Mirabilium auscultationes

Aristotle

Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.

Ἐν Ἄργει δέ φασι γίνεσθαι ἀκρίδος τι γένος ὃ καλεῖται σκορπιομάχον. Ὅταν γὰρ ἴδῃ τάχιστα σκορπίον, ἀνθίσταται αὐτῷ· ὡσαύτως δὲ καὶ ὁ σκορπίος ἐκείνῃ. Καὶ κύκλῳ περιιοῦσα τρίζει περὶ αὐτόν· τὸν δὲ τὸ κέντρον ἐπαίροντα ἀντιπεριάγειν ἐν τῷ αὐτῷ τόπῳ, εἶτα κατὰ μικρὸν ἀνιέναι τὸ κέντρον, καὶ τέλος ὅλον ἐκτείνεσθαι, τῆς ἀκρίδος κύκλῳ τρεχούσης. Τὰ τελευταῖα δὲ προσελθοῦσα κατεσθίει αὐτὸν ἡ ἀκρίς. Αγαθὸν δέ φασιν εἶναι καὶ πρὸς τὰς πληγὰς τοῦ σκορπίου ἐπιφαγεῖν αὐτήν.