Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

μετὰ δὲ ταῦτα ὑπὲρ ἐπιεικείας δέοι ἂν τὴν ἐπίσκεψιν ποιήσασθαι, τί τέ ἐστι καὶ ἐν τίσι καὶ περὶ ποῖα. ἔστιν δὲ ἡ ἐπιείκεια καὶ ὁ ἐπιεικὴς ὁ ἐλαττωτικὸς τῶν δικαίων τῶν κατὰ νόμον. ἃ γὰρ ὁ νομοθέτης ἐξαδυνατεῖ καθʼ ἕκαστα [*](1198b, 9—20 ═ E. N. 1145a, 6—11 || Lib. II. 24—33 E. N. 1137a, 31—1138a, 3, cf. tamen Trendelenburg p. 433 sq.) [*](Breier (nescio an recte) || ὁ om. Π2Bk. || πηρετικός Ald., ὑπηρέτης? Wilson || 6. γὰρ 〈ἂν〉 Spengehius, ἂν P προστάξηι KbP2 Va., προστάξαι Spengelius || 9. πάντων post ψυχῇ Π2 || 11. φησιν ὅτι αὕτη Π2P2 || 18. καὶ τὸ] τοῦ ci. Spengehius. Lib. Π. 1198b, 24—1199a, 3] v. prolegg. p. XIII. )

54
ἀκριβῶς διορίζειν, ἀλλὰ καθόλου λέγει, ὁ ἐν τούτοις παραχωρῶν, καὶ ταῦθʼ αἱρούμενος ἂ ὁ νομοθέτης ἐβούλετο μὲν τῷ καθʼ ἕκαστα διορίσαι, οὐκ ἠδυνήθη δέ, ὁ τοιοῦτος ἐπιεικής. οὐκ ἕστιν δὲ ἐλαττωτικὸς τῶν δικαίων ἁπλῶς· τῶν μὲν γὰρ φύσει καὶ ὡς ἀληθῶς ὄντων δικαίων οὐκ ἐλαττοῦται, ἀλλὰ τῶν κτὰ νόμον, ἃ ὁ νομοθέτης ἐξαδυνατῶν ἀπέλιπεν.

ἡ δὲ εὐγνωμοσύνη καὶ ὁ εὐγνώμων ἐστὶν περὶ ταὐτὰ περὶ ἃ καὶ ἡ ἐπιείκεια, περὶ τὰ δίκαια [καὶ] τὰ ἐλλελειμμένα ὑπὸ τοῦ νομοθέτου τῷ μῆ ἀκριβῶς διωρίσθαι, κριτικὸς ὢν τῶν ἐλλελειμμένων ὑπὸ τοῦ νομοθέτου, καὶ γιγνώσκων ὅτι ὑπὸ μὲν τοῦ νομοθέτου ἐλλέλειπται, ἔστι μέντοι δίκαια, ὁ τοιοῦτος [*](1199a) εὐγνώμων. ἔστι μὲν οὖν οὐκ ἄνευ ἐπιεικείας ἡ εὐγνωμοσύνη· τὸ μὲν γὰρ κρῖναι τοῦ εὐγνώμονος, τὸ δὲ δὴ πράττειν [καὶ] κατὰ τὴν κρίσιν τοῦ ἐπιεικοῦς.

ἡ δέ γε εὐβουλία ἐστὶ μὲν περὶ ταὐτὰ τῇ φρονήσει (περὶ γὰρ τὰ πρακτά ἐστι τὰ περὶ αἵρεσιν καὶ φυγὴν ὄντα), ἔστιν δὲ οὐκ ἄνευ φρονήσεως. ἡ μὲν γὰρ φρόνησις πρακτικὴ τούτων ἐστί, ἡ δὲ εὐβουλία ἕξις ἢ διάθεσις ἢ τι τοιοῦτον ἡ ἐπιτευκτικὴ τῶν ἐν τοῖς πρακτοῖς βελτίστων καὶ συμφορωτάτωον.

