Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

ἔστι δ᾿ ἀμφότερα ἐναντία τῇ μεσότητι, καὶ ἡ ὑπερβολὴ καὶ ἡ ἔνδεια· ἡ γὰρ μεσότης τῆς μὲν ὑπερβολῆς ἐνδεέστερον, τῆς δ᾿ ἐνδείας ὑπερβάλλον. διὸ καὶ οἱ μὲν ἄσωτοι τοὺς ἐλευθερίους ἀνελευθέρους φασὶν εἶναι, οἱ δ᾿ [*](32—35 Ε. Ε. 1221 b, 27—1222a, 5 || 36—1186 b, 3 = Ε. Ν 1107a, 8—27. Ε. Ε. 1221b, 18—26 || 1186 b, 4—32 = Ε. Ν. 1108b, 11—1109a, 19. cf. Ε. Ε. 1222a, 17—b, 14.) [*](31. ἐστὶ τοῦ εὖ ἔχειν om E. Ad. 34. ἤτοι secl. Scaliger λυπή ἐστί P || ἡδονὴ Kb P2 || ἤ 〈τοι〉 οὐκ Scaliger || 35. 〈ὅτι〉 ἐστὶν vel 〈ὥς〉 ἐστιν Sylburgius, ὅτι Bonitzius Bu. || 37. ἡ ante μοιχεία add Π2 Ρ2 (fors. recte) ||1186 b, 2. ἢ —3. ὑπερβολῇ haud integra || ἢ] καὶ 〈αὐτὸ〉 Spengelius || ἢ καὶ] ὃ 〈ἐν αὕτῷ〉 καὶ 〈οὐχ〉? Susem || καὶ ὃ secl. Bonitzius || καὶ ὃ ἐν om. P2. ὃ ἐν om. Ε. || 3. καὶ ὃ] ἢ Bonitzius || ὑπερβολῇ 〈οὔτε ἐν· ἐλλείψει οὔτε ἐν ὑπερβολῇ〉 olim ci. Rassovius || 7. θρασύτης post ὑπερβολὴ Π || 14. ἀνελευθέρους Scaliger, ἀνελευθερίους Π Ald. || ἀνελευθέριοι Π2 Ald.)

17
ἀνελεύθεροι τοὺς ἐλευθερίους ἀσώτους, καὶ οἱ μὲν θρασεῖς καὶ προπετεῖς τοὺς ἀνδρείους καλοῦσι δειλούς, οἱ δὲ δειλοὶ τοὺς ἀνδρείους προπετεῖς καὶ μαινομένους.

διὰ δὴ δύο αἰτίας δόζαιμεν ἂν ἀντιτιθέναι τῇ μεσότητι τὴν ὑπερβολὴν καὶ τὴν ἔνδειαν. ἢ γὰρ ἐξ αὐτοῦ τοῦ πράγματος σκοποῦσιν πότερον ἐγγύτερόν ἐστι τοῦ μέσου ἢ πορρώτερον, οἷον ἐλευθεριότητι πότερον ἀσωτία ἢ ἀνελευθερία πορρώτερον. μᾶλλον γὰρ ἂν δόξειεν ἐλευθεριότης ἡ ἀσωτία ἢ ἡ ἀνελευθερία· πορρώτερον ἄρα ἡ ἀνελευθερία.

τὰ δὲ πλεῖον ἀπέχοντα τοῦ μέσου ἐναντιώτερα δόξειεν ἂν εἶναι. ἐκ μὲν ἄρα αὐτοῦ τοῦ πράγματος ἡ ἔνδεια ἐναντιώτερον φαίνεται· ἔστι δὲ καὶ ἄλλως, οἷον πρὸς ἃ μᾶλλον πεφύκαμεν, ταῦτα μᾶλλον ἐναντία τῷ μέσῳ. οἷον πεφύκαμεν μᾶλλον ἀκόλαστοι ἢ κόσμιοι εἶναι· ἡ οὖν ἐπίδοσις γίνεται μᾶλλον πρὸς ἃ πεφύκαμεν· πρὸς ἃ δὲ μᾶλλον ἐπιδίδομεν, ταῦτα καὶ μᾶλλον ἐναντία· ἐπιδίδομεν δὲ πρὸς ἀκολασίαν μᾶλλον ἢ πρὸς κοσμιότητα· ὥστ᾿ ἐναντιώτερον ἂν εἴη ὑπερβολὴ μεσότητος· ἡ γὰρ ἀκολασία ὑπερβολὴ σωφροσύνης.

ὅ τι μὲν οὖν ἐστιν ἡ ἀρετή, ἐπέσκεπται ( μεσότης γὰρ δοκεῖ τις εἶναι τῶν παθῶν, ὥστε δέοι ἂν τὸν μέλλοντα κατὰ τὸ ἦθος εὐδοκιμήσειν τὴν μεσότητα τῶν παθῶν ἑκάστου διατηρεῖν· διὸ καὶ ἔργον ἐστὶν σπουδαῖον εἶναι·