Res Publica Atheniensium

Aristotle

Aristotle, Res Publica Atheniensium, Kenyon, Reimer, 1903

I. — — Μύρωνος καθ᾿ ἱερῶν ὀμόσαντες ἀριστίνδην. καταγνωσθέντος [*](p. 1) δὲ τοῦ ἄγους α[ὐ]τοὶ μὲν ἐκ τῶν τάφων ἐξεβλήθησαν, τὸ δὲ γένος αὐτῶν ἔφυγεν ἀειφυγίαν. Ἐ[πι]μενίδης δ᾿ ὁ Κρὴς ἐπὶ τούτοις ἐκάθηρε τὴν πόλιν.

II. μετὰ δὲ τοῦτα συνέβη στασιάσαι τούς τε γνωρίμους καὶ τὸ πλῆθος πολὺν χρόνον [τὸν δῆμον]. ἧν γὰρ αὐτῶν ἡ πολιτεία τοῖς τε ἄλλοις ὀλιγαρχικὴ πάσι, καὶ δὴ καὶ ἐδούλεον οἱ πένητες τοῖς πλουσίοις καὶ αὐτοὶ καὶ τὰ τέκνα καὶ αἱ γυναῖκες. καὶ ἐκαλοῦντο πελάται καὶ ἑκτήμοροι· κατὰ ταύτην γὰρ τὴν μίσθωσιν [ἠ]ργάζοντο τῶν πλουσίων τοῦς ἀγρούς. ἡ δὲ πᾶσα γῆ δἰ ὀλίγων ἧν· καὶ εἰ μὴ τὰς μισθώσεις ἀποδιδοῖεν, ἀγώγιμοι καὶ αὐτοὶ καὶ οἱ παῖδες ἐγίγνοντο. καὶ οἱ δανεισμοὶ πᾶσιν ἐπὶ τοῖς σώμασιν ἧσαν μέχρι Σόλωνος· οὗτος δὲ πρῶτος ἐγένετο τοῦ δήμου προστάτης. χαλεπώτατον μὲν οὗν καὶ πικρότατον ἧν τοῖς πολλοῖς τῶν κατὰ τὴν πολι- [*](Titulus in L nulls est, nedum in B. extat (Ἀριστοτέλους Ἀθηναίων πολιτεία[ς]) in catalogo tert. p. C. saec. (Zündel. Rhein. Mus. 1866, p. 432), quem ex ipso titulo libri transcriptum esse verisimile est; plus quinquagies apud Harpocrationem, vicies et quater cum articulo (Ἀρ. ἐν τῇ Ἀθ. πολ.), vicies et quinquies sine art. (Ἀρ. ἐν Ἀθ. πολ.), bis ἐκ τῆς Ἀριστοτέλους Ἀθ. πολ. reperitur etiam cum articulo in lex. rhet. Cantabr. 667,28; 670,30; 672,20; 674,7; lex. Dem. Patm. 152, schol. in Aristoph. Plut. 278, Zenob. 6,29, Etym. Mag. 468,56; sine art. in schol. in Ar. Ach. 234 Lysist. 666. semel occurrit Ἀπιστοτέλης ἐν τῇ πολιτείᾳ τῶν Ἀθηναίων (arg. ad Isocr. Areopag.); semel ἐν τῇ τῶν Ἀθ. πολ. (schol. in Ar. Av. 1354) 1 suprascripta est littera A, scriptura crassiore καταγνωσθέντος] θαρθεν suprascr. L1, καθαρθέντος 5 τὸν δῆμον] delendum, quasi emendationem ad τὸ πλῆθος in archetypo additam 6 κ(αὶ) post δὴ Om. L*, suprascr. L1 10 εγινοντο L; cf. Meisterhans 3, p. 177) [*](Testimonia 6 sqq. Plut. Sol. 13 ἅπας μὲν γὰρ ὁ δῆμος ἧν ὑπόχρεως τῶν πλουσίων. ἠ γὰρ ἐγεώργουν ἐκείνοις ἕκτα τῶν γινομένων τελοῦντες, ἑκτήμοροι (ἑκτημόριοι libri, corr. Koraes) προσαγρευόμενοι καὶ θῆτες, ἢ χρέα λαμβάνοντες ἐπὶ τοὶς σώμασιν ἀγώγιμοι τοῖς δανείζουσιν ἧσαν, οἱ μὲν αὐτοῦ δουλεύοντες, οἱ δ᾿ ἐπὶ τὴν ξένην πιπρασκόμενοι (ultima ex Solonis vebis sumpta infra in cap. XII ab Aristotele allatis). πλάταιΙ(= schol. Plat. Euthyphr. 4 C): πελάται (εἰσὶν add. schol.): οἱ παρὰ τοῖς πλησίον ἀργζόμενοι. καὶ θῆτες οἱ αὐτοὶ (δὲ add. schol.) καὶ ἑκτήμοροι, ἐπειδὴ (ἐπεὶ schol.) ἕκτῳ μέρει τῶν καρπῶν εἰργάζοντο τὴν. Phot. 11 πελάται: οἱ μισθῷ δουλεύοντες, ἐπεὶ τὸ πέλας ἐγγύς, οἷον ἔγγιστα διὰ πενίαν προσιόντες. Ἀριστοτέλης. (perperam Kaibel - Wilamowtiz hanc glossam ad Aristophanem Byzantium referunt). Poll. IV 165 ἑκτήμοροι δ᾿ οἱ πελάται παρὰ τοῖς Ἀττικοῖς. Hesych. ἑκτήμοροι: οἱ ἕκτῳ τὴν γῆν γεωρυοῦντες. Id. ἐπίμορτος: ἑκτήμοροι οἱ τὸ ἕκτον τελοῦντες.)

4
τείαν τὸ δουλεύειν· οὐ μὴν ἀλλὰ καὶ ἐπὶ τοῖς ἄλλοις ἐδυσχέραινον· οὐδενὸς [*](p.1) γάρ, ὡς εἰπεῖν, ἐτύγχανον μετέχοντες.