διὸ οὐδὲ τὰ τοιαῦτα εὐβουλίας ἂν δόξειεν, τὰ ἀπὸ ταὐτομάτου συμβαίνοντα κατὰ τρόπον· οἷς γὰρ μή ἐστιν ὁ λόγος ὁ σκοπῶν τὸ βέλτιστον, οὐκέτι ἂν εἴποις, ᾧ συνέβη τι κατὰ τρόπον, τοῦτον εὔβουλον, ἀλλʼ εὐτυχῆ· τὰ γὰρ ἄνευ τοῦ λόγου τοῦ κρίνοντος γινόμενα κατορθώματα εὐτυχήματα ἐστίν.

[*](34—1199a, 3 ═ E. N. 1143a, 19—24 || 1199a, 4—13 ═ E. N, 1142a, 31—b, 33.)[*](29. ἠβούλετο Π2ZP2 Ald. || 30. τῷ falsum, καὶ Casaubonus, secl. Srengelius || 34. ταῦτα Π || 35. καὶ post δίκαια add. Π2 Ald., om. P Va.Bk. Bu. || 37. καὶ γιγνώσκων Π1 Va., om. (nescio an recte) 1199a, 1. τῆς ante ἐπιεικείας add. KbP2 || εὐγνωμοσύνης ἡ ἐπιείκεια dubitanter ci. Spengelius || 2. κρίναι KbP2 δʼ ἤδη Π2P2 || [καὶ] κατὰ Susem., κατὰ P2Bk.Bu., καὶ κατὰ KbAld. Va. et pr. Pb, τὸ κατὰ Mb et corr. Pb || 8. πρακτοῖς P2 et γρ. Victorius, πρακτικοῖς c. c. Bk.)
55

πότερον δέ ποτε τοῦ δικαίου ἐστὶν τὸ τῇ ἐντεύξει τὸ ἴσον ἑκάστῳ ἀποδιδόναι (λέγω δέοἷον, ὁποῖος ἂν ᾖἕκαστος, τοιοῦτονγινόμενον ἐντυγχάνειν); ἢ οὔ; τοῦτο μὲν γὰρ καὶ κόλακος καὶ ἀρέσκου δόξειεν ἂν εἶναι· ἀλλὰ τὸ κεπʼ ἀξίαν ἑκάστῳἀποδιδόναι τὴν ἔντευξιν, τοῦτο καὶ δικαίου καὶ σπουδαίου ἀπλῶς ἂν δόξειεν εἶναι.

ἀπορήσειε δʼ ἄν τις καὶ τοῦτο.

εἴπερ ἐστὶ τὸ ἀδικεῖν τὸ βλάπτειν ἑκόντα καὶ εἰδότα καὶ ὃν καὶ ὡς καὶ οὗ ἕνεκα, ἔστι δʼ ἡ βλάβη καὶ ἡ ἀδικία ἐν ἀγαθοῖς, καὶ περὶ ἀγαθά, ὁ ἀδικῶν ἄρα καὶ ὁ ἄδικος εἰδείη ἂν ὁποῖα ἀγαθὰ καὶ ὁποῖα κακά· τὸ δέ γε ὑπὲρ τῶν τοιούτων εἰδέναι ἐστὶν ἴδιον τοῦ φρονίμου καὶ τῆς φρονήσεως· ἄτοπον δὴ συμβαίνει τὸ τῷ ἀδίκῳ συμπαρακολουθεῖν τὸ μέγιστον ἀγαθὸν τὴν φρόνησιν.

ἢ οὐκ ἂν δόξειεν παρακολουθεῖν τῷ ἀδίκῳ ἡ φρόνησις; οὐ γὰρ σκοπεῖ ὁ ἄδικος οὐδὲ δύναται κρίνειν τὸ ἁπλῶς ἀγαθὸν καὶ τὸ αὑτῷ ἀγαθὸν,· ἀλλὰ διαμαρτάνει.

