Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

— τὸ δʼὅλον οὐκ ἔστιν οὐδεμία ἡδονὴ γένεσις· οὐδὲ γὰρ αὗται αἱ ἀπὸ τοῦ φαγεῖν καὶ πιεῖν ἡδοναὶ οὐκ εἰσὶ γενέσεις, ἀλλὰ διαμαρτάνουσιν οἱ ταύτας φάσκοντες εἶναι τὰς ἡδονὰς γενέσεις. οἴονται γάρ, ἐπειδὴ τῆς προσφορᾶς γινομένης γίνεται ἡδονή, [*](1204b, 4—20 E. N. 1152b, 33—1153a, 7 || 20—1205a, 6 ═ E. N. 1153a, 717.) [*](1204b, 1. πολύκοινον. 〈καὶ ὅτι ἡδονῆς οὐκ ἔστιν ἐπιστήμη.〉 vel simile quid Spenge lius, cf. 1206a, 26sqq. et v. Addenda || καὶ ὅτι—2. κράτιστον fortasse post 3. ἀγαθόν transponenda esse ci. Spengelius || οὐ κράτιστον—2. κράτιστον] οὐκ ἄριστον—ἄριστον Spengelius || 5. τοῦτον post λύειν KbP2 || 8. ἰδεῖν καὶ add. Susem. ||12. ἡ post καὶ add.MbBk.Bu. (fors. recte) || 16. ἔστι om. KbP2 et teste Victorio || 18. ἣ—ἡδονή om. Ald., ἡ μὲν om. Mb, μὲν om. Pb P1.2. Par. 1417, 1855, ὡρ—20. ἡδονὴ om. ZPar. 2024 || 22. οὐκ om. Π2 || 24. γενομένης KbAld.)

73
διὰ τοῦτο γένεσιν εἶναι· ἔστι δʼ οὔ.

ἐπειδὴ γάρ ἐστι τῆς ψυχῆς τι μέρος ᾧ ἡδόμεθα ἅμα τῇ προσφορᾷ ὧν ἐσμεν ἐνδεεῖς, τοῦτο τὸ μόριον τῆς ψυχῆς ἐνεργεῖ καὶ κινεῖται, ἡ δὲ κίνησις αὐτοῦ καὶ ἡ ἐνέργειά ἐστιν ἡδονή· διὰ δὴ τὸ ἅμα τῇ προσφορᾷ ἐκεῖνο τὸ μόριον τὸ τῆς ψυχῆς ἐνεργεῖν, ἢ διὰ τὴν αὐτοῦ ἐνέργειαν, οἴονται γένεσιν εἶναι τὴν ἡδονὴν τῷ τὴν προσφορὰν δήλην εἶναι, τὸ δὲ τῆς ψυχῆς μόριον ἄδηλον.

ὅμοιον οὖν εἴ τις τὸν ἄνθρωπον οἴεται εἶναι σῶμα, ὅτι τοῦτο μὲν αἰσθητὸν ἐστίν, ἡ δὲ ψυχὴ οὔ· ἔστι δέ γε καὶ [ἡ] ψυχή. ὁμοίως δὲ καὶ ἐπὶ τούτου· ἔστιν γὰρ μόριόν τι τῆς ψυχῆς ᾦ ἡδόμεθα, ὃ ἄμα τῇ προσφορᾷ ἐνεργεῖ. διὸ οὐκ ἔστιν οὐδεμία ἡδονὴ γένεσις.

— καὶ ἀποκατάστασις δέ, φασίν, εἰς φύσιν αἰσθητή. καὶ γὰρ μὴ ἀποκαθισταμένοις εἰς φύσιν ἐστὶν ἡδονή· τὸ γὰρ ἀποκαθίστασθαί ἐστι τὸ τοῦ ἐνδεοῦς τῇ φύσει, τούτου τὴν ἀναπλήρωσιν γενέσθαι, ἔστιν δέ, ὡς φαμέν, [*](1205a) μὴ ὄντα ἐνδεᾶ ἥδεσθαι· ἡ μὲν γὰρ ἔνδεια λύπη, ἄνευ δὲ λύπης καὶ πρὸ λύπης φαμὲν ἥδεσθαι· ὥστʼ οὐκ ἂν εἴη ἡ ἡδονὴ ἀποκατάστασις τοῦ ἐνδεοῦς· ἐνδεὲς γὰρ ἐπὶ τῶν τοιούτων ἡδονῶν οὐδέν. — ὥστε εἰ διότι μὲν γένεσις ἡ ἡδονὴ οὐκ ἀγαθὸν ἐδόκει εἶναι, οὐκ ἔστιν δὲ οὐδεμία ἡδονὴ γένεσις, ἀγαθὸν ἂν εἴη ἡ ἡδονή.