III. ἧν δ᾿ ἡ τάξις τῆς ἀρχαίας πολιτείας τῆς πρὸ Δράκοντος τοιάδε. τὰς μὲν ἀρχὰς [[καθ]ίστασαν ἀριστίνδην καὶ πολουτίνδην· ἧρχον δὲ τὸ μὲν πρῶτον διὰ [βίου], μετὰ δὲ ταῦτα [δε]καέτειαν. μέγισται δὲ καὶ πρῶται τῶν ἀρχῶν ἧσαν βασιλεὺς καὶ πολέμαρχος καὶ [ἄ]ρ[χω]ν· τούτων δὲ πρώτη μὲν ἡ τοῦ βασιλέως (αὕτη γὰρ ἧν πάτριος), δευτέρα δ᾿ ἐπικατέστη [πολ]ε- μαρχία διὰ τὸ γενέσθαι τινὰς τῶν βασιλέων τὰ πολέμια μαλακούς· ὅθε[ν κ]αὶ τὸν Ἴωνα μετε[πέ]μψαντο χρείας καταλαβούσης. τελευταία δ᾿ ἡ τ[οῦ ἄ]ρ[χ]οντ[ος· ο]ἱ μὲν γὰρ πλείους ἐπὶ Μέδοντος, ἔνιοι δ᾿ ἐπὶ Ἀκάστου φασὶ γενέσθαι [ταύ]την· τεκμήριον δ᾿ ἐπιφέρουσιν ὅτι οἱ ἐννέα ἄρχοντες ὀμνύουσι[ν ὥ]σπερ [ἐ]πὶ Ἀκάστου τὰ ὅρκια ποιήσειν, ὡς ἐπὶ τούτου τῆς βασιλείας παραχωρησάντων τῶν Κοδ[ρι]δ[ῶν] ἀντὶ τῶν δοθεισῶν τῷ ἄρχοντι δωρεῶν. τοῦτο μὲν οὗν ὁποτέρως ποτ᾿ ἔχει, μικρὸν ἄν παραλλάττοι τοῖς χρόνοις· ὅτι δὲ τελευταία τούτων ἐγένετο τῶν μικρὸν ἄν σημεῖον καὶ [τὸ] μηδὲν τῶν πατρίων τὸν ἄρχ[ο]ντα διοικεῖν, ὥσπερ ὁ βασιλεὺς καὶ ὁ πολέμαρχος, ἀλλ᾿ἁπλῶ[ς] τὰ ἐπίθετα· διὸ καὶ νεωστὶ γέγονεν ἡ ἀρχὴ γεμάλη, τοῖς ἐπ[ι]θέτοις αὐξηθε[ῖ]σα. θ[εσ]μοθέται δὲ πολλοῖς ὕστερον ἔτεσιν ῇρέθησαν, ἤδη κατ᾿ ἐνιαυτὸν αἱρουμέ[νων] τὰς ἀρχάς, ὅπως ἀναγράψαντες τὰ θέσμια φυλάττωσι πρὸς τὴν τῶν ἀμφι[σ]βητ[ού]ντων κρίσιν· διὸ καὶ μόνη τῶν ἀρχῶν οὐκ ἐγένετο πλείων ἐνιαυσίας. τοῖς μὲν οὗν χρόνοις τοσοῦτον προέχουσιν ἀλλήλων. ἧσαν δ᾿ οὐχ ἅμα πάντες οἱ ἐννέα ἄρχοντες, ἀλλ᾿ ὁ μὲν βασιλεὺς εἷχε τὸ νῦν καλούμενον Βουκολεῖον πλησίον τοῦ πρυτανείου (σημεῖον δέ· ἔτι καὶ νῦν γὰρ τῆς τοῦ βασιλέως γυναικὸς ἡ σύμμειξις ἐνταῦθα γίγνεται τῷ Διονύσῳ καὶ ὁ γάμος), ὁ δὲ ἄρχων τὸ πρυτανεῖον, ὁ δὲ πολέμαπχος τὸ Ἐπιλύκειον (ὃ πρότερον μὲν ἐκαλεῖτο πολεμαρχεῖον, ἐπεὶ δὲ Ἐπίλυκος ἀνῳκοδόμησε καὶ κατεσκεύασεν αὐτὸ πολεμαρ[χ]ήσας Ἐπιλύκειον ἐκλήθη)· θεσμοθέται δ᾿ εἷχον τὸ θεσμοθετεῖον. ἐπὶ δὲ Σόλωνος [*](5 βίου K-W H-L δεκαετιαν L 7 ἧνπάτριος] ita L, ut vid.; πατρις legit Wn., non recte, ut opinor 8 γενέσθαι Κ-W, γινεσθαι L τινας suprascr. L1 11 ταύτην K-W 12 ομνθυουσι. ηιτα legit Wn., spatio vix idonea; ὀμνύουσιν ἧ μὴν τὰ K-W3 Ἀκάστου] του suprascr. L1? τα non plane certum 17 ἁπλῶς Wn. τα del. Wilam. (K-W3) 20 ἀμφισβητούντων Wn. 22 αλληων L, corr. Iackson et cett. 23 βουκολιο(ν) L, corr. K-W (cf. testim.) 24 σ(υμ)μιξις L 25 γινεται L 26 ὅ] διὸ Wn. (K-W3), non recte, ut opinor 27 επιλυκιο(ν) L 28 θεσμοθετιο(ν) L) [*](22 glossa Lexici Bekk. quarti 184,11 (ἄρχοντες θ΄. οὗτοι πρὸ τῶν Σόλωνος νόμων ἧσαν) plenior servata a Suida s. v. ἄρχων et in Lexico Bachm. (p. 449,17 Bk.): ἄρχοντες οἱ ἐννέα τίνες· θεσμοθέται ἕξ, ἄρχων, βασιλεύς, πολέμαρχος. καὶ πρὸ μὲν τῶν Σόλωνος νόμων οὐκ ἐξῆν αὐτοῖς ἅμα δικάζειν, ἀλλ᾿ ὁ μὲν βασιλεὺς καθῆστο παρὰ τῷ καλουμένῷ βουκολίῳ — τὸ δὲ ἧν πλησίον τοῦ πρυτανείου —, ὁ δὲ πολέμαρχος ἐν <Ἐπι>λυκείῳ καὶ ὁ ἄρχων παρὰ τὸ θεσμοθέσιον, κύριοί τε ἧσαν ὥστε τὰς δίκας αὐτοτελεῖς ποιεῖσθαι. ὕστερον δὲ Σόλωνος οὐδὲν ἕτερον αὐτοῖς τελεῖται ἢ μόνον ὑποκρίουσι (leg. ἀνακρίνουσι) τοὺς ἀντιδίκους.) [*](24 Hesych. Λιονύσου γάμος: τῆς τοῦ βασιλύως γυναικὸς καὶ <τοῦ> θεοῦ γίνεται γάμος.) [*](26 Hesych. Ἐπιλύκ<ε>ιον: ἀρχεῖον τοῦ πολεμάρχου Ἀθήνησιν.) [*](28 Schol. Plat. Phaedr. 235 D: . . . . . οἱ δὲ θεσμοθέται ἕξ εἰσι τὸν ἀριθμόν, ἀφ᾿ ὧν καὶ ὁ τόπος, ὅπου συνῄεσαν καὶ ἐσιτοῦντο, θεμίστιον (leg. θεσμοθετεῖον) ἐκαλεῖτο . . . . .)

