Mechanica

Aristotle

Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.

Διὰ τί ῥᾷον κινοῦνται περὶ τὸ αὐτὸ ζυγὸν οἱ μείζους τῶν ἐλαττόνων κόλλοπες, καὶ οἱ αὐτοὶ ὄνοι οἱ λεπτότεροι ὑπὸ τῆς αὐτῆς ἰσχύος τῶν παχυτέρων; Ἣ διότι ὁ μὲν ὅνος καὶ τὸ ζυγὸν κέντρον ἐστίν, τὰ δὲἀπέχοντα μεγέθη αἱ ἐκ τοῦ κέντρου;

Θᾶττον δὲ κινοῦνται καὶ πλέον ἀπὸ τῆςαὐτῆς ἰσχύος αἱ τῶν μειζόνων κύκλων ἢ αἱ τῶν ἐλαττόνων· ὑπὸ τῆς αὐτῆς γὰρ ἰσχύοςθᾶττον μεθίσταται τὸ ἄκρον τὸ πορρώτερον τοῦ κέντρου. Διὸ πρὸς μὲν τὸ ζυγὸν τοὺς κόλλοπας ὄργανα ποιοῦνται, οἶς ῥᾷον στρέφουσιν· ἐν δὲ τοῖς λεπτοῖς ὄνοις πλεῖον γίνεται τὸ ἔξω τοῦ ξύλου, αὕτη δὲ γίνεται ἡ ἐκ τοῦ κέντρου.

Διὰ τί τὸ αὐτὸ μέγεθος ξύλον ῥᾷον κατεάσσεται περὶ τὸ γόνυ, ἐὰν ἴσὸνἀποστήσας τῶν ἄκρων ἐχόμενος καταγνύῃ, ἢπαρὰ τὸ γόνυ ἐγγὺς ὄντος· καὶ ἐὰν πρὸς τὴν γῆν ἐρείσας καὶ τῷ ποδὶ προσβὰς πόρρωθεν τῇ χειρὶ καταγνύῃ, ἢ ἐγγύθεν; Ἥ διότι ἔνθαμὲν τὸ γόνυ κέντρον, ἔνθα δὲ ὁ πούς. Ὄσῳ δ’ ἂν πορρώτερον ᾖ τοῦ κέντρου, ῥᾷον κινεῖται ἅπαν. Κινηθῆναι δὲ ἀνάγκη καταγνύμενον.