Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

καὶ γὰρ ἐκεῖ ἐπειδή τινες λαμβάνονται ἀρχαί, ὡς ἂν αἱ ἀρχαὶ ἔχωσιν, οὕτω καὶ τὰ μετὰ τὰς ἀρχάς, οἷον εἰ τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει, τὸ δὲ τετράγωνον τένταρσιν, καὶ ὡς ἂν μεταβάλῃ τὸ τρίγωνον, οὕτωρ καὶ τὸ τετράγωνον [*](1187b) συμμεταβάλλει (ἀντιστρέφει γὰρ), καὶ ἐὰν τὸ τετράγωνον μὴ ἔχῃ τέτταρον ὀρθαῖς ἴσας, οὐδὲ τὸ τρίγωνον ἕξει δυσὶν ὀρθαῖς ἴσας.

οὕτω τοίνυν καὶ ὁμοίως τούτοις καὶ ἐπε᾿ ἀνθρώπου. ἐπειδὴ γὰρ γεννητικόν ἐστιν ἄνθρωπος οὐσίας, ἔκ τινων ἀρχῶν καὶ τῶν πράξεων ὧν πράττει ἄνθρωπος γεννητικὸν ἔστίν. τί γὰρ ἂν ἄλλο; οὔτε γὰρ ἀψύχων οὐθὲν λέγομεν πράττειν οὔτε τῶν ἐμψύχων τῶν ἄλλων ἔξω ἀνθρώπων. δῆλον οὖν ὅτι ὁ ἄνθρωπος τῶν πράξεών ἐστι γεννητικός.

ἐπεὶ οὖν ὁρῶμεν μεταβαλλούσας τὰς πράξεις καὶ οὐδέποτε τὰ αὐτὰ πράττομεν εἰσὶν δὲ αἱ πράξεις γεγενημέναι ἔκ τινων ἀρχῶν, δῆλον ὅτι, ἐπειδὴ αἱ πράξεις μεταβάλλουσιν, καὶ αἱ ἀρχαὶ τῶν πράξεων, ἀφ᾿ ὧν εἰσί, μεταβάλλουσιν, ὥσπερ ἔφαμεν παραβάλλοντες ἐπὶ τῶν ἐν γεωμετρίᾳ.