5
[ἅπ]αντες εἰς τὸ θεσμοθετεῖον συνῆλθον. κύριοι δ᾿ ἧσαν καὶ τὰς δίκας [*](p. 1) αὐτοτελεῖς [κρίν]ειν καὶ οὐχ ὥσπερ νῦν προανακρίνειν. τὰ μὲν οὗν περὶ τὰς ἀχὰς τοῦτον εἷχε τὸν τρόπον. ἡ δὲ τῶν Ἀρεοπαγιτῶν βουλὴ μὲν 6 τάξιν εἷχε τοῦ διατηρεῖν τοὺς νόμους, διῷκει δὲ τὰ πλεῖστα καὶ τὰ μέγιστα τῶν ἐν τῇ πόλει, καὶ κολάζουσα καὶ ζημιοῦσα πά ντας τοὺς ἀκοσμοῦντας κυρίως. ἡ γὰρ αἵρεσις τῶν ἀρχόντων ἀριστνδην καὶ πλουτίνδην ἧν, ἐξ ὧν οἱ Ἀρεοπαγῖται καθίσταντο· διὸ καὶ μόνη τῶν ἀρχῶν αὕτη μεμένηκε διὰ βίου καὶ νῦν.

IV ἡ μὲν οὗν πρώτη πολιτεία ταύτην εἷχε τὴν ὑπογραφήν. μετὰ δὲ ταῦτα χρόνου τινὸς οὐ πολλοῦ διελθόντος ἐπ᾿ Ἀρισταίχμου ἄρχοντος Λρά[κ]ων τοὺς θεσμοὺς ἔθηκεν· ἡ δὲ τάξις αὕτη τόνδε τὸν τρόπον εἷχε. ἀπεδέδοτο μὲν ἡ πολιτεία τοῖς ὅπλα παρεχομένοις. ᾑροῦντο δὲ τὸυς μεν ἐννέκ ἄρχοντας καὶ τοὺς ταμίας οὐσίαν κεκτημένους οὐκ ἐλάττω δέκα μνῶν ἐλευθέραν, τὰς δ᾿ ἄλλας ἀρχὰς | <τὰς> ἐλάττους ἐκ τῶν ὅπλα παρεχο- [*](p. 2) μένων στρατηγοὺς δὲ καὶ ἱππάρχους οὐσίαν ἀποφαίνοντας οὐκ ἔλαττον ἢ έκατὸν μνῶν ἐλευθέραν καὶ παῖδας ἐκ γαμετῆς γυναικὸς γνησίους ὑπὲρ δέκα ἔτη γεγονότας· τούτους δ᾿ ἔδει διε[γγ]υᾶν τοὺς πρυτάνεις καὶ τοῦς στρατηγοὺς καὶ τοὺς ἱππάρχους τοὺς ἕνους μέχρι εὐθυνῶν, ἐγγυητὰς δݲ ἐκ τοῦ αὐτοῦ τέλους δεχομένους οὗπερ οἱ στρατηγοὶ καὶ οἱ ἵππαρχοι. βουλεύειν δὲ τερακοσίους καὶ ἕνα τοὺς λαχόντας ἐκ τῆς πολιτείας. κληροῦσθαι δὲ καὶ ταύτην κὰς ἄλλας ἀπχὰς τοὺς ὑπὲρ τριάκοντ᾿ ἔτη γεγονότας, δὲ δὶς τὸν αὐτ[ον μὴ ἄρχειν πρὸ τοῦ τοῦ πάντα ἐξελθεῖν· τότε δὲ πάλιν ἐξ ὔπαρχῆς κληροῦν. εἰ δέ τις τῶν βουλευτῶν, ὄταν ἕδρα βουλῆς ἤ ἐκκλησίας ᾖ, ἐκλείποι τὴν σύνοδον, ἀπέτινον ὁ μὲν πεντακοσιομέδιμνος τρεῖς δραχμάς, ὁ δὲ ίππεὺς δύο, ζευγίτης δὲ μίαν. ἡ δὲ βουλὴ ἡ ἐξ ᾿Αρείου πάγου φύλαξ ἧν τῶν νόμων καὶ διετήρει τὰς ἀρχὰς ὅπως κατὰ τοὺς νόμους ἄρχωσιν. ἐξῆν δὲ τῷ ἀδικουμένῳ πρὸ[ς τὴν τῶν] Ἀρεοπαγιτῶν βουλὴν εἰσαγγέλλειν ἀποφαίνοντι παρ᾿ ὅν ἀδικεῖται νόμον. ἐπὶ δὲ τοῖς σώ[μ]ασιν ἧσαν οἱ δανεισμοί, καθάπερ εἴρηται, καὶ ἡ χώρα δι᾿ ὀλίγων ἧν.

