Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

τὸ τοίνυν δίκαιον ἐδτιν τὸ πρὸς ἕτερον ὡς ἁπλῶς εἰπεῖν τὸ ἴσον. τὸ γὰρ ἄδικον τὸ ἄνισον ἐστίν· ὅταν γὰρ τῶν μὲν ἀγαθῶν τὰ μείζω αὑτοῖς νέμωσι, τῶν δὲ κακῶν τὰ ἐλάσσονα, ἄνισον τοῦτʼ ἐστί, καὶ οὕτως ἀδικεῖν καὶ ἀδικεῖσθαι οἴονται.

δῆλον ἄρα ὅτι ἐπειδὴ ἡ ἀδικία ἐν ἀνίσοις, ἡ δικαιοσύνη καὶ τὸ δίκαιον ἐν ἰσότητι συμβολαίων. ὥστε δῆλον ὅτι ἡ δικαιοσύνη μεσόυης τις ἂν εἴη ὑπερσχῆς καὶ ἐλλείψεως καὶ πολλοῦ καὶ ὀλίγου.

ὅ τε γὰρ ἄδικος τῷ ἀδικεῖν πλεῖον ἔχει, καὶ ὁ ἀδικούμενος δὲ τῷ ἀδικεῖσθαι ἔλαττον· τὸ δέ γε μέσον τούτωον δίκαιον ἐστί. τὸ δὲ μέσον ἔσον· ὥστε τὸ ἔσον ἂν πλείονος καὶ ἐλάττονος εἴη δίκαιον, καὶ δίκαιος δὲ ὁ τὸ ἴσον βουλόμενος ἔχειν.

τὸ δέ γε ἴσον ἐν ἐλαχίστοις δυσὶν ἐγγίνεται· τὸ ἄρα πρὸς ἕτερον ἴσον εἶναι δίκαιον ἐστί, καὶ δίκαιος ὁ τοιοῦτος ἂν εἴη.

ἑπεὶ οὖν ἡ δικαιοσύνη ἐν δικαίῳ καὶ ἐν ἴσῳ καὶ ἐν μεσότητι, 〈καὶ〉 τὸ μὲν δίκαιον [ἐν] τισὶ λέγεται δίκαιον, τὸ δὲ ἴσον ἔν τισιν ἴσον, τὸ δὲ μέσον τισὶ μέσον· ὥστε ἡ δικκιοσύνη καὶ τὸ δίκαρον ἔσται καὶ πρός τινας καὶ ἐν τισίν.

ον ἂν εἴη. τὸ δʼ ἀνάλογον ἔντέτταρσι γίνεται ἐλαχίστοις· ὡς γὰρ τὸ Απρὸς τὸ Β, τὸ Γπρὸς τὸ Δ. οἷον ἀνάλογόν ἐστιν τὸν τὰ [*](1195b, 19–1194b, 2 = E. N. 1131a, 10-1133b, 28. cf. Ramsauer p. 71–74 (v. tamen prolegg. p. XII sq. c. n. 12).) [*](22. οὕτως Π1 Va., οὐ Π2 ‖ ἀδικεῖν P2 Ald. Va., ἄδικον Kb, δίκαιον Π2 ‖ 23. οἷόν τε ci. Spengelius ‖ 25. τις sec;. Spangelius ‖ ὑπεροχῆς KbP2Cv Stob. Ecl. eth. p. 318, ὑπερβολῆς Π2 et editiones ‖ 27. πλέον Π2P2 ‖ 29. ἂν post εἴη Π3 ‖ 33. ἐν δικαίῳ καὶ] καὶ τὸ δίκαιον Spengelus ‖ 34. καὶ add. Rieckher Susem. ‖ δίκαιον ἐν— δὲ secl. Spengelius ‖ ἐν secl. Rickher Susem ‖ ἔν add. P2, om. Π2 Kb Va. editiones ‖ 35. τίοὶ] τινῶν Spengelius ‖ 37. πῷ] τούτωι Π1Va. | 39. τὰ secl. Spengelius.)

39
πολλὰ κεκτημένον πολλὰ εἰσφέρειν, τὸν δὲ τὰ ὀλίγα κεκτημένον [*](1194a) ὀλίγα· πάλιν ὁμοίως τὸν μὲν πολλὰ πεπονηκότα πολλὰ λαμβάνειν, τὸν δὲ ὀλίγα πεπονηκότα ὀλίγα λαμβάνειν. ὡς δὲ ἔγει ὁ πεπονηκὼς πρὸς τὸν μὴ πεπονηκότα, οὕτω τὰ πολλὰ πρὸς τὰ ὀλίγα. ὡς δὲ ὁ πεπονηκὼς πρὸς τὰ πολλά, οὕτως ὁ μὴ πεπονηκὼς πρὸς τὰ ὀλίγα.

ἔοικεν δὲ καὶ Πλάτων τῇ ἀναλογίᾳ ταύτῃ τοῦ δικαίου χρῆσθαι ἐν τῇ πολιτείᾳ. ὁ μὲν γὰρ γεωργός, φησί, σῖτον ποιεῖ, ὁ δʼ οἰκοδόμος οἰκίαν, ὁ δὲ ὑφάντης ἱμάτιον, ὁ δὲ σκυτοτόμος ὑπόδημα. ὁ μὲν οὖν γεωργὸς τῷ οἰκοδόμῳ σῖτον δίδωσιν, ὁ δʼ οἰκοδόμος τῷ γεωργῷ οἰκίαν· ὁμοίως δὲ οἱ ἄλλοι πάντες οὕτως ἔχουσιν ὥστε τὰ παῤ αὑτοῖς ἀντικαταλλάττεσθαι τῶν παρὰ τοῖς ἄλλοις.

ἔστιν δʼ ἡ ἀναλογία αὕτη· ὡς γὰρ ὁ γεωργὸς τῷ οἰκοδόμῳ, οὕτως ὁ οἰκοδόμος τῷ γεωργῷ· ὁμοίως τῷ σκυτεῖ, τῷ ὑφάντῃ, τοῖς ἄλλοις πᾶσιν ἡ αὐτὴ ἀναλογία πρὸς ἀλλήλους γίνεται· καὶ συνέχει δὴ αὕτη 〈ἡ〉 ἀναλογία τὴν πολιτείαν. ὥστε τὸ δίκαιον ἔοικεν εἶναι τὸ ἀνάλογον. τὸ γὰρ δίκαιον συνέχει τὰς πολιτείας, τὸ αὐτὸ δʼ ἐστὶ τὸ δίκαιον τῷ ἀνάλογον.

ἐπεὶ δὲ ὁ οἰκοδόμος πλείονος ἄξιον ποιεῖ τὸ αὑτοῦ ἔργον ἢ ὁ σκυτεύς, καὶ ἦν ἔργον ἀντικαταλλάτεσθαι [καὶ] τῷ σκυτεῖ πρὸς τὸν οἰκοδόμον, ἀνθʼ ὑποδημάτων δʼ οὐκ ἦν οἰκίαν λαβεῖν, ἐνταῦθα ἤδη ἐνόμισαν, οὗ ταῦτα πάντα ὠνητὰ ἐστίν, ἀργύριον προσαγορεύσαντες νόμισμα, τούτῳ χρῆσθαι, καὶ τὴν ἀξίαν ἕκαστον ἑκάστου [*](1194a, 1. τὰ om. Ald., secl. Spengelius || 3. ἔχει post ὁ πεπονηκὼς Kb Ald. || 5. ὡς — 6. ὀλίγα om. Mb P2 || 13. 〈ἡ〉 αὐτή amicus Wilsonis (si dativi sequentes recte se habeant, prb. Wilson) || τῷ — 14. ὁμοίως om. Va. || 〈πρὸς τὸ〉 τοῦ οἰκοδόμου et 14. 〈πρὸς τὸ〉 τοῦ γεωργοῦ? Wilson, 〈πρὸς τὸ〉 τοῦ οἰκοδόμου et 14. τοῦ γεωργοῦ? Susem. || 16. δὴ αὕτη 〈ἠ〉 Spengelius, δʼ ἡ αὐτὴ ΠAld.Bk.Bu. τὰς πολιτείας Π2 || ἔοικε post 17. εἷναι Π2 Bk. Bu. || 18. δὲ] δὴ Π2, δʼ P2 || 20. καὶ om. Π2 P2 Va. Bk. Bu. || 22. οὖ KbP2CvVa., om. Π3 Ald. || ταῦτα post πάντα PbP2Bk.Bu. || ἐστιν KbCv Va., ἐστι καί τι P2, καί τι Π2 Ald. || προσαγορεύοντες Π2 || 23. καὶ τὴν] καὶ πρὸς τὴν Ald., πρὸς τὴν P2.)

