σὖν τῶν συμφύτων τοῖς ζῴοις ὑγρῶν σχεδὸν εἴρηται περὶ πάντων· τῶν δʼ ὑστερογενῶν τά τε περιττώματα τῆς τροφῆς ἐστί, τό τε τῆς κύστεως ὑπόστημα καὶ τὸ τῆς κοιλίας, καὶ παρὰ ταῦτα γονὴ καὶ γάλα τοῖς πεφυκόσιν ἔχειν ἕκαστα τούτων. τὰ μὲν οὖν τῆς τροφῆς περιττώματα περὶ τὴν τῆς τροφῆς σκέψιν καὶ θεωρίαν οἰκείους ἔχει τοὺς λόγους, τίσι τε τῶν ζῴων ὑπάρχει καὶ διὰ τίνας αἰτίας, τὰ δὲ περὶ σπέρματος καὶ γάλακτος ἐν τοῖς περὶ γενέσεωςʼ τὸ μὲν γὰρ ἀρχὴ γενέσεως αὐτῶν ἐστί, τὸ δὲ χάριν γενέσεως.