De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

ἐπεὶ δʼ ἀδύνατον ἦν εἶναι τὸν μυκτῆρα τοιοῦτον 4 μὴ μαλακὸν ὄντα μηδὲ κάμπτεσθαι δυνάμενον (ἐνεπόδιζε γὰρ ἄν τῷ μήκει πρὸς τὸ λαβεῖν τὴν θύραθεν τροφήν, καθάπερ φασὶ τὰ κέρατα τοῖς ὀπισθονόμοις βουσίν· καὶ γὰρ ἐκείνους νέμεσθαί φασιν ὑποχωροῦντας παλιμπυγηδόν) ὑπάρξαντος οὑν τοιούτου τού μυκτῆρος, ἡ φύσις παρακαταχρηται, καθάπερ εἴωσθεν, ἐπὶ πλείονα τοῖς αὐτοῖς μορίοις, ἀντὶ τῆς τῶν προσθίων ποδῶν χρείας. τούτους γὰρ τὰ πολυδάκτυλα τῶν τετραπόδων ἀντὶ χειρᾷν ἔχουσιν, ἀλλʼ οὐ μόνον ἕνεχʼ ὑποστάσεως τοῦ βάρους· οἱ δʼ ἐλέφαντες τῶν πολυδακτύλων εἰσί, καὶ οὔτε διχαλοὺς ἔχουσιν οὔτε μώνυχας τοὺς πτόδας· ἐπεὶ δὲ τὸ μέγεθος πολὺ καὶ τὸ βάρος τὸ τοῦ σύματος, διὰ τοῦτο μόνον ἐρείσματός εἰσι χάριν, καὶ διὰ τὴν βραδυτῆτα καὶ τὴν ἀφυίαν τῆς κάμψεως σὐ χρήσιμον πρὸς ἄλλο οὐθέν.

διὰ μὲν σὖν τὴν ἀναπνοὴν ἔχει μυκτῆρα, καθάπερ 5 καὶ τῶν ἄλλων ἕκαστον τῶν ἐχόντων πλεύμονα ζῴων, διὰ δὲ τὴν ἐν τῷ ὑγρῷ διατριβὴν καὶ τὴν βραδυτὴτα τῆς ἐκεῖθεν μεταβολῆς δυνάμενον ἑλίττεσθαι καὶ μακρόν · ἀφῃρημένης δὲ τῆς τῶν ποδῶν χρήσεως, καὶ ἡ φύσις, ὥσπερ εἴπομεν, καταχρῆται καὶ πρὸς τὴν ἀπὸ τῶν ποδῶν γινομένην ἂν βοήθειαν τούτῳ τῷ μορίῳ.

οἱ δʼ ὅρυιθες καὶ οἱ ὄφεις καὶ ὅσα 6 [*](b) ἄλλ’ ἕναιμα καὶ ᾠοτόκα τῶν τετραπόδων, τοὺς μὲν πόρους ἔχουσι τῶν μυκτήρων πρὸ τοῦ στόματος, ὥστε δʼ εἰπεῖν μυκτὴρας, εί μὴ διὰ τὸ ἔργον, οὐκ ἔχουσι

54
φανερῶς διηρθρωμένους· ἀλλʼ ἥ γʼ ὄρυις ὥστε μηθὲν ἂν εἰπεῖν ἔχειν ῥῖνας. τοῦτο δὲ συμβέβηκεν, ὅτι ἀντὶ σιαγόνων ἔχει τὸ καλούμενον ῥύγχος.

7 σιτία δὲ τούτων ἡ φύσις ἡ τῶν ὀρνίθων συνεστηκυῖα τούτον τὸν τρὸπον. δίπουν γάρ ἐστι καὶ πτερυγωτὸν, ὧστʼ ἀνάγκη μικρὸν τὸ βάρος ἔχειν τὸ τοῦ αὐχένος καὶ τὸ τῆς κεφαλῆς, ὤσπερ καὶ τὸ στὴθος στενόν· ὅπως μὲν σὗν ᾖ χρήσιμον πρός τε τὴν ἀλκὴν καὶ διὰ τὴν τροφὴν, ὀστῶδες ἔχουσι τὸ ῥύγχος, στενὸν δὲ διὰ τὴν μικρὸτητα τὴς κεφαλῆς. ἐν δὲ τῷ ῥύγχει τοὺς πόρους ἔχουσι τῆς ὀσφρήσεως, μυκτὴρας δʼ ἔχειν ἀδύνατον.

8 περὶ δὲ τῶν ἅλλων ζῷων τῶν μὴ ἀναπνεόντων εἴρηται πρὸτερον, διʼ ᾒν αἰτίαν οὐκ ἔχουσι μυκτῆρας, ἀλλὰ τὰ μὲν διὰ τῶν βραγχίων, τὰ δὲ διἀ τοῦ αὐλοῦ, τὰ δʼ ἕντομα διὰ τού ὑποζύόματος αίσσθάνονται τῶν ὁςμην, καὶ πάντα τῷ συνφύτῳ πνεύματι τού σώματος ὥσπερ κινεῖται· τοῦτο δʼ ὑπάρχει φύσει πἅσι καὶ οὐ θύραθεν ἐπείσακτόν ἐστιν.