40
διδόντας τὴν ἄλλαξιν ποιεῖσθαι παρʼ ἀλλήλων, καὶ τούτῳ τὴν πολιτικὴν κοινωνίαν συνέχειν.

ἐπεὶ οὖν τὸ δίκαιόν ἐστιν ἐν τούτοις καὶ τοῖς εἰρημένοις ἔμπροσθεν, ἡ περὶ ταῦτα δικαιοσύνη ἂν εἴη τῇ ἕξει ὁρμὴν ἔχουσα μετὰ προαιρέσεως περὶ ταῦτα καὶ ἐν τούτοις.

ἔστιν δὲ δίκαιον καὶ τὸ ἀντιπεπονθός, οὐ μέντοι γε ὡς οἱ Πυθαγόρειοι ἔλεγον. ἐκεῖνοι μὲν γὰρ ᾤοντο δίκαιον εἶναι, ἅ τις ἐποίησεν, ταῦτʼ ἀντιπταθεῖν·

τὸ δὲ τοιοῦτον οὐκ ἔστιν πρὸς ἅπαντας. οὐ γάρ ἐστι δίκαιον οἰκέτῃ πρὸς ἐλεύθερον ταὐτόν· ὁ οἰκέτης γὰρ ἐὰν πατάξῃ τὸν ἐλεύθερον, οὐκ ἔστιν δίκαιος ἀντιπληγῆναι, ἀλλὰ πολλάκις. καὶ τὸ ἀντιπεπονθὸς δὲ δίκαιόν ἐστιν ἐν τῷ ἀνάλογον. ὡς γὰρ ὁ ἐλεύθερος ἔχει πρὸς τὸν δοῦλον τῷ βελτίων εἶναι, οὕτως τὸ ἀντιποιῆσαι πρὸς τὸ ποιῆσαι. ὁμοίως δὲ καὶ ἐλευθέρῳ πρὸς ἐλεύθερον ἕξει. οὐ γὰρ δίκαιον, εἴ τις τὸν ὀφθαλμὸν ἐξέκοψεν τινός, ἀντεκκοπῆναι μόνον, ἀλλὰ πλείονα παθεῖν, ἀκολουθήσαντα τῇ ἀναλογίᾳ· καὶ γὰρ ἦρξε πρότερος καὶ [*](1194b) ἠδίκησεν, ἀδικεῖ δὲ κατʼ ἀμφότερα, ὥστε ἀνάλογον καὶ τὰ ἀδικήματα, καὶ τὸ ἀντιπταθεῖν πλείω ὧν ἐποίησεν δίκαιον ἐστίν.

ἐπεὶ δὲ τὸ δίκαιον πολλαχῶς λέγεται, διοριστέον ἂν εἴη ὑπὲρ ποίου δικαίου ἐστὶν ἡ σκέψις.

ἔστιν δὴ δίκαιόν τι, ὡς φασίν, οἰκέτῃ πρὸς δεσπότην καὶ υἱῷ πρὸς πατέρα. τὸ δʼ ἐν τούτοις δίκαιον ὁμωνύμως ἂν δόξειεν λέγεσθαι τῷ πολιτικῷ δικαίῳ (ἔστιν γὰρ 〈τὸ〉 δίκαιον, ὑπὲρ οὗ ἐστιν ἡ σκέψις, τὸ πολιτικὸν δίκαιον)·

τοῦτο γὰρ μάλιστά ἐστιν ἐν [*](1194b, 3–1195a, 7 = E. N. 1134a, 25–1135a, 5.) [*](24. ἀλλήλου Kb, ἀλλήλους P2 ‖ καὶ τούτῳ om. pr. Kb (καὶ suppl. rc.), καὶ τοῦτο P2 ‖ 27. τις ἕξις Spenngelius ‖ 29. τὸ add. P2 Ald. Bu. et rc. Kb ‖ πυθαγόρειοι P2 Ald., πυθαγόριοι Π2 Kb ‖ 31. δὲ Susem., δὴ cet. ‖ 32. ταυτό Pb P2, ταυτά KbVa., om. Mb ‖ ὁ 33 πολλάκις respicit Michael Ephes. in E. N. E. fol. 67v ‖ ὁ secl. Spengehius ‖ 33. οὐκ] οὐχ ἅπαξ fort. legit Mich. Eph., prb. Spengelius ‖ δίκαιον Mb P2 ‖ ἀλλὰ] semel sed ‖ 35. ὁ om. Kb P2 ‖ 1194b, 5. δίκαιόν τι Bonitzius, δίκαιον τὸ Π Ald. Bk. ‖ 7. τὸ add. Bonitzius Bu.)

