Res Publica Atheniensium
Aristotle
Aristotle. Aristotelis Res Publica Atheniensium. Kenyon, Frederic, editor. Berlin: Reimer, 1903.
XVI. ἡ μὲν οὖν Πεισιστράτου τυραννὶς ἐξ ἀρχῆς τε κατέστη τοῦτον [*](1) τὸν τρόπον καὶ μεταβολὰς ἔσχεν τοσαύτας. διῴκει δ᾿ ὁ Πεισίστρατος, [*](2) ὥσπερ εἴρηται, τὰ περὶ τὴν πόλιν μετρίως καὶ μᾶλλον πολιτικῶς ἢ τυραννικῶς· ἔν τε γὰρ τοῖς ἄλλοις φιλάνθρωπος ἦν καὶ πρᾷος καὶ τοῖς ἁμαρτάνουσι συγγνωμονικός, καὶ δὴ καὶ τοῖς ἀ[πό]ροις προεδάνειζε χρήματα πρὸς τὰς ἐργασίας, ὥστε διατρέφεσθαι γεωργοῦντας. τοῦτο δ᾿ ἐποίει [*](3) δυοῖν χάριν, ἵνα μήτε ἐν τῷ ἄστει διατρίβωσιν ἀλλὰ διεσπαρμένοι κατὰ τὴν χώραν, καὶ ὅπως εὐποροῦντες τῶν μετρίων καὶ πρὸς τοῖς ἰδίοις ὄντες μήτ᾿ ἐπιθυμῶσι μήτε σχολάζω[σι]ν ἐπιμελεῖσθαι τῶν κοινῶν. ἅμα δὲ [*](4) συνέβαινεν αὐτῷ καὶ τὰς προσόδους γίγνεσθαι μείζους ἐξεργαζομένης τῆς χώρας· ἐπράττετο γὰρ ἀπὸ τῶν γιγνομένων δεκάτην. διὸ καὶ τοὺς κατὰ [*](5) δήμους κατεσκεύασε δικαστάς, καὶ αὐτὸς ἐξῄει πολλάκις εἰς τὴν χώραν ἐπισκοπῶν καὶ διαλύων τοὺς διαφερομένους, ὅπως μὴ καταβαίνοντες εἰς τὸ [*](2 παρειλε L (non παρειλετο); hoc e coni. leg. Bl. propter rhythmos; est alibi mediae vocis, sed cf. p. 28,29 et p. 29,9 (ante corr.) 4 κ(αὶ) χρ(όνον) προσηγόρευεν] lectio valde incerta; litt. ultimae possunt etiam ασεν esse. δ᾿ ἔστεγεν Wn., quod non credo κατακουειν plane L; διακούειν Wn., (K - W3) 6 διετρειβε L ανεθοντες L*, θ del. L1 οἱ om. L*, suprascr. L1 τουτ(ων) L, Rutherford, τοῦτο K-W. sequitur littera Δ in L, deleta 7 κατακλείσαντες] κληισαντες L, sed cf. p. 23, L 30,8. et Meisterhans 3, pp. 36—38. παρακλῄσαντες Wn., συγ- ego antea 9 ὡς οὐ χρὴ] haec legit Wn., fortasse recte 10. 11 αὐτὸς ἐπι- Βl., al. 13 διωκει L*, ι superscr. L1 15 τοις bis scriptum L*, corr. L1 21 γινεσθαι L εξεργαζομενος L*, corr. L1 23 εξηει L) [*](2 cf. Polyaen. I 21,2 Πεισίστρατος Ἀθηναίων τὰ ὅπλα βουλόμενος παρελέσθαι παρήγγειλεν ἥκειν ἅπαντας εἰς τὸ Ἀνάκειον μετὰ τῶν ὅπλων. οἱ μὲν ἧκον, ὁ δὲ προῆλθε βουλόμενος δημηγορῆσαι καὶ σμικρᾷ τῇ φωνῇ λέγειν ἤρχετο. οἱ δὲ ἐξακούειν μὴ δυνάμενοι προελθεῖν αὐτὸν ἠξίωσαν εἰς τὸ προπύλαιον, ἵνα πάντες ἐξακούσειαν. ἐπεὶ δὲ ὁ μὲν ἡσυχῆ διελέγετο, οἱ δ᾿ ἐντείναντες τὰς ἀκοὰς προσεῖχον, οἱ ἐπίκουροι προελθόντες ἀράμενοι τὰ ὅπλα κατήνεγκαν εἰς τὸ ἱερὸν τῆς Ἀγραύλου. Ἀθηναῖοι δὲ γυμνοὶ καταλειφθέντες τότε ᾔσθοντο τῆς Πεισιστράτου βραχυφωνίας ὅτι ἄρα ἦν τέχνασμα κατὰ τῶν ὅπλων.)
