De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

τὰ 11 μὲν γὰρ τετράποδα ἀπηρτημένα ἔχει τὰ ὦτα καὶ ἄνωθεν τῶν ὀμμάτων, ὡς δόξειεν ἄν. οὐκ ἔχει δέ, ἀλλὰ φαίνεται διὰ τὸ μὴ ὀρθὰ εἶναι τὰ ζῷα ἀλλὰ κύπτειν. οὕτω δὲ τὸ πλεῖστον κινουμένσσν χρήσιμα μετεωρὸτερα τʼ ὄντα καὶ κινούμενα· δέχεται γὰρ στρεφόμενα πάντσθεν τοὺς ψόφονς μᾶλλον.

48

12 οἱ δʼ ὄρνιθες τοὺς πόρους μόνον ἔχουσι διὰ τὴν τού δέρματος σκληρότητα, καὶ τὸ ἔχειν μὴ τρίχας ἀλλὰ πτερωτὰ εἶναι· οὐκ οὑν ἔχει τοιαύτην ὕλην ἐξ ἧς ἂν ἕπλασε τὰ ὡτα. ὁμοίως δὲ καὶ τῶν τετραπόδων τὰ ῴοτόκα καὶ φολιδωτά· ὁ γὰρ αύτὸς ἁρμόσει καὶ ἐπʼ ἐκείνων λόγος. ἔχει δὲ καὶ ἡ φύόκη τῶν ζῳοτόκων οὐκ ὖτα ἀλλὰ πόρους ἀκοῆς, διὰ τὸ πεπηρωμένον εἶναι τετράπουν.

13 Καὶ οἱ μὲν ἅνθρωποι καὶ οἱ ὅρυιθες καὶ τὰ ζῳοτόκα καὶ τὰ ᾧοτόκα τῶν τετραπόὅων φυλακὴν ἔχουσι τῆς ὄψεως, τὰ μὲν ζῳοτόκα βλέφαρα δύο, οἷς καὶ σκαρδαμύττουσι, τῶν δʼ ὀρνίθων ἅλλοι τε καὶ οἱ βαρεῖς καὶ τὰ ᾧοτόκα τῶν τετραπόδων τῇ κάτω βλεφαρίδι μύουσιν· σκαρδαμύττουσι δʼ οἱ ὅρυιθες ἐκ τῶν κανθῶν ὑμένι. τοῦ μὲν οὖν φυλακὴν ἔχειν αἴτιον τὸ ὑγρὰ τὰ ὄμματα εἶναι, ἵνα ὄξύ βλέπωσι τοῦτον τὸν τρόπον ὑπὸ τῆς φύσεως. σκληρόδερμα γὰρ ὄντα ἀβλαβέστερα μὲν ἂν ἦν ὑπὸ τῶν ἔξωθεν προσπιπτόντων, οὐκ ὀξυωπὰ δέ.

2 τούτου μὲν οὖν ἕνεκα λεπτὸν τὸ δέρμα τὸ περὶ τὴν κόρην ἐστί, τῆς δὲ σωτηρίας χαέριν τὰ βλέφαραʼ καὶ διὰ τοῦτο σκαρδαμύσσει τε πάντα καὶ μάλιστʼ ἅνθρωπος, πάντα μὲν ὅπως τὰ προσπίπτοντα τοῖς βλεφάροις κωλύωσι (καὶ τοῦτο οὐκ ἐκ προαιρέσεως, ἀλλʼ ἡ φύσις ἐποίησε), πλειστάκις [*](b) δʼ ὁ ἅνθρωπος διὰ τὸ λεπτοδερμότατος εἷναι. ἡ δὲ βλεφαρίς ἐστι δέρματι περιειλημμένη· διὸ καὶ οὐ συμφύεται οὔτε βλεφαρὶς οὔτʼ ἀκροποσθία, ὅτι ἄνευ σαρκὸς δέρματά ἐστιν.