41
ἰσότητι (κοινωνοὶ γὰρ οἱ πολῖταί τινες, καὶ ὅμοιοι βούλονται εἶναι τῇ φύσει, τῷ δὲ τρόπῳ ἕτεροι), τῷ δὲ υἱῷ πρὸς πατέρα καὶ οἰκέτῃ πρὸς δεσπότην οὐκ ἂν δόξειεν εἶναι δίκαιον οὐθέν. οὔτε γὰρ τῷ ποδὶ τῷ ἐμῷ πρὸς ἐμὲ οὔτε τῇ χειρί, ὁμοίως δὲ οὐδʼ ἑκάστῳ τῶν μορίων· ὡσαύτως ἂν οὖν δόξειεν ἔχειν καὶ ὁ υἱὸς πρὸς πατέρα· ὥσπερ γὰρ μέρος τί ἐστι τοῦ πατρὸς ὁ υἱός. πλὴν ὅταν ἤδη λάβῃ τὴν τοῦ ἀνδρὸς τάξιν καὶ χωρισθῇ ἀπʼ αὐτοῦ, τότʼ ἤδη ἐν ἰσότητι καὶ ὁμοιότητί ἐστιν τῷ πατρί· οἱ δὲ πολῖται τοιοῦτοί τινες ἐθέλουσιν εἶναι.

ὡς δʼ αὕτως οὐδʼ οἰκέτῃ πρὸς δεσπότην ἐστὶ δίκαιον διὰ τὴν αὐτὴν αἰτίαν· τοῦ γὰρ δεσπότου τί ἐστιν ὁ οἰκέτης. ἀλλὰ δὴ καὶ εἰ ἔστιν αὐτῷ δίκαιον, τὸ οἰκονομικὸν δίκαιον πρὸς αὐτὸν ἐστίν. οὐ τοῦτο δέ γε ἡμεῖς ζητοῦμεν, ἀλλὰ τὸ πολιτικόν· ἐν ἰσότητι γὰρ καὶ ὁμοιότητι τὸ πολιτικὸν δίκαιον ἔοικεν εἶναι.

ἀλλὰ δὴ τὸ μὲν ἐν γυναικὸς καὶ ἀνδρὸς κοινωνίᾳ δίκαιόν ἐστιν ἐγγὺς τοῦ πολιτικοῦ δικαίου· χεῖρον μὲν γάρ ἐστιν ἡ γυνὴ τοῦ ἀνδρός, ἀλλʼ οἰκειότερον, καὶ μετέχει ἰσότητός πως μᾶλλον, διότι ἐγγὺς τῆς πολιτικῆς κοινωνίας ὁ βίος αὐτῶν, ὥστε καὶ τὸ δίκαιον τὸ γυναικὶ πρὸς ἄνδρα μάλιστά πως ἤδη τῶν ἄλλων πολιτικὸν ἐστίν.

ἐπεὶ οὖν ἐστι δίκαιον τὸ ἐν πολιτικῇ κοινωνίᾳ ὅν, ἡ δικαιοσύνη καὶ ὁ δίκαιος περὶ τὸ πολιτικὸν δίκαιον ἔσται.

τῶν δὲ δικαίων ἐστὶ τὰ μὲν φύσει τὰ δὲ νόμῳ. δεῖ δʼ οὕτως ὑπολαμβάνειν μὴ ὡς μηδέποτε ἂν μεταπεσόντα· καὶ γὰρ τὰ φύσει ὄντα μεταλαμβάνουσι μεταβολῆς.