XVII. Πεισίστρατος μὲν οὗν ἐγκατεγήρασε τῇ ἀρχῇ καῖ ἀπέθανε [*](1) νοσήσας ἐπὶ θιλόνεω ἄρχοντος, ἀφ᾿ οὗ μὲν κατέστη τὸ πρῶτον τύραννος ἔτη τριάκοντα καὶ τρία βιώσας, ἅ δ᾿ ἐν τῇ ἀρχῇ διέμεινεν ἑνὸς δέοντα εἴκοσι· ἔφευγε γὰρ τὰ λοιπά. διὸ καὶ φανερῶς ληροῦσιν <οἱ> φάσκοντες | [*](2) [*](2 post συμβῆναι habet π΄ (=προς) L*, corr. inter scribendum L1 τα aut τι L, vix το (Η-L, Bl., K-W) υμμητωι ut vid. L 4 εκελευεν L, corr. Fränkel 7 παρησιαν L 9 parhnqvxlei J. B. Mayor, al.; παρωχλει L 10 κλέα ἐθρύλλουν] lectio non certa, sed vestigiis satis apta 12 διαδεξαμένων Ε.Bruhn, recte ut vid. 13 ἧν τῶν εἰρημένων legit et suppl. Wn. 14 ἐβούλετο Bl., Wn. 17. 18 ἐν τῇἄρχῃ Bl., K-W, al. 18 ἀνελάμβανε Richards, K-W, al.; επελαμβανε L; ἀπελ- Wgse, al. 23 κατάστασιν om. L, suppl. dubitanter K-W 24 ἐστὶ καὶ] ita (/κ΄) L, ut vid.; καὶ solum leg. Bl. et Wn.; κατὰ τὰ Κ-W 26 ενκατεγηρασε L 29 εφυγεν L, ut vid., corr. J. B. Mayor, al. ληρουσι L; οἱ add. K-W H-L, al) [*](15 Arist. Pol. E 12. 1315b21 φασὶ καὶ Πεισίστρατον ὑπμεῖναί ποτε προσκληθέντα δίκην εἰς Ἄρειον πάγον.) [*](26 Arist. Pol. E 12. 1315b29 τρίτη δ᾿ ἡ τῶν Πεισιστρατιδῶν Ἀθήνησιν, οὐκ ἐγένετο δὲ συνεκής. δὶς γὰρ ἔφυγε Πεισίστρατος τυραννῶν, ὥστ᾿ ἐν ἔτεσι τριάκοντα καὶ τρισὶν ἑπτακαίδεκα ἔτη τούτων ἐτυράννευσεν, ὀκτωκαίδεκα δὲ οἱ παῖδες, ὥστε τὰ πάντα ἐγένετο ἔτη τριάκοντα καὶ πέντε.)
XVIII. ἦσαν κύριοι μὲν τῶν πραγμάτων διὰ τὰ ἀξιώματα καὶ διὰ τὰς ἡλικίας Ἵππρχος καὶ Ἰππίας, πρεσβύτερος δέ ὢν ὁ Ἱππίας καὶ τῇ φύσει πολιτικὸς καὶ ἒμφρων ἐπεστάτει τῆς ἀρχῆς. ὁ δὲ Ἵππαρχος παιδιώδης καὶ ἐρωτικὸς καὶ φιλόμουσος ἦν (καὶ τοὺς περὶ Ἀνακπέοντα καὶ καὶ τοὺς ἂλλους ποιητὰς οὖτος ὁ μεταπεμπόμενος), Θέτταλος δὲ νεώτερος [*](2) πολὺ καὶ τῷ βίῳ θρασὺς καὶ ὑβριστὴς, ἀφ᾿ οὖ καὶ συνέβη τὴν ἀρχὴν αὐτοῖς γενέσθαι πάντων τῶν κακῶν. ἐρασθεὶς γὰρ τοῦ Ἀρμοδίου καὶ διαμαρτὰωνω τῆς πρὸς αὐτὸν φιλίας οὐ κατεῖχε τὴν ὀργήν, ἀλλ᾿ ἒν τε τοῖς ἂλλοις ἐνεσημαίνετο πιχρῶς καὶ τὸ τελευταῖον μέλλουσαν αὐτοῦ τὴν ἀδελφὴν κανηφορεῖν Παναθηναίοις ἐκώλυσεν λοιδορήσας τι τὸν Ἁρμόδιον ὡς μαλακὸν ὂντα, ὃθεν συνέβη παβοξυνθέντα τὸν Ἁρμόσιον καὶ τὸν Ἀρισογείτονα πράττειν τὴν πρᾶξιν μετεχοντων πολλῶν. ἢδη δὲ παρατηροῦντες ὲν ἀκροπόλει [*](3) τοῖς Παναθηναίοις Ἰππίαν (ἐτύγχανεν γὰρ οὖτος μὲν [δ]εχόμενος, Ιππαρχος ἀποστέλλων τὴν πομπὴν), ἰδόντες τινἀ τῶν κοινωνούντων τῆς πρά[ξ]εως φιλανθρώπως ἐντυγχάνοντα τῷ Ἱππίᾳ καὶ νομίσαντες μηνύειν, βουλύμενοί τι δρᾶσαι πρὸ τῆς συλλήψεως, καταβάντες καὶ προεξαναστάντες [*](2 σαλαμεινος L 4 προαγαγοντες L, corr. Bl., al. 8 ονομ (i. e. ὂνομα) L, ὂνομ᾿ Bl., K-W 13 με) τῶν] τ(ων) μ(εν) L, corr. BL, al.) [*](7 Plut. Cat. mai. 24 ταὺτην δὲ τὴν γνώμην πρότερον εὶπεῖν φασι Πεισίστρατον τὸν Ἀθηναίων τύραννον ἐπιλήμαντα τοῖς ἐνηλίκοις παισὶ τὴν Ἀργολίσα Τιμώνασσαν, ἐξ ἦς Ἰοφῶντα καὶ Θεσσαλὸν αὐτῷ λέγουσι γενέσθαι.) [*](24 sqq. Thuc. VI 56 ἦσαν δὲ οὐ πολλοὶ οἱ ξυνομωμοκότες, ἀσφαλείας ἒνεκα. ib. 57 καὶ ὠς ἐπῆλθεν ἡ ἐορτὴ, Ἰππίας μὲν ἒξω ἐν τῷ Κεραμεικῷ καλυμένῳ μετὰ τῶν δορυφόρων διεκοσμει, ὡς ἓκαστα ἐχρῆν τῆς πομπῆς προϊέναι. I 20 ὑποτοπήσαντες δέ τι ἐκείνη τῇ ἠμέρᾳ παρχρῆμα Ἀρμόδιος καὶ Ἀριστογείτων ἐκ τῶν ξυνειδότων σξίσιν Ἱππίᾳ μεμηνῦσθαι, τοῦ μὲν ἀπέσχοντο ὠς προειδότος, βουλομενοι δὲ πρὶν ξυλληφθῆναι δράσαντές τι καὶ κινδυνεῦσαι, τῷ Ἱππάρχῳ περιτυχόντες περὶ τὸ Λεωκόριον καλούμενον τὴν Παναθηναϊκὴν πομπὴν διακοσμοῦντι ἀπέκτειναν. VI 57 τὸν λυπήσαντα οὖν σφᾶς, καὶ δι' ὂνπερ πάντα ἐκινδύνευον, ἐβούλοντο πρότερον, εἰ δύναιντο, προτιμωρήσασθαι, καὶ ὣσπερ εἶχον ὣρμησαν εἲσω τῶν πυλῶν, καὶ περιέτυχον τῷ Ἱππάρχῳ παρὰ τὸ Λεωκόριον καλούμενον, εὐθὺς δ᾿ . . . ἒτυπτον καὶ ἁποκτείνουσιν αὐτόν. ib. 58 ἀλλελθέντος δὲ Ἰππίᾳ ἐς τὸν Κεραμεικὸν . . ἐπὶ τοὺς πομπέας τοὺς ὁπλίτας . . . ε0·80̀; ΙχώΡησε Αι . . . ἐΆε0σεΥ αὸvο9́:, Μα: τι χωΜ oTreXOetv ἐ: o6t6 Μ tdiv ottXcov. xai ol μὶΥ ἀΜώΡησαv, οἰόμεΑι tt ἐΡεῖv αὸτόr ὸ ὸὶ toT; ἐmΑ)Ρὁ̓̀ ?Ράσa: τἀ ὁπlα u;:o- λαβεὶΥ, ΜἐΝο εu̓Μ; o?»; έΜrηιᾶτο xal Η τι; εu̔Ρἐ9η ἐΤΠ̓ιΡωιοv ξχωΥ· μετὰ ΤàΡ όσ:Ι6o; xol 50́Ρατο; Μ́σα- τὰ; :ιομ:ὰ-- πὁεῖw)
XIX. μετὰ δὲ ταῦτα συνέβαινεν πολλῷ τραχυτέραν εἷναι τὴν τυραννίδα· [*](1) καὶ γὰρ διὰ τὸ τιμωρεῖν τἀδελφῷ καὶ διὰ τὸ πολλοὺς ἀνῃρηκεναι καὶ ἐκβεβληκέναι πᾶσιν ἧν ἄπιστος καὶ πικρός. ἔτει δὲ τετάρτῳ μάλιστα μετὰ [*](2) τὸν Ἱππάρχου θάντον, ἐπεὶ κακῶς εἷχεν τὰ ἐν τῷ ἄστει, τὴν Μουνιχίαν ἐπεχείρησε τειχίζειν, ὡς ἐκεῖ μεθιδρυσόμενος· ἐν τούτοις δ᾿ ὤν ἐξέπεσεν ὑπὸ Κλεομένους τοῦ Λακεδαιμονίων βασιλέως, χρησμῶν γιγνομένων ἀεὶτίαν. οἱ φυγάδες,[*](3) ὧν οἱ Ἀλκμεωνίδαι προειστήκεσαν, αὔτοὶ μὲν δι᾿ αὑτῶν οὐκ ἐδύναντο ποιή- [*](1 ἄλλων] lectio incerta; ισρων Wn., [ἑτέ]ρων K-W3 sed spatiuym magis 5 quam 6 litteris idoneum est; σ(υν)ωμοτ(ῶν) Diels 8 αληθες L 9 tqote Rutherford, al. κατεσκευασεδημος L*, νο suprascr. L1 11 αμα suprascr. L1 ασθεωεις suprascr. L1 (ανελοντες α L*, α postea deletum) 13 ηδυνατο L, corr. H-L (v. Meisterhans3, p. 169) 15 post οτι, ταδελ scripsit L*, sed corr. inter scribendum 20 απιστος κ(αι) πιστ ο L 21 εν κακωι L*, corr. L1 τωι suprascr. L1 μουνυ- χιαν L 23 γινομ(εν)ων L 25 ηδυναντο L, corr. H-L) [*](εὐθὺς ἐχώρησε καὶ ... ἐκέλευσεν αὐτούς, δείξας τι χωρίον, ἀπελθεῖν ἐς ἀυτὸ ἄνευ τῶν ὅπλων. καὶ οἱ μὲν ἀπεχώρησαν, οἱόμενοί τι ἐρεῖν αὐτόν· ὁ δὲ τοῖς ἐπικούροις φράσας τὰ ὁπλα ὑπολαβεῖν, ἐξελέγετο εὐθὺς οὓς ἐπῃτιᾶτο καὶ εἴ τις εὑρέθη ἐγχειρίδιον ἔχων· γὰρ ἀσπίδος καὶ δόρατος εἰώθεσαν τὰς πομπὰς ποιεῖν.) [*](24 Herod. V 62 Ἱππίεω τυραννεύοντος καὶ ἐμπικραινομένου Ἀθηναίοισι διὰ τὸν Ἱππάρχου θάνατον, Ἀλκμαιωνίδαι, γένος ἐόντες Ἀθηναῖοι καὶ φεύγοντες Πεισιστρατίδας, ἐπεί τέ σφι ἅμα τοῖσι ἄλλοισι Ἀθηναίων φυγάσι πειρωμένοισι κατὰ τὸ ἰσχυρὸν οὐ προεχώρεε κάτοδος, ὑπὲρ Παιονίης τειχίσαντες.) [*](25 Schol. Ar. Lys. 665 (L; exscr. Suid. Λυκοπόδες) ὁ δὲ Ἀριστοφάνης ἔφη νῦν τοὺς (τοὺς νῦν L, τοὺς Suid., corr. Wilamowitz) Ἀλκμαιςωίδας· οὗτοι γὰρ πόγεμον ἀράμενοι πρὸς Ἱππίαν τὸν τύραννον καὶ τοὺς Πεισιστρατίδας ἐτείχισαν Λειψύδριον (λειψύδριον Suid., om. L). cf. Hesych. Phot. Λυκόποδας. – Schol. Ar. Lys. 666 (RL, exscr. Suidas l. l.) Λειψύ-)
