Mirabilium auscultationes

Aristotle

Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.

Καὶ ἐν Σικελίᾳ δέ φασι καὶ ἐν Ἰταλίᾳ τούς γαλεώτας θανάσιμον ἔχειν τὸ δῆγμα, καὶ οὐχ ὥσπερ τοὐς παῤ ἡμῖν ἀσθενὲς καὶ μαλακόν. Εἶνα δὲ καὶ μυῶν γένος ἐφιπτάμενον, ὃ ὅταν δάκη, ἀποθνήσκειν ποιὲ.

Ἐῳ δὲ τῇ Μεσοποταμίᾳ τῆς Συρίας φασὶ καὶ ἐν Ἰστροῦντι ὀφείδιά τινα γίγνεσθαι, ἄ τοὺς ἐγχαρίους οὐ δάκνει, τοὺς ξένους δὲ ἀδικεῖ σφόδρα.

Περὶ δὲ τὸν Εὐφράτην καὶ τελείως φασὶ τοῦτο γίγνεσθαι. Πολλοὺς γὰρ φαίνεσθαι περὶ τὰ χείλη τοῦ ποταμοῦ καὶ διανέοντας ἐφ’ ἑκάτερα, ὥστε τῆς δείλης ἐνταῦθα θεωρουμένους ἄμα τῇ ἡμέρᾳ ἐπὶ θατέρου μέρους φαίνεσθαι, καὶ τούς ἀναπαυομένους τῶν μὲν Σύρων μὴ δάκνειν, τῶν δ’ Ἑλλήνων μὴ ἀπέχεσθαι.