V. τοιαύτης δὲ τῆς τάξεως οὔσης ἐν τῇ πολιτείᾳ, καὶ τῶν πολλῶν δουλευόντων τοῖς ὀλίγοις, ἀντέστη τοῖς γνωρίμοις ὁ δῆμος. ἰσχυρᾶς δὲ [*](3 σρεοπαγειτ(ων) L 5 πάντας] παντες L*, corr. L1 7 ααρεοπαγειται L 11 αὔτη] αυτ(ης) L: Wn. legit αυτ ο sc. αὐτοῦ 12 απεδοτο L*, corr. L1 14 ἀρχὰς om. L*, add. in marg. L1 (ut recte vidit Wn.) τὰς add. Richards et al. 16 ελευθερων L 17 δ(ε)διεγγυαν L*, δει suprascr. L1, quod om. K-W 21 τριακονθ L 22 ἐξελθεῖν] ξ paene totum periit:δ[ι]ελθεῖν Wn.(K-W3) 24ᾖ]η L 27 αρεοπαγειτ(ων) L) [*](1 Laert. Diog. I 58 καὶ πρῶτος τὴν συναγωγὴν τῶν ἐννέα ἀρχόντων ἐποίησεν εἰς τὸ συνειπεῖν, ὡς Ἀπολλόδωρός φησιν ἐν δευτέρῳ Περὶ νομθετῶν. Arist. Pol. Δ 14. 1298a28 τέταρτος δὲ τρόπος (sc. δημοκρατίας) τὸ πάντας περὶ πάντων βουλεύεσθαι συνιόντας, τὰς δ᾿ ἀρχὰς περὶ μηθενὸς κρίνειν ἀλλὰ μόνον προανακρίνειν, ὅνπερ ἡ τελευταία δημονκρατία νῦν διοικεῖται τρόπον.) [*](11 sqq. Arist. Pol. B 12. 1274b15 Δράκοντος δὲ νόμοι μέν εὶσι, πολιτείᾳ δ᾿ ὕπαρχούσῃ τοὺς νόμους ἔθηκεν· ἴδιον δ᾿ ἐν τοῖς νόμοις οὐδέν ἐστιν ὅ τι καὶ μνείας ἄφιον, πλὴν ἠ χαλεπότης διᾶ τὸ τῆς ξημίας μέγεθος.)

6
τῆς στάσεως οὔσης καὶ πολὺν χρόνον ἀντικαθημένων ἀλλήλοις εἵλοντο κοινῇ [*](p.2) διαλλακτὴν καὶ ἄρχοντα Σόλωνα καὶ τὴν πολιτείαν ἐπέτρεψαν αὐτῷ ποιήσαντι τὴν ἐλεγείαν ἧς ἐστὶν ἀρχὴ
  • γιγνώσκω, καί μοι φρενὸς ἔνδοθεν ἄλγεα κεῖται,
  • πρεσβυτάτην ἐσορπων γαῖαν Ἰαονίας καινομένην·
  • ἐν ᾖ πρὸς ἑκατέρους ὑπὲρ ἑκατέρων μάχεται καὶ διαμφισβητεῖ καὶ μετὰ> ταῦτα κοινῇ παραινεῖ καταπαύειν τὴν ἐνεστῶσαν φιλονικίαν. ἧν δ᾿ ὁ Σόλων τῇ μὲν [φύ]σει καὶτῇ δόξῃ τῶν πρώτων, τῇ δ᾿ οὐσίᾳ καὶ τοῖς πράγμασι τῶν μέσων, ὡς ἔκ τε τῶν ἄλλων ὁμολογεῖται καὶ αὐτὸς ἐν τοῖσδε τοῖς ποιήμασιν μαρτυρεῖ, παραινῶν τοῖς πλουσίοις μὴ πλεονεκτεῖν·
  • ὐμεῖς δ᾿ ἡσυχάσαντες ἐνὶ φρεσὶ καρτερὸν ἧτορ, οὕπολλῶν ἀγαθῶν ἐς κόρον [ἠ]λάσατε,
  • ἐν μετρίοισι τίθεσ[θ]ε μέγαν νόον· οὔτε γὰρ ἠμεῖς εισόμεθ᾿ οὔθ᾿ ὑμῖν ἄρτια τα[ῦτ᾿] ἔσεται.
  • καὶ ὅλως αἰεὶ τὴν αἰτίαν τῆς στάσεως ἀνάπτει τοῖς πλουσίοις· διὸ καὶ ἐν ἀρχῇ τῆς ἐλεγείας δεδοικέναι φησὶ ῾τήν τε φι[λαργυρ]ίαν τήν τε ὑπερηφανίαν᾿ ὡς διὰ ταπῦτα τῆς ἔχθρας ἐνεστώσης.

    VI. κύριος δὲ γενόμενος τῶν πραγμάτων Σόλων τόν τε δῆμον ὴλευ θέρωσε καὶ ἐν τῷ π[α]ρόντι καὶ εὶς τὸ μέλλον, κωλύσας δ[ανε]ίζειν ἐπὶ τοῖς σώμασιν, καὶ νόμους ἔθηκε καὶ χρεῶν ἀπ[ο]κοπὰς ἐποίησε καὶ τῶν ἰδίων καὶ των δ[η]μοσίων, ἅς σεισάχθειαν καλοῦσιν, ὡς ἀποσεισάμενοι τὸ βάρος. ἐν οἷς πειρῶνταί τιν[ες] διαβάλλ[ει]ν αὐτόν· συνέβη γὰρ τῷ Σόλωνι μέλλοντι ποιεῖν τὴν σεισάχθειαν προειπεὶν τισι τῶν [γν]ωρίμω[ν], ἔπειθ᾿, ὡς μὲν οἱ δημοτικοὶ λέγουσι, παραστρατηγη[θ]ῆναι διὰ τῶν φίλων, ὡς δ᾿ οἱ β[ουλ]όμενοι βλασ[φ]ημεῖν, καὶ αὐτὸν κοινωνεῖν. δανεισάμενοι [*](4 γινωσκω L 6 καινομένην] ita legit Bl., recte ut vid.: κλινομένην Wn. (K-W3), qoud verum esse potest, sed littera altea α potius quam λ esse videtur 8 θιλοτιμιαν L*, corr. L1 9 φύσει Richards, cett. 13 ἠλάσατε Postgate 15 ταῦτ᾿ Η.L, al., τἄλλ᾿ ego antea, quod tuetur Ludwich (Berl. Phil. Woch. 1903, p. 700); sed est ante ε hasti transversa magis litterae τ quam λ apta 17 φιλαργυρίαν (fortasse -ειαν) L)] cf. Plut. Sol. 14: φσ...ειαν legit Wn., φι[λαργ]θρείαν Diels, φ[ιλοπου]τιαν Bl. 22 ασεισαχθια L*, σ suprascr. L1; ἄ σεισάχθεια K-W3 αποσισαμ(εν)οι L 23 τινες Wyse, al. 26 βουλόμενοι Ι. Ε. Β. Mayor, al. δανισαμ(εν)οι L) [*](1 Plut. Amat. 18,14 p. 763 D ὥσπερ οὗν ἧσάν ποτε τρεῖς στάσεις Αθἡνησι, Παράλων Ἐπακρίων Πεδιέων, χαλεπῶς ἔχουσαι καὶ διαφερόμεναι πρὸς ἀλλήλας· ἐπεὶ πάντες ἐν ταὐτῷ γενόμενοι καὶ τὰς ψήφους λαβόντες ἤνεγκαν πάσας Σόλωνι καὶ τοῦτον εἵλοντο κοινῇ διαλλακτῆν καὶ ἄρχοντα καὶ νομοθέτην, ὅς ἔδοξε τῆς ἄρετῆς ἔχειν ἀδηρίτως τὸ πρωτεῖον.) [*](10 Arsit. Pol Δ 11. 1296a16 σημεῖον δὲ δεὶ νομίδειν καὶ τὸ τὸ τοὺς βελτίστους νομοθέτας εἷναι τῶν μέσων πολιτῶν· Σόλων τε γὰρ ἧν τούτων (δηλοῖ δ᾿ ἐκ τῆς ποιήσεως, κτλ.)) [*](22 Hesych. σεισαχθεια: Σόλων χρεῶν ἀποκοπὴν δημοσίων καὶ ἰδιωτικῶν ἐνομθέτησεν, ἥωπερ σεισάχθειαν ἐκάλεσε παρὲ τὸ ἀποσείσασθαι τὰ βάρη τῶν δανείων. Phot.-Suid. σεισάχθεια: χρεοκοπία δημοσίων καὶ ἰδιωτικῶν, ἥν εἰσηγήσατο Σόλων. εἴρηται δὲ παρόσον ἔθος ἧν Ἀθήνησι τοὺς ὀφείλοντας τῶν πενήτων σώματι ἐργάζεσθαι τοῖς χρήσταις, ἀποδόντας δὲ οἱονεὶ τὸ ἄχθος ἀποσείσασθαι, ὡς Φιλόχορος δὲ δοκεῖ, ἀπολψηφισθπηναι τὸ ἄχθος. — Cyrill. Vall. E 11 σεισάχθεια: χρεῶν ἀποκοπαί.)