ἀλλὰ μετὰ τοῦτο οὐ πᾶσα, φασίν, ἡδονὴ ἀγαθόν. συνίδοι δʼ ἄν τις καὶ ὑπὲρ τούτου οὕτως. ἐπεὶ γὰρ τἀγαθόν φαμεν ἐν πάσαις ταῖς κατηγορίαις λέγεσθαι (καὶ γὰρ ἐν οὐσίᾳ καὶ ἐν τῷ πρός τι καὶ ποσῷ καὶ πότε καὶ ὅλως ἐν ἀπάσαις), ἤδη γʼ ἐκεῖνο φανερόν. κατὰ πάσας γὰρ ἀγαθοῦ ἐνεργείας ἡδονή τις ἀκολουθεῖ, ὥστʼ ἐπειδὴ τὸ [*](1205a, 8—11 ═ E. E. 1217b, 25—1218a, 1. cf. E. N. 1096a, 23—24.) [*](27. ἧι post ψυχῆς add. Kb et pr. Pb, ἢ rc. P || 28. δὴ τὸ Camot. Scaliger, δὲ τὸ Bas. 3, τὸ δὴ ΠAld. || 33. ἡ post καὶ secl. Rieckher Susem. || 37. αἰσθητήν ΠAld., ν eras corr. Kb || 1205a, 3. ἡ om. Π1 || 6. ἡ om KbAld || 7. φασίν Bonitzius, φησίν Π et editiones || 11. ἀπάσαις] πάσαις 12. ἀγαθοῦ ἐνεργείας om. KbAld. Va.)

74
ἀγαθὸν ἐν πάσαις ταῖς κατηγορίαις, καὶ ἡδονὴ ἂν εἴη ἀγαθόν· ὥστʼ ἐπειδὴ ἐν τούτοις μὲν τἀγαθὰ καὶ ἡδονή, ἡ δʼ ἀπό τῶν ἀγαθῶν ἡδονὴ ἡδονή, ἀγαθὸν ἂν εἴη πᾶσα ἡδονή. —

ἅμα δὲ δῆλον ἐκ τούτου ὅτι καὶ διάφοροι τῷ εἴδει αἱ ἡδοναὶ εἰσίν. διάφοροι γὰρ καὶ αἱ κατηγορίαι, ἐν αἷς ἐστιν ἡδονή. οὐ γὰρ ὥσπερ ἐπὶ τῶν ἐπιστημῶν ἔχει, οἷον τῆς γραμματικῆς ἢ ἄλλης ἡστινοσοῦν. ἐὰν ἔχῃ γὰρ Λάμπρος τὴν γραμματικήν, ὁμοίως [δὲ] διακείσεται ὑπὸ τῆς γραμματικῆς ταύτης ὁ γραμματικὸς ἄλλῳ ὁτῳοῦν ἔχοντι γραμματικήν, οὐ〈-δὲ〉 δύο εἰσὶν διάφοροι αἱ γραμματικαί, ἥ τʼ ἐν Λάμπρῳ καὶ ἐν Ἰλεῖ ἀλλʼ ἐπὶ τῆς ἡδονῆς οὐχʼ οὕτως. ἡ γὰρ ἀπὸ τῆς μέθης ἡδονὴ καὶ ἡ ἀπὸ τοῦ συγγίνεσθαι οὐχ ὁμοίως διατιθέασιν. διὸ διάφοροι τῷ εἴδει δόξαιεν ἂν εἶναι αἱ ἡδοναί.