3 τῶν δʼ ἀρνίθεν ὅσοι τῇ 5 κάτω βλεφαρίδι μύουσι, καὶ τὰ ᾧοτόκα τῶν τετραπόδων, διὰ τὴν σκληρότητα τού δέρματος τού περὶ τὴν κεφαλὴν οὕτω μύουσιν. οἱ μὲν γὰρ βαρεῖς τῶν πτερωτῶν διὰ τὸ μὴ πτητικοὶ εἶναι τὴν τῶν πτερῶν

49
αὖξησιν εἰς τὴν τού δέρματος παχύτητα τετραμμένην ἔχουσιν. διὸ καὶ οὐτοι μὲν τῷ κάτω βλεφάρῳ μύουσι, περιστεραὶ δὲ καὶ τὰ τοιαύτα ἀμφοῖν.

τὰ δὲ 4 τετράποδα τῶν ᾠοτόκων φολιδωτά ἐστιν· ταῦτα δὲ σκληρότερα πάντα τριχὸς, ὥστε καὶ τὰ δέρματα τοῦ δέρματος. τὸ μὲν οὑν περὶ τὴν κεφαλὴν σκληρὸν ἐστιν αὑτοῖς, διόπερ οὐκ ἔχει βλέφαρον ἐκεῖθεν, τὸ δὲ κάτωσθεν σαρκὧδες, ὥστʼ ἔχειν τὸ βλέφαρον λεπτότητα καὶ τάσιν. σκαρδαμύττουσι δʼ σἱ βαρεῖς ὄρνιθες τούτῳ μὲν οὕ, τῷ δʼ ὑμέυι, διἀ τὸ βραδεῖαν εἶναι τὴν τούτου κίνησιν, δεῖν δὲ ταχεῖαν γίνεσθαι· ὲ δʼ ὑμὴν τοιούτον.

ἐκ δὲ τοῦ κανθοῦ τὸν παρὰ 5 τοὺς μυκτὴρας σκαρδαμύττουσιν, ὅτι βέλτιον ἀπʼ ἀρχῆς μιᾶς τὴν φύσιν εἶναι αὐτῶν, ούτοι δʼ ἔχουσιν ἀρχὴν τὴν πρὸς τὸν μυκτὴρα πρόσφυσιν· καὶ τὸ πρόσθιον ἀρχὴ τοῦ πλαγίου μᾶλλον. τὰ δὲ τετράποδα καὶ ᾧοτόκα οὐ σκαρδαμύττει ὁμοίως, ὅτι οὐδ ʼ ὑγρὰν αὐτοῖς ἀναγκαῖον ἔχειν καὶ ἀκριβὴ τὴν ὄψιν ἐπιγείοις οὗσιν. τοῖς δʼ ὄρνισιν ἀναγκαῖον· πόρρῳσθεν γὰρ ἡ χρῆσις τῆς ὄψεως. διὸ καὶ τὰ γαμ ψώνυχα μὲν ὀξυωπά (ἄνωθεν γὰρ αὐτοῖς ἡ θεωρία τῆς τροφῆς, διὸ καὶ ἀναπέτονται ταῦτα μάλιστα τῶν ὀρνέων εἰς ὕψος), τὰ δʼ ἐπίγεια καὶ μὴ πτητικά, οἷον ἀλεκτρυόνες καὶ τὰ τοιαύτα, οὐκ ὀξυωπά· οὐδὲν γὰρ αὐτἀ κατεπείγει πρὸς τὸν βίον.

οἱ δʼ ἐχθύες καὶ τὰ ἔντομα 6 καὶ τὰ σκληρόδερμα διαφέροντα μὲν ἔχουσι τὰ ὄμματα, βλέφαρον δʼ οὐδὲν οὐτῶν ἔχει. τὰ μὲν γὰρ σκληρόδερμα ὅλως οὐκ ἔχει· ἡ δὲ τοῦ βλεφάρου χρὴσις ταχεῖαν καὶ δερματικὴν ἔχει τὴν ἐργασίαν· ἀλλʼ ἀντὶ ταύτης τῆς φυλακῆς πάντα σκληρὸφθαλμά ἐστιν, οἷον βλέποντα διἀ τοῦ βλεφάρου προσπεφυκότος. ἐπεὶ δʼ ἀναγκαῖον διὰ τὴν σκληρότητα ἀμβλύτερον

50
βλέπειν, κινουμένους ἐποίησεν ἡ φύσις τοὺς ὀφθαλμοὺς τοῖς ἐντόμοις, καὶ μᾶλλον ἔτι τοῖς σκληροδέρμοις, [*](658,a) ὥσπερ ἔνια τῶν τετραπόδων τὰ ὦτα, ὅπως ὀξύτερον βλέπῃ στρέφοντα πρὸς τὸ φῶς καὶ δεχόμενα τὴν αὐγήν.