    7
    γὰρ οὗτοι συνεπριαντο πολλὴν χώραν, καὶ μετ᾿ οὐ πολὺ τῶν χρεῶν p.2 ἀποκοπῆς γενομένης ἐπλούτουν· ὅθεν φασὶ γενέσθαι τοὺς ὔστερον δοκοῦντας εἷναι παλαιοπλούτους. οὐ μὴν ἀλλὰ πιθ[ανώ]τερος ὁ τῶν δημοτικῶν λόγος· οὐ γὰρ ε[ἰκ]ὸς ἐν μὲν τοῖς ἄλλοις οὕτω μέτριον γενέσθαι καὶ κοινόν, [ὥ]στ᾿ ἐξὸν αὐτῷ τοὺς ἑ[τ]έρους ὑποποιησάμενον τυραννεῖν τῆς πόλεως, ἀμφοτέροις ἀπεχ[θέ]σθαι καὶ περὶ πλείονος ποιήσασθαι τὸ καλὸν καὶ τὴν τῆς πόλεως σωτηρίαν ἢ τὴν αὑτοῦ πλεονεξίαν, ἐν οὔτω δὲ μικροῖς καὶ φανεροῖς καταρρυπαίνειν ἑαυτόν. ὅτι δὲ ταύτην ἔσχε τὴν ἐξουσίαν, τά τε πράγματα νοσοῦντα μαρτυρεῖ, καὶ ἐν τοῖς ποιήμασιν αὐτὸς πολλαχοῦ μένηται καὶ οἱ ἄλλοι συνομολογοῦσι πάντες. ταύτην μὲν χρὴ νομίζειν ψευδῆ τὴν αἰτίαν εἷναι.

