Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

διὰ δὴ δύο αἰτίας δόζαιμεν ἂν ἀντιτιθέναι τῇ μεσότητι τὴν ὑπερβολὴν καὶ τὴν ἔνδειαν. ἢ γὰρ ἐξ αὐτοῦ τοῦ πράγματος σκοποῦσιν πότερον ἐγγύτερόν ἐστι τοῦ μέσου ἢ πορρώτερον, οἷον ἐλευθεριότητι πότερον ἀσωτία ἢ ἀνελευθερία πορρώτερον. μᾶλλον γὰρ ἂν δόξειεν ἐλευθεριότης ἡ ἀσωτία ἢ ἡ ἀνελευθερία· πορρώτερον ἄρα ἡ ἀνελευθερία.

τὰ δὲ πλεῖον ἀπέχοντα τοῦ μέσου ἐναντιώτερα δόξειεν ἂν εἶναι. ἐκ μὲν ἄρα αὐτοῦ τοῦ πράγματος ἡ ἔνδεια ἐναντιώτερον φαίνεται· ἔστι δὲ καὶ ἄλλως, οἷον πρὸς ἃ μᾶλλον πεφύκαμεν, ταῦτα μᾶλλον ἐναντία τῷ μέσῳ. οἷον πεφύκαμεν μᾶλλον ἀκόλαστοι ἢ κόσμιοι εἶναι· ἡ οὖν ἐπίδοσις γίνεται μᾶλλον πρὸς ἃ πεφύκαμεν· πρὸς ἃ δὲ μᾶλλον ἐπιδίδομεν, ταῦτα καὶ μᾶλλον ἐναντία· ἐπιδίδομεν δὲ πρὸς ἀκολασίαν μᾶλλον ἢ πρὸς κοσμιότητα· ὥστ᾿ ἐναντιώτερον ἂν εἴη ὑπερβολὴ μεσότητος· ἡ γὰρ ἀκολασία ὑπερβολὴ σωφροσύνης.

ὅ τι μὲν οὖν ἐστιν ἡ ἀρετή, ἐπέσκεπται ( μεσότης γὰρ δοκεῖ τις εἶναι τῶν παθῶν, ὥστε δέοι ἂν τὸν μέλλοντα κατὰ τὸ ἦθος εὐδοκιμήσειν τὴν μεσότητα τῶν παθῶν ἑκάστου διατηρεῖν· διὸ καὶ ἔργον ἐστὶν σπουδαῖον εἶναι·