XX. καταλυθείσης δὲ τῆς τυραννίσος ἐστασίαζον πρὸς ἀλλήλους Ἰσα. [*](1) γόρας ὁ Τεισάνδρου φίλος ὢν τῶν τυράννων καὶ Κλεισθένης τοῦ γένους ὢν τῶν Ἀλκμεωνιδῶν. ἡττώμενος δὲ ταῖς ἑταιρείαις ὁ Κλεισθένης προσηγάγετο τὸν δῆμον, ἀποδιδοὺς τῷ πλήθει τὴν πολιτείαν. ὁ δὲ Ἰσαλόρας [*](2) ἐπιλειπόμενος τῇ δυνάμει πάλιν επικαλεσάμενος τὸν Κλεομένην, ὂντα ἑαυτῷ ξένον, συνέπεισεν ἐλαύνειν τὸ ἂγος, διὰ τὸ τοὺς Ἀλκμεωνίσας δοκεῖν εἶναι τῶν ἐναγῶν. ὑπεξελθόντος δὲ τοῦ Κλεισθένους [*](3) με᾿ ὀλίγων ἠγηλάτει τῶν Ἀθηναίων ἐπτακοσίας οἰκίας· ταῦτα δὲ διαπραξάμενος τὴν μὲν βουλὴν ἐπειρᾶτο καταλύειν, Ἰσαγόραν δὲ καὶ τριακοσίους τῶν φίλων μετ᾿ αὐτοῦ κυρίους κκθιστάναι τῆς πόλεως. τῆς δὲ βουλὴς ἀντιστάσης καὶ συναθροισθέντος τοῦ πλήθους οἱ μὲν περὶ τὸν Κλεομένην καὶ Ἰσαγόραν κατέφογον εἰς τὴν ἀκρόπολιν, ὁ δὲ δῆμος δύο μὲν ἡμέρας προσκαθεζόμενος ἐπολιόρκει, τῇ δὲ τρίτῃ Κλεομένην μὲν καὶ τοὺς μετ᾿ [*](1 κατακλείσας] κατακλήσας K-W, H-L, Bl.; cf. ad p. 18,7 3 επεξιοντας L. corr. Wyse, aL 4 πισιστρατιδων L 6 αρπακισου (littera π ante αρ deleta) L; τ suprascr. L1 8 δεῖ (quod etiam in Rhet. B 13 habet MS. Par. 1741) retinendum esse videtur hic et in p. 30,7 (Bi., K-W3); δειν J. E. B. Mayor, S. 9 καταλυθείσης] ante versum qui hoc verbo incipit coronis in margine depicta est 10 πισανδρου L φιλ(ος) om. L*, add. in marg. L1? 11 αλκμεονιδων L ηττημ(εν)ος L, corr. Bl. sec. Herod. V. 66, al. 14 ελαυνειν super rasuram ελ—, fortasse ελαυνειν male scriptum) L1 15 ἀφικόμενος ὁ Κλεομένης inserunt K-W (Bl.) ex Herod. V 70 18 μετ’ αὐτοῦ] μ(ετα)του L) [*](8 Schol. Ar. Vesp. (V) 500 ἐδόκει δὲ ἡ τυραννὶς καταστὴναι, ὢς φησιν Ἐρατοσθένης, ἐπὶ ἒτη V, τοῦ ἀκριβοῦς διαμαρτὰνων, Ἀριστοτέλους (sic Bentley, Ἀριστοφάνους libri) μὲν τετταράκοντα καὶ εν [I. ἐννέα] φήσαντος, Ἠροδότου δὲ ἓξ καὶ τριάκοντα. 10 sqq. Ηerod. V 66 οὖτοι οἱ ἂνδρες ἐστασίασαν περὶ δυνάμιος· ἐσσούμενος δὲ Κλεισθένης τὸν δῆμον προσεταιρίζεται. ib. 70 ἐγ τῳ μέρει δὲ ἑσσούμενος ὁ Ἰσαλόρης ἀντιτεχνᾶται τάδε· ἐπικαλέεται Κλεομένεα τὸν Λακεδαιμόνιον, γενόμενον ἐωυτῷ ξεῖνον . . . τὰ μὲν δὴ πρῶτα πέμπων ὁ Κλεομένης ἐς τὰς Ἀθήνας κήρυκα ἐξέβαλλε Κλεισθένεα, καὶ μετ’ αὐτοῦ ἂλλους πολλοὸς Ἀθηναίων τοὺς ἐναλέας ἐπιλέγων . . . ib. 72 Κλεομένης δὲ ὡς πέμπων ἐξέβαλλε Κλεισθένεα καὶ τοὺς ἐναγέας, Κλεισθένης μὲν αὐτὸς ὑπέξεσχε· μετὰ δὲ οὐδὲν ἦσσον παρῆν ἐς τὰς Ἀθήνας ὁ Κλεομένης οὐ σὸν μεγάλη χειρί, ἀπικόμενος δὲ ἀληλατέει ἑπτακόσια ἐπίστια Ἀθηναίων, τά οἱ ὑπέθετο ὁ Ἰσαγόρης· ταῦτα δὲ ποιήσας, δεύτερα τὴν βουγὴν καταλύειν ἐπειρᾶτο, τριηκοσίοισι δὲ τοῖσι Ἰσκγόρεω στασιώτησι τὰς ἀρχὰς ἐνεχείριζε. ἀντισταθείσης δὲ τῆς βουλῆς καὶ οὐ βουλομένης πείθεσθαι, ὁ τε Κλεομένης καὶ ὁ Ἰσαγόρης καὶ οἱ στασιῶται αὐτοῦ καταλαμβάνουσι τὴν ἀκρόπολιν, Ἀθηναίων δὲ οἱ λοιποὶ τὰ αὐτὰ φρονήσαντες ἐπολιόρκεον αὐτοὺς ἡμέρας δύο, τῇ δὲ τρίτῃ ὑπόσπονδοι ἐξέρκονται ἐκ τῆς χώρης ὃσοι ἦσαν αὐτῶν δαιμόνιοι.)