    VII. πολιτείαν δὲ κατέστησε καὶ νόμους ἔθηκεν ἄλλους, τοῖς δὲ Δράκοντος θεσμοῖς ἐπαύσαντο χρώμενοι πλῆν τῶν φονικῶν. ἀνγράψαντες δὲ τοὺς νόμους εἰς τοὺς κύρβεις ἔστησαν ἐν τῇ στοᾷ τῇ βασιλείῳ καὶ ὤμοσαν χρήσεσθαι ἄναθήσειν ἀνδριάντα χρυσοῦν, ἐάν τινα παραβῶσι τῶν νόμων· ὅθεν ἔτι καὶ νῦν οὕτως ὀμνύουσι. κατέκλῃσεν δὲ τοὺς νόμους εἰς ἑκατὸν ἔτη καὶ διέταξε τὴν πολιτείαν τόνδε <τὸν> τρόπον. τιμήματι διεῖλεν εἰς [*](γινομένης L, quod retinet Bl.; γενομένης K-W, al. 5 ὥστ᾿ Jackson, cett. ἑτέρους Bl., al. πολεως om. L, suprascr. L1 8 φανεροῖς] lectio non omnino certa, sed vestigiis apta ρυπαινειν L*, κατα suprascr. L1 9 μαρτυριῖ] μαρτυρουσιτο L* (ita Wn. recte ut vid., sed litterae σι perobscurae sunt), ει super ου scripist L1? 18 τον suppl. Bl., cett. ante τιμήματι aut supplendum est τὸ πᾶν πλῆθος (cf. testim. ex Harp. et Phot.), aut intelligendum τὴν πολιτείαν (cf. testim. ex Hesych. et epit.)) [*](13 Harpocr. s. v. κύρβεις: .... Ἀριστοτέλης δ᾿ ἐν τῇ Ἀθηναίως πολιτείᾳ φησίν “ἀναγράψαντες δὲ τοὺς νόμους εἰς τοὺς κύρβεις ἔστησαν ἐν τῇ στοᾷ τῇ βασιλείᾳ” (Epitomen exscr. Phot1. Suid1.). — Plut. Sol. 25 ἰσχὺς δὲ τοῖς νόμοις πᾶσιν εἰς ἑκατὸν ἐνιαυτοῦς ἔδωκε. καὶ κατεγράφησαν εἰς ξυλίνους ἄξονας ἐν πλαισίοις περιέχουσι στρεφομένους, ὧν ἔτι καθ᾿ ἡμᾶς ἐν πρυτανείῳ λείψανα μικρὰ διεσῴσετο, καὶ προσηγορεὑθησαν, ὡς Ἀρστοτέλης, κύρβεις. — Schol. Ar. Av. 1354 (V R.) κύρβιες χαλκαῖ ἔνθα τοὺς νόμους γράφουσιν. κατὰ δὲ ἐνίους ἄξονες τρίγωνοι, ἐν οἷς ἧσαν οἱ τῶν πόλεων νόμοι γεγραμμένοι καὶ αἱ δημόσιαι ἰεροποιΐαι (hic desinit R), καθάπερ καὶ Ἀριστοτέλης ἐν τῇ τῶν Ἀθηναίων πολιτείᾳ φησὶ καὶ Ἀπολλόδωρος.) [*](15 Harpocr. s. v. λίθος:.... ἐοίκασι δ᾿ Ἀθηναῖοι πρός τινι λίθῳ τοὺς ὅρκους ποιεῖσθαι, ὡς Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτιείᾳ καὶ φιλόχορος ἐν τῷ γݲὑποσημαίνουσιν (ex Epit. Phot. Suid.11)— Plut. Sol. 25: κοινὸν μὲν οὗν ὤμνυεν ὅρκον ἡ βουλὴ τοὺς Σόλωνος νόμους ἐμπεδώσειν, ἰδίως (sic Seitenst., ἴδιον vulgo) δ᾿ ἕκαστος τῶν θεσμοθετῶν ἐν ἀγορᾷ πρὸς τῷ λίθῳ καταφατίζων, εἴ τι παραβαίη τῶν θεσμῶν ἀνδριάντα χρυσοῦν ἰσομέτρητον ἀναθήσειν ἐν Δελφοῖς.) [*](18 harpocr. s. v. ἱππάς: .... Ἀριστοτέλης δ᾿ ἐν τῇ Ἀθηναίων πολιτείᾳ φησὶν ὅτι Σόλων εἰς τέτταρα διεῖλε τέλη τὸ πᾶν πλῆθος Ἀθηναίων, πεντακοσιομεδίμνους καὶ ἱππέας καὶ ζευγίτας καὶ θῆτας. (εἰς ante πεντακ. et ante ἱππέας addit Epitome, quam exscr. Phot.11). Harp. s. v. πεντακοσιομέδιμνον: .... ὅτι τέσσαρα τέλη ἐποίησεν Ἀθηναίων ἁπάντων Σόλων, ὧν ἧσαν καὶ οἱ πεντακοσιομέδιμνοι, δεδήλωκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ (Epitomen descr. Phot. Suid.) — Hesych. ἐκ τιμημάτων: τίμημα διανέμησις τῆς πολιτείας. δῄρητο γὰρ ἡ πολιτεία κατὰ Σόλωνα εἰς τέσσαρα, πεντακοσιομέδιμνον (reliqua desunt). — cf. Phot1. Suid. ἱππάς: Σόλων τοὺς νόμους Ἀθηναίοις γράψας εἰς (εἰ Phot.) πέντε τέλη τὸ πᾶν πλῆθος αὐτῶν διέταξε καὶ (om. Suid., leg. ἐκ) τῶν κατὰ τὰς οὐσίας τιμημάτων. καὶ τὸ πρῶτον)

    8
    τέτταρα τέλη, καθάπερ διῄρητο καὶ πρότερον, εἰς πεντακοσιομέδιμον καὶ ἱπ[πέα] καὶ ζευγίτην καὶ θῆτα. καὶ τὰς μὲ[ν ἄλλ]ας ἀρχὰς ἀπένειμεν | ἄρχειν ἐκ πεντακοσιομεδίμνων καὶ ἱππέων καὶ ζευγιτῶν, τοὺς ἐννέα ἄρχοντας [*](p.3) καὶ τοὺς ταμίας καὶ τοὺς πωλητὰς καὶ τοὺς ἕνδεκα καὶ τοὺς κωλακρέτας, ἑκάστοις ἀνάλογον τῷ μεγέθει τοῦ τιμήματος ἀποδιδοὺς τὴν ἀρχήν. τοῖς δὲ τὸ θητικὸν τελοῦσιν ἐκκλησίας καὶ δικαστηρίων μετέδωκε μόνον. ἔδει [*](1) δὲ τελεῖν πεντακοσιομέδιμνον μὲν ὃς ἄν ἐκ τῆς οἰκείας ποιῇ πεντακόσια μέτρα τὰ συνάμφω ξηρὰ καὶ ὑγρά, ἱππάδα δὲ τοὺς τριακόσια ποιοῦντας, ὡς δ᾿ ἔνιοί φασι τοὺς ἱπποτροφεῖν δυναμένους. σημεῖον δὲ φέρουσι τό τε ὄνομα τοῦ τέλους, ὡς ἂν ἀπὸ τοῦ πράγματος κείμενον, καὶ καὶ τὰ ἀναθήματα τῶν ἀρχαίων· ανάκειται γὰρ ἐν ἀκροπόλει εἰκὼν Διφίλου, ἐφ᾿ ᾗ ἀφ᾿ τάδε·
  • Διφίλου Ἀνθεμίων τήνδ᾿ ἀνέθηκε θεοῖς,
  • θητικοῦ ἀντὶ τέλους ἱππάδ᾿ ἀμειψάμενος.
  • [*](2 vel μεγιστας (BL.1) vel μεν αλλας (Diels et Wn.) in papyro legi possunt; litteras aliquas esse inter με et ας (pro hoc ille quidem v legit), de quo dubitat Bl.3, certum est 7 τῆς] γῆς Bywater 8 ιππασια (vel δια: has litteras tres delevit corrector) δ(ε) ειναι) δ(ε) L 11 Διφίλου secl. Murray, aL; tuetur Ludwich, Feslschrift für Ο. p. 61 ff.) [*](2 Hesych. θητικόν: τὸ ἔσχατον τίμημα παρὰ Ἀθηναίοις. Harpocr. s. v θῆτες καὶ θητικόν: . . . . . εἰς τέσσαρα διῃρημένης παρ᾿ Ἀθηναίοις τῆς πολιτείας οἱ ἀπορώτατοι ἐλέγοντο θῆτες καὶ θητικὸν τελεῖν. οὗτοι δὲ οὐδεμιᾶς μετεῖχον ἀρχῆς, ὡς καὶ Ἀριστοτέλης δηλοῖ ἐν Αθηναίων πολιτείᾳ . . . . . (Epitomen descrips. Photius [unde Etym. gen., ex quo Et. M. 452,14 et Symeo (?)] et Suid.)) [*](7 Poll. VIII 130 τιμήματα δ᾿ ἦν τέτταρα, πεντακοσιομεδίμνων, ἱππέων, ζευγιτῶν, θητικόν θητικῶν codd.), οἱ μὲν ἐκ τοῦ πεντακόσια μέτρα ξηρὰ καὶ ὑγρὰ ποιεῖν κληθέντες· ἀνήλισκον δ᾿ εἰς τὸ δημόσιον τάλαντον· οἱ δὲ τὴν ἱππάδα τελοῦντες ἐκ μὲν τοῦ δύνασθαι τρέφειν ἵππους κεκλῆσθαι δοκοῦσιν, ἐποίουν δὲ μέτρα τριακόσια, ἀνήλισκον δὲ ἡμιτάλαντον· οἱ δὲ τὸ ζευγίσιον ζευγήσιον codd.) τελοῦντες ἀπὸ διακοσίων μέτρων κατελέγοντο, ἀνήλισκον δὲ μνᾶς δέκα· οἱ δὲ τὸ θητικὸν οὐδεμίαν ἀρχὴν ἦρχον οὐδὲ ἀνήλισκον οὐδέν. (131) Ἀνθεμίων δὲ ὁ Διφίλου καλλωπίζεται δι᾿ ἐπιγράμματος ὅτι ἀπὸ τοῦ θητικοῦ τέλους εἰς τὴν ἱππάδα μετέστη, καὶ εἰκὼν ἔστιν ἐν ἀκροπόλει ἵππος ἀμδρὶ παρεστηκώς· καὶ τὸ ἐπίγραμμα „Διφίλου Ἀνθεμίων τόνδ᾿ ἀνέθηκεν θεοῖς, θητικοῦ ἀντὶ τέλους ἱππάδ᾿ ἀμειψάμενος.“) [*](Arist. Pol. Γ 11. 1282a29 τῆς μὲν ἐκκλησίας μετέχουσι καὶ βουλεύουσι καὶ δικάζουσιν ἀπὸ μικρῶν τιμημάτων καὶ τῆς τυχούσης ἡλακίας, ταμιεύουσι δὲ καὶ στρατηγοῦσι καὶ τὰς μεγίστας ἀρχὰς ἄρχουσιν ἀπὸ μεγάλων.)
    9
    καὶ παρέστηκεν ἵππος ἐκμαρτυρῶν, ὡς τὴν ἱππάδα τοῦτο σημαίνουσαν. οὐ [*](p. 3) μὴν ἀλλ᾿ εὐλογώτερον τοῖς μέτροις διῃρῆσθαι καθάπερ τοὺς πεντακοσιομεδίμνους. ζευγίσιον δὲ τελεῖν τοὺς διακόσια τὰ συνάμφω ποιοῦντας· τοὺς δ᾿ ἄλλους θητικόν, οὐδεμιᾶς μετέχοντας ἀρχῆς. διὸ καὶ νῦν ἐπειδὰν ἔρηται τὸν μέλλοντα κληροῦσθαί τιν᾿ ἀρχήν, ποῖον τέλος τελεῖ, οὐδ᾿ ἂν εἶς εἴποι θητικόν.