7 οἱ δʼ ἰχθύες ὑγρόφθαλμοι μέν εἰσιν. ἀναγκαία γὰρ τοῖς πολλὴν ποιουμένοις κίνησιν ἡ τῆς ὄψεως ἐκ πολλοῦ χρῆσις. τοῖς μὲν σὖν πεζοῖς ὁ ἀὴρ εὐδίοπτος· ἐκείνοις δʼ ἐπεὶ τὸ ὕδωρ πρὸς μὲν τὸ ὀξὺ βλέπειν ἐναντίον, οὐκ ἔχει δὲ πολλὰ τὰ προσκρούσματα πρὸς τὴν ὄψιν ὥσπερ ὁ ἀήρ, διὰ μὲν τοῦτʼ οὐκ ἔχει βλέφαρον (οὐδὲν γὰρ ἡ φύσις ποιεῖ μάτην), πρὸς δὲ τὴν παχύτητα τοῦ ὕδατος ὑγρόφθαλμοί εἰσιν.

14 Βλεφαρίδας δʼ ἐπὶ τῶν βλεφάρων ἔχουσιν ὅσα τρίχας ἔχουσιν, ὄρνιθες δὲ καὶ τῶν φολιδωτῶν οὐδέν· οὐ γὰρ ἔχουσι τρίχας. περὶ γὰρ τοῦ στρουθοῦ τοῦ Λιβυκοῦ τὴν αἰτίαν ὕστερον ἐροῦμεν· τοῦτο γὰρ ἔχει βλεφαρίδας τὸ ζῷον. καὶ τῶν ἐχόντων τρέχας ἐπʼ ἀμφότερα οἱ ἄνθρωποι μόνον ἔχουσιν. τὰ γὰρ τετράποδα τν ζῴων ἐν τοῖς ὑπτίοις οὐκ ἔχει τρίχας, ἀλλʼ ἐν τοῖς πρανέσι μᾶλλον· οἱ δʼ ἄνθρωποι τοὐναντίον ἐν τοῖς ὑπτίοις μἀλλον ἢ ἐν τοῖς πρανέσιν. σκέπης γὰρ χάριν αἱ τρίχες ὑπάρχουσι τοῖς ἔχουσιν· τοῖς μὲν οὖν τετράποσι τὰ πρανῆ δεῖται μἀλλον τῆς σκέπης, τὰ δὲ πρόσθια τιμιωτερα μέν, ἀλλὰ λεάζει διὰ τὴν κάμψιν· τοῖς δʼ ἀνθρώποις ἐπεὶ ἐξ ἴσου διὰ τὴν ὀρθότητα τὰ πρόσθια τοῖς ὀπισθίοις, τοῖς τιμιωτέροις ὑπέγραψεν ἡ φύσις τὴν βοήθειαν· ἀεὶ γὰρ ἐκ τῶν ἐνδεχομένων αἰτία τού βελτίονός ἐστιν.

2 καὶ διὰ τοῦτο τῶν τετραπόδωον οὐθὲν οὔτε βλεφαρίδα ἔχει τὴν κάτωθεν, ἀλλʼ ὑπὸ τοῦτο τὸ βλέφαρον ἐνίοις παραφύονται μαναὶ τρίχες, οὔτʼ ἐν ταῖς μασχάλαις

51
οὔτʼ ἐπὶ τῆς ἥβης, ὥσπερ τοῖς ἀνθρώποις ἀλλʼ ἀντὶ τούτων τὰ μὲν καθʼ ὅλον τὸ σῶμα πρανὲς δεδάσυνται ταῖς θριξίν, οἷον τὸ τῶν κυνῶν γένος, τὰ δὲ λοφιὰν ἔχει, καθάπερ ἵπποι καὶ τὰ τοιαύῦτα τῶν ζῴων, τὰ δὲ χαίτην, ὥσπερ ὸ ἄρρην λέωυ.