XXI. διὰ μὲν οὖν ταύτας τὰς αἰτίας ἐπίστευεν ὁ δῆμος τῷ Κλεισθένει. [*](1) τότε δὲ τοῦ πλήθους προεστηκὼς ἒτει τετάρτῳ μετὰ τὴν τῶν τυράννων κατάλυσιν ἐπὶ Ἰσαγόρου ἂρχοντος, πρῶτον μὲν οὖν συνένειμε πάντας εἰς [*](2) δέκα φυλὰς ἀντὶ τῶν τεττάρων, ἀναμεῖξαι βουλόμενος, ὃπως μετάσχωσι πλείους τῆς πολιτείας· ὃδεν ἐλέχθη καὶ τὸ μὴ φυλοκρινεῖν | πρὸς τοὺς [*](p. 9) ἐξετάζιν τὰ γένη βουλομένους. ἒπειτα τὴν βουλὴν πεντακοσίο[υ]ς ἀντὶ [*](3) τετρακοσίων κατέστησεν, πεντήκοντα ἐξ ἐκάστης φυλῆς· τότε δ᾿ ἦσαν ἐκατόν. διὰ τοῦτο οὐκ εἰς δώδεκα φυλὰς συνέταξεν, ὃπω[ς] αὐτῷ μὴ μὴ συμβαίνῃ μερίζειν κατὰ τὰς προϋπαρχούσας τριττῦς· ἦσαν γὰρ ἐκ δ φυλῶν δώδεκα τριττύες, ὣστ᾿ οὐ [συν]έπιπτεν <ἂν> ἀναμίσγεσθαι διένειμε δὲ καὶ τὴν χώραν κατὰ δήμους τριάκοντα μέρη, δέκα μὲν τῶν [*](4) περὶ τὸ ἂστυ, δὲ τῆς παραλίας, δέκα δὲ τῆς μεσουείου, καὶ ταύτας TauTa? ἐπονομάσας τριττῦς ἐκλήρωσεν τρεῖς εἰς τὴν φυλὴν ἐκάστην, ὃπως ἐκάστη μετέχῃ πάντων τῶν τόπων. καὶ δημότας ἐποίησεν ἀλλήλων τοὺς οἰκοῦντας ἐν ἐκάστῳ τῶν δήμων, ἳνα μὴ πατρόθεν προσαγορεύοντες ἐξελέγχωσιν τοὺς [*](1 αφιεσαν L, corr. K-W (Bl., S) κλείσθενην L, quod retinent K-W, Bl., S; sed cf. p. 25,11 5 αλκμεονιδων L 9 επιστευνε ο δημος L*, ο super εν scr. L1; ἐπίστευον K-W, delentes ὁ δῆμος 11 πρωτον μ(εν) ο(υν) ενειμε L, πp. μὲν συνένειμε Newman (Bl., S., al.), πp. μὲν οὖν συνενειμε cum lacuna ante πρῶτον K-W, sed cf. Bonitz Ind. Ar. p. 454a32 (Diels) 12 αναμιξαι L 16 ου κ(αι) εις L 16. 17 αυτωσυμβαινηι L*, ι super ω addidit L1, μη L*, ut vid. 17 κατὰ] προς L*, κ(ατα) suprascr. L4 18 σ(υν) (compendii signum conspicitur, σ periit) L, ἂν post οὐκ add. Richards, H-L, melius ante αναμ- Hude, al.) [*](12 Αrist. Pol. Γ 2. 1275b34 ἀλλ῾ ἲσως ἐκεῖνο μᾶλλον ἒχει ἀπορίαν, ἃσοι μεταβολῆς γενομένης πολιτείας, οἶον Ἀθήνησιν ἐποίησε Κλεισθένης μετὰ τὴν τῶν τυράννων ἐκβολήν· πολλοὺς γὰρ ἐφυλέτευσε ξένους καὶ δούλους μετοίκους. Ζ 4. 1319b19 ἔτι δὲ καὶ τὰ τοιαῦτα κατασκευάσματα χρήσιμα πρὸς τὴν δημοκρατίαν τὴν τοιαύτην, οἶς Κλεισθένης τε Αθήνησιν ἐχρήσατο βουλόμενος αὐξῆσαι τὴν δημοκρατίαν, καὶ περὶ Κυρήνην οἱ τὸν δῆμον καθιστάντες. φυλαί τε γὰρ ἓτεραι ποιητέαι πλείους καὶ φρατρίαι, καὶ τὰ τῶν ἰδίων ἰερῶν συνακτέον εἰς ὀλίγα καὶ κοινά, καὶ πάντα σοφιστέον ὃπως ἂν ὃτι μάλιστα ἀναμιχθῶσι πάντες ἀλλήλοις, αἱ δὲ συνήδειαι διαζευχθῶνσιν αἱ πρότερον.) [*](21 Psell. Ὀνόματα δικῶν p. 103 Boisson. ἡ δὲ τριττὺς νεωτέρων (leg. νεώτερον) ὂνομα παρὰ τοῖς Ἀθηναίοις ἐστί. Κλεισθένης γάρ τις, εἰς τριάκοντα μοίρας τὴν Ἀττικὴν ἃπασαν διανείμας ἐπειδὴ τὸ μὲν αὐτῆς ἐπιθαλαττίδιον ἦν, τὸ δὲ ἐπὶ τοῦ μέσου καθῆστο τῆς χώρας, τὸ δὲ παρὰ τὸ ἂστυ συνέστρωτο, δέκα με) μοίρας τῇ παραλίῳ συντέτευχε, δέκα δὲ κατέστησεν ἐπὶ τὴν μεσόγειον, δέκα δὲ ἀστυνόμους ἐποίησε· καὶ τὸ τριτημόρτον τριττὺς ὠνόμαστο.)