λέγω δʼ οἷον εἰ τῇ ἀριστερᾷ μελετῷμεν πάντες ἀεὶ βαλλειν, γινοίμεθα ἂν ἀμφιδέξιοι· ἀλλὰ φύσει γε ἀριστερὰ ἐστίν, καὶ τὰ δεξιὰ οὐδὲν ἧττον φύσει βελτίω ἐστὶ τῆς ἀριστερᾶς, κἂν πάντα ποιῶμεν τῇ ἀριστερᾷ καθάπερ τῇ [*](9. πολιτικοί Π1 Va. ‖ 12. παιδὶ Kb P2 ‖ οὔτε Ald., οὐδὲ Π ‖ 15. ἀπʼ ci. Bk, ὑπʼ Π Ald. Bk. in textu, ἀπʼ αὐτοῦ secluderda esse ci. Spengelius (fors. recte, cf. E. N. 1134b, 11) ‖ 16. αὐτοῦ Mb Va. et rc. Pb, αὐτῆς Π1 et pr. Pb ‖ 19. ἀλλʼ ἤδη Π2 ‖ 23. γυναικὸς καὶ ἀνδρὸς Π1 Va., ἀνδρὸς καὶ γυναικὸς Π2 Bk. Bu. ‖ 24. ἐστιν om. Mb Bk. Bu.)

42
δεξιῷ. οὐδʼ ὅτι μεταπίπτουσι, διὰ τοῦτο οὖκ ἔστιν φύσει· ἀλλʼ εἰ ὡς ἐπὶ τὸ πολὺ καὶ τὸν πλείω χρόνον οὕτω διαμένει ἡ ἀριστερὰ οὖσα ἀριστερὰ καὶ ἡ δεξιὰ δεξιά, τοῦτο φύσει ἐστίν.

[*](1195a) ὡσαύτως ἐπὶ τῶν φύσει δικαίων, μή, εἰ μεταβάλλει διὰ τὴν ἡμετέραν χρῆσιν, διὰ τοῦτʼ οὐκ ἔστιν δίκαιον φύσει, ἀλλʼ ἔστιν. τὸ γὰρ ὡς ἐπὶ τὸ πολὺ διαμένον, τοῦτο φύσει δίκαιον προφανές. ὃ γὰρ ἂν ἡμεῖς θώμεθα καὶ νομίσωμεν, τοῦτο καὶ ἔστι δίκαιον ἤδη καὶ καλοῦμεν κατὰ νόμον δίκαιον. βέλτιον οὖν δίκαιον τὸ κατὰ φύσιν τοῦ κατὰ νόμον. ἀλλʼ ὃ ζητοῦμεν, δίκαιόν ἐστι πολιτικόν. τὸ δὲ πολιτικόν ἐστιν τὸ νόμῳ, οὐ τὸ φύσει.

τὸ δ' ἄδικον καὶ τὸ ἀδίκημα δόξειεν ἂν εἶναι οὕτω ταὐτόν, οὐκ ἔστι δέ· τὸ μὲν γὰρ ἄδικόν ἐστιν τὸ νόμῳ ὡρισμένον, οἷον τὸ τὴν παρακαταθήκην ἀποστερῆσαι ἄδικον ἐστί, τὸ δʼ ἀδίκημά ἐστιν τὸ ἤδη ἀδίκως τι πρᾶξαι. ὁμοίως δὲ τὸ δίκαιον καὶ τὸ δικαιοπράγημα οὐ ταὐτόν· τὸ μὲν γὰρ δίκαιον τὸ τῷ νόμῳ ὡρισμένον, τὸ δὲ δικαιοπράγημα τὸ τὰ δίκαια πράττειν.

— πότε οὖν τὸ δίκαιον, καὶ πότε οὖ; ὡς ἀπλῶς μὲν εἰπεῖν, ὅταν πράττῃ κατὰ προαίρεσιν καὶ ἑκουσίως (τὸ δὲ ἑκουσίως ὃ ἦν, εἴρηται ἐν τοῖς ἐπάνω ἡμῖν), καὶ ὅταν εἰδὼς καὶ ὃν καὶ ᾧ καὶ οὗ ἕνεκα, οὕτως δίκαιον πράττει. ὁμοίως καὶ ὡσαύτως καὶ ὁ ἄδικος ἔσται ὁ εἰδὼς καὶ ὃν καὶ καὶ οὗ ἕνεκα. ὅταν δὲ μηθὲν τούτων εἰδὼς πράξῃ τι ἄδικον, ἄδικος μὲν οὐκ ἔστιν, ἀτυχὴς δέ. εἰ γὰρ οἰόμενος τὸν πολέμιον ἀποκτείνειν τὸν πατέρα ἀπέκτεινεν, ἄδικον μέν τι ἔπραξεν, ἀδικεῖ μέντοι οὐθένα, ἀτυχεῖ δέ.