Mechanica

Aristotle

Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.

Διὰ τί οὔτε τὰ ἐλάττονα οὔτε τὰ μεγάλα πόρρω φέρεται ῥιπτούμενα, ἀλλὰ δεῖ συμμετρίαν τινὰ ἔχειν πρὸς τὸν ῥιπτοῦντα; Πότερον ὅτι ἀνάγκη τὸ ῥιπτούμενον καὶ ὠθούμενον

ἀντερείδειν ὅθεν ὠθεῖται; Τὸ δὲ μηθὲν ὑπεῖκον διὰ μέγεθος ἢ μηδὲν ἀντερεῖσαν δι’ ἀσθένειαν οὐ ποιεῖ ῥῖψιν οὐδὲ ὦσιν.

Τὸ μὲν οὖν πολὺ ὑπερβάλλον τῆς ἰσχύος τῆς ὠθούσης οὐθὲν ὑπείκει, τὸ δὲ πολὺ ἀσθενέστερον οὐδὲν ἀντερείδει, Ἣ ὅτι τοσοῦτον φέρεται τὸ φερόμενον, ὅσον ἂν ἀέρα κινήσῃ εἰς βάθος; Τὸ δὲ μηδὲν κινούμενον οὐδ’ ἂν κινήσειεν οὐδέν. Συμβαίνει δὴ ἀμφότερα τούτοις ἔχειν. Τό τε γὰρ σφόδρα μέγα καὶ τὸ σφόδρα μικρὸν ὥσπερ οὐθὲν κινούμενά ἐστι· τὸ μὲν γὰρ αὐτὸ καθ’ ἓν κινεῖ, τὸ δ’ οὐθὲν κινεῖται.