XXII. τούτων δὲ γενομένων δημοτικωτέρα πολὺ τῆς Σόλωνος ἐγένετο [*](1) ἡ πολιτεία· καὶ γὰρ συνέβη τοὺς μὲν Σόλωνος νόμους ἀφανίσαι τὴν τυραννίδα διὰ τὸ μὴ χρῆσθαι, και[ν]οὺς δ᾿ ἂλλους θεῖναι τὸν Κλεισθένη στοχαζόμενον τοῦ πλήθους, ἐν οἰς ἐτέθη καὶ ὁ περὶ τοῦ ὀστρακισμοῦ νόμος. πρῶτον [*](2) μὲν οὖν ἒτει πέμπτῳ μετὰ ταύτην τὴν κατάστασιν ἐφ᾿ Ἑρμοκρέοντος ἂρχοντος τῇ βουλῇ τοῖς πεντακοσίοις τὸν ὃρκον ἐποίησαν ὃν ἒτι καὶ νῦν [*](1 Ἀθηναῖοι] hic incipit frag. Berol. IIa 3 επιμελιαν L, ειαν B 5 ἒτι] ita L (non εν, quod legit Bl, sed ν non posset esse nisi formae ABBREV, in hac papyro non usitatae); εν B (Bl., K-W) 6 φατριας L, φρα- B 7 εποιησαν L*, corr. L1 επωνυμους B, επωνυμ . . ς L 11 χρασθαι B καινους K-W; και[ B 13 Ερμου|- κρεοντος L, corr. K-W, cett.) [*](2 Schol. Ar. Nub. 37 (dett. Ald.) ad verba δάκνει με δήμαρχός τις] . . . . . Ἀριστοτέλης δὲ Κλεισθένους φησὶ “κατέστησε καὶ δημάρχους τὴν αὐτὴν ἒχοντας ἐπιμέλειαν τοῖς πρότερον ναυκράροις (ναυκλάροις Ald.). καὶ γὰρ τοὺς δήμους ἀντὶ τῶν ναυκλαρίων Ald.) ἐποίησεν.” οἱ πρότερον ναύκραροι (ναύκλαροι Ald.) εἲτε ὑπὸ κατασταθέντες εἲτε καὶ πρότερον. οὖτοι δὲ τὴν πομπὴν τῶν Παναθηναίων ἐκόσμουν Κλεισθένους καταστήσαντος ἀντὶ ναυκράρων (ναυκλάρων Ald.). Harp. s. v. ναυκραρικά: Ἀριστοτέλης δ᾿ ἐν Ἀθηναίων πολιτείᾳ φησὶ “κατέστησαν δὲ δημάρχους τὴν αὐτὴν ἒχοντας ἐπιμέλειαν τοῖς πρότερον ναυκράροις δημίους ἀντὶ τῶν ναυκράρων ἐποίησαν.” Cf. Phot. ναυκραρία, Hes. ναὺκλαροι (supra test. ad 9,15). Harp. δήμαρχος: . . . . . τούτους δέ φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ ὑπὸ Κλεισθένους κατασταθῆναι τὴν αὐτὴν ἒχοντας ἐπιμέλειαν τοῖς πρότερον ναυκράροις. Hesych. δήυμαρχοι: οἱ οἱ πρότερον καλούμενοι ναύκραροι.) [*](4 Et. gen. (ex Photio) [exscr. Symeo et Et. M. 327,32] Ἐλεεῖς: δῆμος τῆς Ἀττικῆς. ὠνόμασται δὲ ἀπὸ τοῦ ἐν αὐτῷ ἓλους. ἑλώδης γὰρ ὁ τόπος. οἱ γὰρ δῆμοι τῶν Ἀθηναίων ἢ ἀπὸ τόπων ἢ ἀπὸ τὼν παρακειμένων αὐτοῖς ἢ ἀπὸ τῶν ἐν αὐτοῖς φυτῶν ἢ ἀπὸ τῶν ἐν αὐτοῖς χειροτεχνῶν ἢ ἀπὸ τῶν οἰκησάντων ἀνδρῶν ἢ γυναικῶν.) [*](7 Ad glossam Lex. Bekk. quinti (BA 245,17 ἐπώνυμοι: ἂρχοντες δισσοί εἰσιν, οἱ μὲν τεσσαράκοντας δύο τῶν ἡλικιῶν, οἱ δὲ δέκα τὸν ἀριθμόν, ἀφ’ ὦν αἱ φυλαὶ προσηγορεύθησαν) oiim pleniorem redeunt quae habent et (ex Photio) Et. gen. (descr. Et. Μ. 369,15) . . . . . ἐπώνυμοι διττοί δἰσιν οὖτοι, οἱ μὲν λεγόμενοι τῶν ἡλικιῶν, καὶ εἰσὶ δύο καὶ τεσσαράκοντα, οἳ καλοῦνται καὶ λήξεων ἐπώνυμοι, οἱ δὲ δέκα, ἀφ᾿ ὦν αἱ φυλαὶ προσηγορεύθησαν, οἶον Ἐρεχθεύς, Αἰγεύς, Πανδίων, Λεώς, Ἀκάμας (Ἀλκμὰς Et. gen., Ἀλμᾶς Et. Μ.), Κέκροψ, Ἰπποδόων, Αἲας, Ἀντίοχος. ταῦτα δὲ τὰ δέκα ὀνόματα ἀπὸ ρݲ ὁ ἂπορα ὁ Et. Πύδιος εἳλετο Κλεισθένης (leg. Κλεισθένους) οὓτων διαταξάμενος (leg. διαταξαμένου) τὸ πᾶν πλῆθος εἰς δέκα ξυλάς, et Lex. Patm. Ρ. 15: ἐπώνμοι δέκα, ἀφ᾿ ὦν ἐκλήθησαν αἰ φυλάὶ τοῦ θεοῦ τοῦτο χρήσαντος. ἮΣΑΝ δὲ οὖτοι· Ερεχθεύς, Α'ιγεύς, Αργώδων (sic!), Λεώς, Ακάμας, Οἰνεύς, Κέκροψ, Ἱππόθων, Ἀντίοχος, Αἲας. τούτους γὰρ ἐξ ὀνομάτων ἑκατὸν ὁ θεὸς ἐξελέξατο. cf. Harp. ἐπώνυμοι (Phot.I Suid.I).)
XXIII. τότε μὲν οὖν μέχρι τοῦτου προῆλθεν ἡ πόλις ἃμα τῇ δημοκρατίᾳ [*](1) κατὰ μικρὸν αὐξανομένη· μετὰ δὲ τὰ Μηδικὰ πάλιν ἲσχυσεν ἡ ἐν Ἀρείῳ πάγῳ βουλὴ καὶ δῴκει τὴν πόλιν, οὐδενὶ δόγματι λαβοῦσα τὴν ἡγεμονίαν ἀλλὰ διὰ τὸ γενέσθαι τῆς περὶ Σαλαμῖνα ναυμαχίας αἰτία. τῶν γὰρ στρατηγῶν ἐξαπορησάντων τοῖς πράγμασι καὶ κηρυξάντων σῴ[ζ]ειν εκαστον ἑαυτόν, πορίσασα δραχυὰς ἑκάστῳ ὀκτὼ διέδωκε καὶ ἐνεβίβασεν εἰς τὰς ναῦς. διὰ ταύτην δὴ τὴν τἰτίαν παρεχώρουν αὐτῆς τῷ ἀξιώματι, καὶ [*](2) ἐπολιτεύδθησαν Ἀθηναῖοι καλῶς [καὶ] κατὰ τούτους τοὺς καιρούς. γὰρ αὐτοῖοῖς περὶ τὸν χρόνον τοῦτον τά τε εἰς τὸν πόλεμον ἀσκῆσαι καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκιμῆσαι καὶ τὴν τῆς δαλάττης ἡγεμονίαν λαβεῖν ἀκόντων Λακεδαιμονίων. ἦσαν δὲ προστάται τοῦ δήμου κατὰ τούτους [*](3) τοὺς καιροὺς Ἀρτστείδης ὁ Λυσιμάχου καὶ Θεμιστοκλῆς ὁ Νεοκλέους, ὁ μὲν τὸ πολέμια δοκῶν <ἀσκεῖν>, ὁ δὲ τὰ πολιτικὰ δεινὸς εἶναι καὶ δικαιοσύνῃ τῶν καθ᾿ ἑαυτὸν διαφέρειν· διὸ καὶ ἐχρῶντο τῷ μὲν στρατηγῷ, τῷ δὲ συμ- βόύλῳ. τὴν μὲν οὖν τῶν τειχῶν ἀνοικοδόμησιν κοινῇ κοινῇ διῴκησαν, καίπερ [*](4) διαφερόμενοι πρὸς ἀλλήλους, ἐπὶ δὲ τὴν ἀπόστασιν τὴν τῶν Ἰώνων ἀπὸ τῆς τῶν Λακεδαιμονίων συμμαχίας Ἀριστείδης ἦν ὁ προτρέψας, τηρήσας τοὺς Λάκωνας διαβεβλημένους διὰ Παυσανίαν διὸ καὶ τοὺς φόρους [*](5) οὖτος ἦν ὁ τάξας ταῖς πόλεσιν τοὺς πρώτους ἒτει τρίτῳ μετὰ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν ἐπὶ Τιμοσθένους ἂρχοντος, καὶ τοὺς ὃρκους ὢμοσεν τοῖς [*](2 τετάρτῳ] τρίτῳ K-W, Bl., cf. Plut. Ar. 8 3 υψηχιδου L*, ι supra η scr. L1 4 ατρατικν L εντὸς] ἐκτὸς Wyse, Sandys, (cf. Philochor. fr. 79b μὴ ἐπιβαίνοντα ἐντὸς πέρα τοῦ Εὐβοίας ἀκρωτηρίου); μὴ ante κατοικεῖν ins. Eaibel, BI.; textum retinent K-W, H-L 10 δωζειν L ut vid. 12 αὐτῶης] αυτ(ην) L, corr. Bl. (K-W3); αὐτῇ του ἀξιώματος J. E. B. Mayor, K-W1, S 