    VIII. τὰς δ᾿ ἀρχὰς ἐποίησε κληρωτὰς ἐκ προκρίτων, οὓς ἑκάστη προκρίνειν [*](1) τῶν φυλῶν. προύκρινεν δ᾿ εἰς τοὺς ἐννέα ἄρχοντας ἑκάστη δέκα, καὶ <ἐκ> τούτων ἐκλήρουν· ὅθεν ἔτι διαμένει ταῖς φυλαῖς τὸ δέκα ἑκάστην, εἶτ᾿ ἐκ τούτων κυαμεύειγ. σημεῖον δ᾿ ὅτι κληρωτὰς ἐποίησεν ἐκ τῶν τιμημάτων ὁ τερὶ τῶν ταμιῶν νόμος, ᾧ χρώμενοι δια[τελ]οῦσιν ἔτι καὶ νῦν· κελεύει γὰρ κληροῦν τοὺς ταμίας ἐκ πεντακοσιομεδίμνων. [Σόλ]ων [*](2) μὲν οὖν οὕτως ἐνομοθέτησεν περὶ τῶν ἐννέα ἀρχόντων. τὸ γὰρ ἀρχαῖον ἡ ἐν Ἀ[ρεί]ῳ πάγῳ βου]λὴ ἀνακαλεσαμένη καὶ κρίνασα καθ᾿ αὑτὴν τὸν ἐπιτήδειον ἐφ᾿ ἑκάστῃ τῶν ἀρχῶν ἐπ᾿ [ἐν]ια[υτ]ὸν [διατάξα] φυλαὶ δ᾿ ἦσαν δ καθάπερ πρότερον καὶ φυλοβασιλεῖς τέτταρες. [ἐκ] δὲ [*](3) [τῆς] φυ[λῆ]ς ἑκάστης ἦσαν νενεμημέναι τριττύες μὲν τρεῖς, ναυκραρίαι δώδεκα καθ᾿ ἑκάστην. ἦν δ᾿ ἐπὶ τῶν ναυκραριῶν ἀρχὴ καθεστηκυῖα ναύκραροι, τεταγμένη πρός τε τὰς εἰσφορὰς καὶ τὰς δαπ[άνας] τὰς γιγνομένας· διὸ καὶ ἐν τοῖς μόμοις τοῖς Σόλωνος οἷς οὐκέτι χρῶνται πολλα- [*](6 τ(ης) δ αρχης L προκρινει L, corr. Gertz 7 εννε L*, a superscr. L1) [*](8 ἐκ τούτων] του . . . . . ληρουν L, supra versum (post του) aliquid additum esse videtur, quod των potest esse, fortasse pro τ’ male a L* scripto. τοὺς θ΄, quod legit Wn. (k - W3), spatio non sufficit. ἐκ τούτων (K - W1, Gomperz) dubitanter dedi, quippe qui lectioni dubiae coniectura subvenire nolim. sed correctura in papyro facta locum pravatum indicat. litt-ra post του altera potest ε esse, quam sequitur littera longior, ita ut ἐξεκλήρουν legi possit, si verbum tale extiterit 9 εποιησαν L, corr. Hude 12 γὰρ] δ᾿ legit Wn. (K- W3) 14 διατάξασα] lectio non certa; τα legit Wn., unde ἄρξοντα Kaibel, quod non omnino improbo; sed videtur potius σα esse 15 τεσσαρες L 16 ναυχραι|ραι L 17 ἦν δ᾿ ἐπὶ] ita Wn.; lectio incerta, sed hanc magis nunc quam antea probo: ἐπὶ δὲ Bl. 18 ναυκραιροι L 18. 19 γινομενας L 19 τοις σολωνος νομοις L*, corr. inter scribendum L1) [*](4 Harpocr. s. v. θῆτες καὶ θητικόν: . . . . . εἰς τέσσαρα διῃρημένης παρ᾿ Ἀθηναίοις τῆς πολιτείας οἱ ἀπορώτατοι ἐλέγοντο θῆτες καὶ θητικὸν τελεῖν. οὗτοι δὲ οὐδεμιᾶς μετεῖχον ἀρχῆς, ὡς καὶ Ἀριστοτέλης δηλοῖ ἐν Ἀθηναίων Πολιτείᾳ . . . . . (Epitomen exscr. et Phot. [unde Et. genuin., ex quo Et. M. 452,14 et Symeo (?)] et Suidas).) [*](15 Phot. ναυκραρία11: τὸ πρότερον οὕτως ἐκάλουν (lego ἐκαλεῖτο), ναυκραρία καὶ ναύκραρος, ναυκραρία μὲν ὁποῖόν τι ἡ συμμορία καὶ ὁ δῆμος, ναύκραρος δὲ ὁποῖόν τι ὁ δήμαρχος, Σόλωνος οὕτως ὀνομάσαντος, ὡς καὶ Ἀριστοτελης φησί· καὶ ἐν τοῖς νόμοις δέ· “ἄν τις ναυκραρίας ἀμφισβητῇ”. καὶ “τοὺς ναυκράρους τοὺς κατὰ ναυκραρίαν”, ὕστερον δὲ ἀπὸ Κλεισθένους δῆμοί εἰσιν, καὶ δήμαρχοι ἐκλήθησαν. ἐκ τῆς Ἀριστοτέλους πολιτείας ὃν τρόπον διέταξε τὴν πολιτείαν ὁ Σόλων· „φυλαὶ δὲ ἦσαν τέσσαρες κεθάπερ πρότερον καὶ φυλοβασιλεῖς τέσσαρες, ἐκ δὲ τῆς φυλῆς ἑκάστης ἧσαν νενεμημέναι τριττύες μὲν τρεῖς, ναυκραρίαι δὲ δώδεκα καθ᾿ ἑκάστην.“ . . . . . Hesych. s. v. ναύκλαροι: . . . . τινὲς δὲ ἀφ᾿ ἑκάστης φυλῆς δώδεκα, οἵ τινες ἀφ᾿ ἑκάστης χώρας τὰς εἰσφορὰς ἐξέλεγον, ὕστερον δὲ δήμαρχοι ἐκλήθησαν. Poll. VIII 108 ὃήμαρχοι οἱ κατὰ δήμους ἄρχοντες. ἐκαλοῦντο δὲ τέως ναύκραροι ὅτε καὶ οἱ δῆμοι ναυκραρίαι. ναυκραρία δ᾿ ἦν τέως φυλῆς δωδέκατον μέρος καὶ ναύκραροι ἦσαν δώδεκα, τέτταρες κατὰ τριττὺν ἑκάστην. τὰς δ᾿ εἰσφορὰς τὰς κατὰ δήμους διεχειροτόνουν οὖτοι καὶ τὰ ἐξ αὐτῶν ἀναλώματα.)