ἀλλὰ δὴ καὶ διότι φαῦλαί εἰσιν ἡδοναί τινες, καὶ διὰ τοῦτο οὐκ ἐδόκει ἡ ἡδονὴ αὐτοῖς ἀγαθὸν εἶναι. τὸ δὲ τοιοῦτον καὶ ἡ τοιαὐτη κρίσις οὐκ ἴδιός ἐστιν ἡδονῆς, ἀλλὰ καὶ ἐπὶ φύσεως καὶ ἐπιστήμης. ἔστι γὰρ καὶ φύσις φαύλη, οἷον ἡ τῶν σκωλήκων καὶ ἡ τῶν κανθάρων καὶ ὅλως ἡ τῶν ἀτίμων ζῴων, ἀλλʼ οὐ διὰ τοῦτο ἡ φύσις τῶν φαύλων·

ὁμοίως δʼ εἰσὶ καὶ ἐπιστῆμαι φαῦλαι, οἷον αἱ βάναυσοι, ἀλλʼ ὅμως οὐ διὰ τοῦτο φαῦλον ἡ ἐπιστήμη, ἀλλʼ ἀγαθὸν τῷ γένει καὶ [*](26—b, 28 ═ E. N. 1153a, 17— 20. b, 7—9.) [*](13. ἀπάσαις Π1 || ἀγαθόν] 〈ἐν〉 ἀπάσαις Rassovius, ἐν πάσαις Susem. || 14. τούτοις] τοῖς αὐτοῖς Rassovius, ὅσοις Bonitzius || 16 et 17. αἱ om. Π2P2Ald. || 19. ἔχει γὰρ Pb, γὰρ ἔχη MbBk.Bu., ἔχη ἐν P2 Par. 1417, 1855 λαμπρῶς Kb, λαμπρῶ P Par. 1417, 1855, λαμπρ P1 || 20. δὲ om. MbBk.Bu. ταύτης] οὗτος Rassovius || 21. ὁ Ald. Va. („hic‟), om. ΠBk.Bu. γραμματικὸς secl.Bk.Bu. οὐ δύο Π2Ald.Va., οὐ 〈-δὲ〉 δύο Spengelius Susem., διὸ οὐκ coniecerat Rassovius, διό ZKb Paris. 2024, δύο P2 Par. 1417, 1855 || 22. λαμπρῶ KbP || καὶ 〈ἡ〉 ci. Sylburgius || 23. ιλει Kb, ἰλιεῖ P1.2. Par. 1417, 1855, νηλεῖ Π2 Bar., quod fortasse recipere debebam, Ileo Va., ἄλλφ haud male ci. Spengelius || 25. δόξειεν Π2P2 || 27. δὲ Susem, δὴ ΠAld.Bk. Bu. || 28. ἴδιόν Π2P2 (fors. recte) || τῆς ante ἡδονῆς add. Π2 || 31. εἰσὶ] εἶεν Kb Ald.)

75
ἐπιστήμη καὶ φύσις. ὥσπερ γὰρ οὐδʼ ἀνδριαντοποιὸν θεωρεῖν δεῖ ποῖός τίς ἐστιν ἐξ ὧν ἀπέτυχε καὶ κακῶς εἰργάσατο, ἀλλʼ ἐξ ὧν εὖ, οὕτως οὐδʼ ἐπιστήμην οὐδὲ φύσιν οὐδὲ ἄλλο οὐδὲν ποῖόν τί ἐστιν ἐκ τῶν φαύλων, ἀλλʼ ἐκ τῶν σπουδαίων.

ὁμοίως δὲ καὶ ἡ ἡδονὴ τῷ γένει ἀγαθὸν ἐστίν, ἐπεὶ ὅτι γέ [*](1205b) εἰσιν φαῦλαι ἡδοναί, οὐδὲ ἡμᾶς λανθάνει. ἐπεὶ γὰρ καὶ φύσεις τῶν ζῴων εἰσὶν διάφοροι, οἷον καὶ φαύλη καὶ σπουδαία, οἷον ἡ μὲν ἀνθρώπου σπουδαία ἡ δὲ λύκου ἢ τινος ἄλλου θηρίου φαύλη, ὁμοίως δʼ ἑτέρα φύσις ἵππου καὶ ἀνθρώπου καὶ ὄνου καὶ κυνός,