14 κ(ατα) L*, πε[ρι] suprascr. L4; περὶ τὸν χρόνον τοῦτον del. K-W 16 ακοντ(ων) λακ. L, non ακοντων των λακ., ut antehac ab om- nibus lectum est 18 δοκῶν ἀσκεῖν] aaxtuv L1, δοκῶν Richards, K-W, al. πολιτικὰ πολεμικα L κ(αι) om. L*, suprascr. L1 20 ανωικοδομησιν L 21 22 δυμμαχίας κ(αι) τ(ην) τ(ων) λακ. σ(υμ)μαχιαν L, corr. BI., al. 23 τοὺς Λάκωνας om. L*, suprascr. L1 24 μετὰ] δ(ια) L*, corr. L1) [*](7 ARIST. PoI. E 4. 1304a17 μεταβάλλουσι δὲ καὶ εἰς ὀλιγαρχίαν καὶ εἰς δῆμον καὶ εὶς πολιτείαν ἐκ τοῦ εὐδοκιμῆσαί τι ἢ αὐξηθῆναι ἢ ἀρχεῖον ἢ μόριον τῆς πόλεως, οἰον ἡ ἑν Ἀρείῳ πάγῳ βουλὴ εὐδοκιμήσασα ἐν τοῖς Μηδικοῖς ἒδοξε αυντονωτέραν ποιῆσαι τὴν πολιτείαν, καὶ πάλιν ὁ ναυτικὸς ὂχλος γενόμενος αἲτιος τῆς περὶ Σαλαμῖνα νίκης καὶ ταύτης τῆς ἡγεμονίας διὰ τὴν κατὰ θάλατταν δύναμιν τὴν δημοκρατίαν ἰσχυροτέραν ἐποίησεν.) [*](9 Plut. Them. 10 οὐκ ὂντων δέ δημοσίων χρήμάτων τοῖς Ἀθηναίοις Ἀριστοελης μέν φησι τὴν ἐξ Ἀρείου βουλὴν πορίσασαν ὀκτῶ δραχμὰς ἑκάστῳ τῶν στρατευομένων αἰτιωτάτην γενέσθαι τοῦ πληρωθῆναι τὰς τριήρεις, Κλείδημος δὲ καὶ τοῦτο τοῦ Θεμιστοκλέους ποιεῖται στρατήγημα.)
XXIV. μετὰ δὲ ταῦτα δαρρούσης ἢδη τῆς τόλεως καὶ χρημάτων [*](1) ἠθροισμένων πολλῶν, συνεβούλευεν ἀντιλαμβάνεσθαι τῆς ἡγεμονίας καὶ καταβάντας ἐκ τῶν ἀγρῶν οἰκεῖν ἐν τῷ ἂστει· τροφὴν γὰρ ἒσεσθαι πᾶσι, τοῖς μὲν στρατευομένοις, τοῖς δὲ δρουροῦσι, τοῖς δὲ τὰ κοινὰ πράττουσι, εἶθ᾿ οὓτων κατασχήσειν τὴν ἡγεμονίαν. πεισθέντες δὲ ταῦτα καὶ λαβόντες [*](2) τὴν ἀρχὴν τοῖς τε συμμάχοις δεσποτικωτέρως ἐχρῶντο πλὴν χίων Ταὶ Λεσβίων καὶ Σαμίων· τούτους δὲ φύλακας εἶχον τῆς ἀρχῆς, ἐωντες τάς τε πολιτείας παρ᾿ αὐτοῖς καὶ ἂρχειν ὦν ἒτυχον ἂρχοντες. κατέστησαν δὲ [*](3) καὶ τοῖς πολλοῖς εὐπορίαν τροφῆς, ὣστερ Ἀριστείδης εἰσηγήσατο. συνβαινεν γὰρ ἀπὸ τῶν φόρων καὶ τῶν τελῶν καὶ τῶν συμμάχων πλείους ἢ δισμυρίους ἂνδρας τρέφεσθαι. δικασταὶ μὲν γὰρ ἦσαν ἑξακισχίλιοι, τοξόται δ᾿ ἑξακόσιοι καὶ χίλιοι, καὶ πρὸς τούτοις ἱππεῖς χίλιοι καὶ διακόσιοι, βουλὴ δὲ πεντακόσιοι, καὶ φρουροὶ νεωρὶων πεντακόσιοι, καὶ πρὸς τούτοις ἐν τῇ πόλει φρουροὶ νݲ ἀρχαὶ δ᾿ ἒνδημοι μὲν εἰς ἑπτακοσίους ἂνδρας, δ᾿ εἰς † ἑπτακοσίους· πρὸς δὲ τούτοις ἐπεὶ συνεστήσαντο τὸν πόλεμον ὓστερον, ὁπλῖται μὲν δισχίλιοι καὶ πεντακόσιοι, νῆες δὲ φρουρίδες εἲκοσι, ἄλλαι δὲ νῆες αἱ τοὺς φόρους ἂγουσαι τοὺς ἀπὸ τοῦ κυάμου δισχιλίους ἂνδρας, ἒτι δὲ πρυτανεῖον καὶ ὀρφανοὶ καὶ δεσμωτῶν φύλακες· ἃπασι γὰρ τούτοις ἀπὸ τῶν κοινῶν ἡ διοίκησις ἦν.