τῆς δὲ φρονήσεως τοῦτό ἐστι, τὸ ὀρθῶς δύνασθαι ταῦτα θεωρεῖν, ὁμοίως ὥσπερ ἐπὶ τῶν κατʼ ἰατρικὴν τὸ μὲν ἁπλῶς ὑγιεινὸν καὶ τὸ ὑγιείας ποιητικὸν οἴδαμεν ἅπαντες, ὅτι ἐλλέβορος καὶ τὸ ἐλατήριον καὶ αἱ τομαὶ καὶ αἱ καύσεις ὑγιεινά εἰσιν καὶ ὑγιείας ποιητικά, ἀλλʼ ὅμως οὐκ ἔχομεν τὴν ἰαπτρικὴν ἐπιστήμην· οὐ γὰρ ἔτι οἴδαμεν τὸ καθʼ ἕκαστον ἀγαθόν, ὥσπερ ὁ ἰατρὸς οἶδεν τίνι ἐστὶ τοῦτʼ ἀμαθὸν καὶ πότε καὶ πῶς διακειμένῳ· ἐν τούτῳ γὰρ ἤδη ἡ ἰατρικὴ ἐπιστήμη. τὰ μὲν οὖν ἀπλῶς. ὑχπιεινὰ εἰδότες ὅμως οὐκ ἔχομεν οὐδὲ παρακολουθεῖ ἡμῖν ἡ ἰατρικὴ ἐπιστήμη·

ὡς δʼ αὕτως ὁ ἄδικος. ὅτι μὲν οὖν ἀπλῶς 1159b καὶ ἡ τυραννὶς ἀγαθὸν καὶ ἡ ἀρχὴ καὶ ἡ ἐξουσία, οἶδεν· ἀλλʼ [*](14. ποτε om. MbBk.Bu. ||〈ἔν〉 τῇ ci. Spengelius (nescio an recte) || 15. οἷον om. MbP2 || 20. ὣς] KbAld. Va., ὅσον Π2, ὃς P2 || 32. ἐλέβορος MbP2 || 33. καύσεις Π1Va., κλύσεις || ὑγιεινά Sylburgius, ὑγιειναί ΠAld.Va. || 34. ποιητικαί Π2P2 || 36. ἐστὶ] ὅτι KbAld. || 1199 b, 1. ὡς δʼ οὕτος Ald., ὡσαύτως δʼ Π2 || οὖν aut puncto ante ὅτι deleto secludendum aut in γὰρ mutandum esse ci. Spengelius.)

56
εἰ αὐτῷ ἀγαθὸν ἢ μή, ἢ πότε, ἢ πῶς διακειμένῳ, οὐκέτι οἷδεν. τοῦτο δʼ ἐστὶν μάλιστα τῆς φρονήσεως, ὥστε τῷ ἀκίκῳ οὐ παρακολουθεῖ ἡ φρόνησις. αἱρεῖται γὰρ τἀγαθά, ὑπὲρ ὧν ἀδικεῖ τὰ ἀπλῶς ἀγαθά, οὐ τὰ αὐτῷ ἀγαθά. ὁ γὰρ πλοῦτος καὶ ἡ ἀρχὴ ἁπλῶς μὲν ἀγαθόν, αὐτῷ μέντοι ἴσως οὐκ ἀγαθόν· εὐπορήσας γὰρ καὶ ἄρξας πολλὰ κακὰ αὐτὸς ἑαυτῷ ποιήσει καὶ τοῖς φίλοις· οὐ γὰρ δυνήσεται ἀρχῇ ὀρθῶς χρήσασθαι.

ἔχει δὲ καὶ τοῦτο ἀπορίαν καὶ σκέψιν, πότερόν ἐστι πρὸς τὸν φαῦλον ἀδικία, ἢ οὔ. εἰ γὰρ ἡ μὲν ἀδικία ἐστὶν ἔν βλάβῃ, ἡ δὲ βλάβη ἐν στερήσει τῶν ἀγαθῶν, οὐκ ἂν δόξειεν βλάπτειν· τὰ γὰρ ἀγαθὰ αὐτῷ οἴεται εἶναι ἀγαθά, οὐκ ἀγαθὰ εἰσίν· ἡ γὰρ ἀρχὴ καὶ ὁ πλοῦτος τὸν φαῦλον οὐ δυνάμενον αὐτοῖς χρῆσθαι ὀρθῶς βλάψει· εἰ οὖν αὐτὸν βλάψει παραγενόμενα, ὁ τούτων στερίσκκων οὐπ ἂν δόξειεν ἀδικεῖν.

ὁ δὴ τοιοῦτος λόγος δόξκεν ἂν εἶναι παράδοξος τοῖς πολλοῖς· πάντες γὰρ οἴονται καὶ ὡρχῇ καὶ δυνάμει καὶ πλούτῳ δυνατοὶ εἶναι χρῆσθαι, οὐκ ὀρθῶς ὑπολαμβάνοντες.