Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

ἐν χρώσει τοίνυν τινὶ ἂν εἴη καὶ ἐνεργείῳ ἡ εὐδαιμονία. ὧν γὰρ ἦν ἕξις καὶ χρῆσις, ἡ χρῆτις καὶ ἡ ἐνέργεια τέλος· τῆς δὲ ψυχῆς ἡ ἀρετὴ ἕξις ἐστίν· ἔστιν δὲ καὶ ἐνέργνα καὶ [ἡ] χρῆσις αὐτῆς τῶν ἀρετῶν· ὥστς τέλος ἂν εἴη ἡ ἐνέργεια καὶ ἡ χρῆσις αὐτῆς· ἡ εὐδαιμονία ἄρʼ ἂν εἴη ἐν τῷ κατὰ τὰς ἀρετὰς ζῆν.

ἐπαδήπερ οὖν τὸ ἄριστον ἀγαθόν ἐστιν ἡ εὐδαιμονία, καὶ αὕτη τέλος καὶ τέλειον τέλος ἐνεργείᾳ, ζῶντες ἂν κατὰ τὰς ἀρετὰς εὐδαίμονες εἴημεν καὶ ἔχοιμεν τὸ ὥριστον ἀγαθόν,

—ἐπεὶ δʼ οὖν ἐστιν ἡ [*](1185a) εὐδευιμ??νία τέλειεν ἀγαθὸν καὶ τέλος, οὐδὲ τοῦτο δεῖ λανθάνειν ὅτι καὶ ἐν τελείῳ ἔστε. οὐ γὰρ ἔσται ἐν παιδί (οὐ γάρ ἐσα παῖς ὐδαίμων), ἀλλʼ ἐν ἀνδρί· οὗτος γὰρ τέλειρς. — οὐδʼ ἐν χρύνῳ γε ἀιελεῖ, ἀλλʼ ἐν τελείῳ. τέλιος δʼ ἂν εἴη χρόνος, ὅσον ἄνθρωπος βιοῖ. καὶ γὰρ λέγεται ὁρθῶς παρὰ τοῖς πολλοῖς ὅτι δεῖ τὸν εὐδαίμιονα ἐν τῷ κεγίστῳ χρένῳ τοῦ βίον κρίνεν, ὡς δέον τὸ τέλειον εἶναι καὶ ἐν χρένῳ τελείῳ καὶ ἐν [*](32—35. cf. Pol. 1332a, 8 sq. Zeller l l p 5 || 1185a, 1—6 ═ E. E. 1219a, 35—b, 6 || 6—9 ═ E.E. 1219 b 6—8. cf. E. N. 1100a, 10 sqq.) [*](25. εὖ add. Spenge lius, ante ποιεῖ Bonitzius Bu. || ἡ—26. μέν, nisi prorsus eicienda sint, corrupta esse suspicatur Bοnitzius, certe μέν etiam Breier, ἡ—26. καὶ et 26. δὲ, quod om. Mb, secludenda esse dubitanter ci. Spengelius 26. ταῦτʼ ἄλλα dubitanter ci. Rieckher 28 λέγομεν —εὐδαιμιονεῖν om 2 30. καὶ add. Ald. Va. || 34. δὲ καὶ Bontzius, δὲ ἡ Π Ald. Bk., δὲ [ ή] Spengelius ||ἡ secl Bonitzius Bu. Spengelius || τῶν ἀρετῶν secl. Spengelius ||35 αὐτῶν Susem. ||37. καὶ τέλειον τέλος omn. Π1 Va. Bk. Bu.(fors. recte) 1185a, 8 ἐν alterum secl. Spengelius. )

12
ἀνθρώπῳ.

— ὅτι δὲ ἐνέργεια ἐστίν, ἔδοι ἄν τις καὶ ἐντεῦθεν. ἐν γὰρ τοῖς ὕπνοις, οἷον εἴ τις καθεύδοι διὰ βίου, τὸν τοιοῦτον οὐ πάνυ βουλόμεθα λέγειν εὐδαίμονα εἶναι· τὸ μὲν γὰρ ζῆν αὐτῷ ὑπάρχει, ἀλλὰ τὸ ζῆν αὐτῷ κατὰ τὰς ἀρετὰς οὐχ ὑπάρχει, ὃ ἦν κατὰ τὴν ἐνέργειαν.

μετὰ τοῦτο τὸ μέλλον λέγεσθαι οὔτε λίαν δόξειεν ἂν οἰκεῖον εἶναι τούτων οὔτε μακρὰν ἀπέχον. οἷον ἐπειδήπερ ἔστιν, ὡς δοκεῖ, μόριόν τι τῆς ψυχῆς ᾧ τρεφόμεθα, ὃ καλοῦμεν θρεπτικόν (τοῦτο γὰρ εὔλογόν ἐστιν εἶναι· τοὺς γοῦν λίθους ὁρῶμεν ἀδυνάτους τρέφεσθαι ὄντας, ὥστε δῆλον ὅτι τῶν ἐμψύχων ἐστὶ τὸ τρέφεθαι·

εἰ δὲ τῶν ἐνψύχων, ἡ ψυχὴ ἂν εἴη αἰτία· τῆς δὲ ψυχῆς τούτων μὲν τῶν μορίων οὐθὲν αἴτιον ἂν εἴη τοῦ τρέφεσθαι, οἷον τὸ λογιστικὸν ἢ τὸ θυμικὸν ἢ τὸ ἐπιθυμητικόν, ἄλλο δέ τι παρὰ ταῦτα, ᾧ οὐθὲν ἔχομεν οἰκειότερον ὄνομα ἐπιθεῖναι ἢ θρεπτικόν)·