De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

2 ἥκιστα δὲ τοιούτος ὁ ῥαχίτης ἐστὶ μυελὸς διὰ τὸ δεῖν αὐτὸν εἶναι συνεχῆ καὶ διέχειν διὰ πάσης της ῥάέχεως διῃρημένης κατὰ τοὺς σφονδύλους· λιπαρὸς δ ὤν ἤ στεατώδης οὐκ ἄν ὁμοίως ἦν συνεχής, ἀλλʼ ἤ θραυστὸς ἤ ὑγρός. ἔυια δʼ οὐκ ἔχει τῶν ζῷων ὡς ἀξίως εἰπεῖν μυελόν, ὅσων τὰ ὀστᾶ ίσχυρὰ καὶ πυκνά, οἷον τὰ τοῦ λέοντος· τούτου γὰρ τὰ ὀστᾶ, διὰ [*](652,a) τὸ πάμπαν ἄσημον ἔχειν, δοκεῖ οἀκ ἔχειν ὅλως μυελόν.

3 ἐπεὶ δὲ τὴν μὲν τῶν ὀστῶν ἀναγκη φύσιν ὑπάρχειν τοῖς ζῴοις, ὴ τὸ ἀνάλογον τοῖς ὀστοῖς, οἷον τοῖς ἐνύδροις τὴν ἅκανθαν,ἀναγκαῖον ἐνίοις ὑπάρχει καὶ μυελόν, ἐμπεριλαμβανομένης τῆς τροφῆς ἐξ ἧς γίνεται τὰ ὀστᾶ. ὅτι δʼ ἡ τροφὴ πᾶσιν αἷμα, είρηται πρότερον. εὐλόγως δὲ καὶ στεατώδεις οἱ μυελοὶ καὶ πιμελύδεις εἰσίν· διὰ γὰρ τὴν ἀλέαν τὴν γινομένην ὑπὸ τοῦ περιέχεσθαι τοῖς ὀστοῖς πέττεται τὸ αἷμα, ἡ δὲ καθʼ αὑτὸ πέψις αἵματος στέαρ καὶ πιμελὴ ἐστιν.

4 καὶ ἐν τοῖς δὴ τὰ ὀστᾶ πυκνὰ ἔχουσι καὶ ίσχυρὰ εὐλόγως ἐν τοῖς μὲν οὐκ ἔνεστι, τοῖς δ ὀλίγος ἔνεστιν· είς γὰρ τὰ ὀστᾶ ἀναλίσκεται ἡ τροφή. ἐν δὲ τοῖς μὴ ἔχουσιν ὀστᾶ ἀλλʼ ἃκανθαν ὁ ῥαχίτης μόνος ἐστὶ μυελός· ὀλίγαιμα τε γὰρ φύσει ὑπάρχει ὄντα, καὶ κοίλη ἄκανθα μόνον ἡ τῆς ῥάχεής ἐστιν. διὸ ἐν ταύτῃ ἐγγίνεταιʼ μύνη τε γὰρ ἔχει χώραν, καὶ μόνη δεῖται συνδέσμου διὰ τὰς διαλήψεις. διὸ καὶ ὁ ἐνταῦθα μυελός, ὥσπερ είρηται ἀλλοιότερὸς ἐστιν· διὰ τὸ ἀντὶ περόνης γὰρ γίνεσθαι γλίσχρος καὶ νευρώδης ἐστίν, ἵνʼ ἕχῃ τάσιν.

5 διἅ τί μὲν σὖν μυελὸν ἔχει τὰ ζῷα τὰ ἔχοντα μυελόν, είρηται· καὶ τί ἐστιν ὁ μυελὸς, ἐκ τούτων φανερόν, ὅτι τῆς αἱματικῆς τροφῆς

35
τῆς εἰς ὀστᾶ καὶ ἄκανθαν μερις  ἐστὶ  τὸ ἐμπεριλαμβανόμενον περίττωμα πεφθέν.

7 Περὶ δ’ ἐγκεφάλου σχεδόν ἐστιν ἐχόμενον ει πολλοῖς γὰρ καὶ ὁ ἐγκέφαλος δοκεῖ μυελὸς εἶναι και ἀρχὴ τού μυελοῦ διὰ τὸ συνεχὴ τὸν ῥαχίτην αὐτῷ ὁρᾶν μυελόν. ἔστι δὲ πᾶν τοὐναντίον αὐτῷ τὴν φύσιν ὡς εἰπεῖν· ὁ μὲν γὰρ ἐγκέφαλος ψυχρότατον τῶν ἐν τῷ σήματι μορίων, ὁ δὲ μυελὸς θερμὸς τὴν φύσιν· δηλοῖ δʼ ἡ λιπαρότης αὐτοῦ καὶ τὸ πῖον. διὸ καὶ συνεχὴς ὁ ῥαχίτης τῷ ἐγκεφάλῳ ἐστίν· ἀεὶ γὰρ ἡ φύσις μηχανἀται πρὸς τὴν ἑκάστου ὑπερβολὴν βοήθειαν τὴν τοῦ ἐναντίου παρεδρίαν, ἵνα ἀνισάζῃ τὴν θατέρου ὑπερβολὴν θάτερον.