Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

— ἀλλὰ πάλιν ἄλλος λόγος τις τούτῳ ἐναντιοῦται, ὁ ἐπὶ τῇ ἀκρασίᾳ. οὐθεὶς γάρ, φησί, πράττει ἑκὼν τὰ κακά, εἰδὼς ὅτι κακὰ ἐστίν· ἀλλὰ μήν, φησίν, ὅ γε ἀκρατὴς εἰδὼς ὅτι ταῦτα φαῦλά ἐστιν ὅμως πράπττει, καὶ κατʼ ἐπιθυμίαν γε πράττει· οὐκ ἄρα ἑκών· ἀναγκαζόμενος ἄρα.

ἐνταῦθα πάλιν ὁ αὐτὸς λόγος ἀπαντήσεται. καὶ γὰρ εἰ κατʼ ἐπιθυμίαν, οὐκ ἐξ ἀνάγκης· τῇ γὰρ ἐπιθυμίᾳ ἡδονὴ ἀκολουθεῖ, τὰ δὲ δι᾿ ἡδονὴν οὐκ ἐξ ἀνάγκης. — καὶ ἄλλως τοῦτ᾿ ἂν γένοιτο δῆλον, ὅτι ὁ ἀκρατὴς ἑκὼν πράττει. οἱ μὲν γὰρ ἀδικοῦντες ἑκόντες ἀδικοῦσιν, οἱ δὲ ἀκρατεῖς ἄδικοι καὶ ἀδικοῦσιν· ὥστε ὁ ἀκρατὴς ἑκὼν ἂν πράττοι τὰ κατὰ τὴν ἀκρασίαν.

— ἀλλὰ πάλιν ἄλλος λόγος ἐναντιοῦται, ὅς φησιν οὐχ ἑκούσιον εἶναι. ὁ γὰρ ἐγκρατὴς ἑκὼν πράττει τὰ κατὰ τὴν ἐγκράτειαν· ἐπαινεῖται γάρ, ἐπαινοῦνται δὲ ἐπὶ τοῖς ἑκουσίοις. εἰ δ᾿ ἐστὶν τὸ κατὰ τὴν ἐπιθυμίαν ἑκούσιον, τὸ παρὰ τὴν ἐπιθυμίαν ἀκούσιον· ὁ δ᾿ ἐγκρατὴς παρὰ τὴν ἐπιθυμίαν πράττει· ὥστε ὁ ἐγκρατὴς οὐχ ἑκὼν ἂν εἴη ἐγκρατής. ἀλλ᾿ οὐ δοκεῖ οὐδ᾿ ἄρα τὸ κατʼ ἐπιθυμίαν ἑκούσιον ἐστίν.