ἡ δὲ ἡδονή ἐστι κατάστασις ἐκ τοῦ παρὰ φύσιν εἰς φύσιν ἑκάστῳ τὴν αὐτοῦ· ὥστε τοῦτʼ ἂν εἴη ἴδιον, τῇ γε φαύλῃ φύσει ἡ φαύλη ἡδονή. οὐ γάρ ἐστι ταὐτὸν καὶ ἵππῳ καὶ ἀνθρώπῳ, ὁμοίως οὐδὲ τοῖς ἄλλοις· ἀλλʼ ἐπείπερ αἱ φύσεις διάφοροι, καὶ αἱ ἡδοναὶ διάφοροι. ἡ γὰρ ἡδονὴ ἦν ἀποκατάστασις, καὶ ἡ ἀποκατάστασις, φασίν, εἰς φύσιν καθίστη, ὥστε τῆς μὲν φαύλης φύσεως ἡ κατάστασις φαύλη, τῆς δὲ σπουδαίας σπουδαία.

ἀλλʼ οἱ φάσκοντες εἶναι τὴν ἡδονὴν οὐ σπουδαίαν πεπόνθασιν οἷον οἱ μὴ εἰδότες τὸ νέκταρ οἴονται τοὺς θεοὺς οἶνον πίνειν καὶ οὐκ εἶναι τούτου ἥδιον οὐδέν. τοῦτο δὲ πάσχουσι διὰ τὴν ἄγνοιαν. οἷς ὅμοιον πεπόνθασιν οἱ πάσας τὰς ἡδονὰς γενέσεις φάσκοντες εἶναι καὶ οὐκ ἀγαθόν· διὰ γὰρ τὸ μὴ εἰδέναι ἄλλας ἡδονὰς ἀλλʼ ἢ τὰς σωματικάς, ταύτας τε ὁρᾶν γενέσεις τε οὔσας καὶ μὴ σπουδαίας, ὅλως οὐκ οἴονται εἶναι τὴν ἡδονὴν ἀγαθόν.

ἐπεὶ δʼ οὖν ἐστιν ἡ ἡδονὴ καὶ καθισταμένης τῆς φύσεως καὶ καθεστηκυίας, οἷον [*](35. δεῖν KbAld. || τίς om. Π2 1205 b, 1. ἐστίν om. Π2 || 3. καὶ post οἷον om. || 7. ἑκάστου Π1Va. αὑτοῦ Bonitzius Susema., αὐτοῦ cet. || ἥδιον fort. restituere voluit rc. Pb (etsi ἥ vix est prima littera, quae nunc legitur), ἥδιστον P2Ald. Va. Bk. Bu. Bonitius, ἡδίστη Kb || 8. ἡ post φαύλη KbPb, ante h. v. tri. Susem., om. MbP2Ald.Bk.Bu. Bonitzius (fors. recte), ἀλλὰ τῇ φαύλῃ φύσει ante φαύλη add. Ald. || καὶ om. MbBk.Bu. || 12. καθίστει Kb, καθίστησιν Ald. || 13 οἱ] οἱ μὲν Mb et rc. Pb || 14. οὐ add. P2Ald. Va. 15. ἴδιον KbMb || 17. φάσκοντας Pb et pr. Kb (crx. rc.).)

76
καθισταμένης μὲν αἱ ἐξ ἐνδείας ἀναπληρώσεις, καθεστηκυίας δὲ αἱ ἀπὸ τῆς ὄψεως καὶ τῆς ἀκοῆς καὶ τῶν τοιούτων οὖσαι, βελτίους ἂν εἴησαν αἱ καθεστηκυίας τῆς φύσεως ἐνέργειαι· αἱ γὰρ ἡδοναὶ κατʼ ἀμφοτέρους λεγόμεναι τοὺς τρόπους ἐνέργειαι εἰσίν· ὥστε δῆλον ὅτι αἱ ἀπὸ τὴς ὄψεως ἡδοναὶ καὶ τὴς ἀκοῆς καὶ τοῦ διανοεῖσθαι βέλτισται ἂν εἴησαν, ἐπεὶ αἵ γε σωματικαὶ ἐξ ἀναπληρώσεως.