    10
    χο[ῦ γέ]γραπται ‘τοὺς ναυκράρους εἰσπράττειν’ καὶ ἀναλίσκειν ἐκ τοῦ [*](p.3) ναυκραρικοῦ ἀργυρ[ίο]υ’. β[ου]λὴν δ᾿ ἐποίησε τετρακοσίους, ἑκατὸν ἐξ [*](4) ἑκάστης φυλῆς, τὴν δὲ τῶν Ἀρεοπαγιτῶν ἔταξεν ἐπὶ [τὸ] νομοφυλακεῖν, ὑπῆρχεν καὶ πρότερον ἐπίσκοπος οὖσα τῆς πολιτείας, καὶ τά τε ἄλλα τὰ πλεῖστα καὶ τὰ μέγιστα τῶν πολιτ<ικ>ῶν διετήρει καὶ τοὺς ηὔθυνεν κυρία οὖσα καὶ [ζη]μιοῦν καὶ κολάζειν, καὶ τὰς ἐκτίσεις εἰς πόλιν, οὐκ ἐπιγράφουσα τὴν π[ρ]όφασιν δι᾿ ὃ [τὸ ἐ]κτ[ίν]εσθαι, τοὺς ἐπὶ καταλύσει τοῦ δήμου συνισταμένους ἔκρινεν, Σόλωνος θέντ[ος] νόμον εἰσα[γγ]ελ[ία]ς περὶ αὐτῶν. ὁρῶν δὲ τὴν μὲν πόλιν πολλάκις [*](5) στασιάζουσαν, τῶν δὲ πολιτῶν ἐνίους διὰ τὴν ῥᾳθυμίαν [ἀγα]πῶντας αὐτόματον, μόμον ἔθηκεν πρὸς αὐτοὺς ἴδιον, ὃς ἂν στασιαζούσης τῆς πόλεως μ[ὴ] θῆται τὰ ὅπλα μηδὲ μεθ᾿ ἑτέρων, ἄτιμον εἶναι καὶ τῆς πόλεως μὴ μετεχειν.

    IX. τὰ μὲν οὖν [περὶ τὰ]ς ἀρχὰς τ[οῦ]τον εἶχε τὸν τρόπον. δοκεῖ [*](1) δὲ τῆς Σόλωνος πολιτείας τρία ταῦτ᾿ εἶναι τὰ δημοτικώτατα· πρῶτον μὲν καὶ μέγιστον τὸ μὴ δανείζειν ἐπὶ τοῖς σώμασιν, ἔπειτα τὸ ἐξεῖναι τῷ βουλομένῳ τιμωρ[εῖ]ν ὑπὲρ τῶν ἀδικουμένων, τρίτον δέ, <ᾦ> μάλιστά ἰσχυκέναι τὸ πλῆθος, ἡ εἰς τὸ δικαστή[ριον] ἔφε[σι]ς· ἔφε[σι]ς· γὰρ ὢν [*](4 καὶ τά τε ἄλλα] de και dubitat Bl., qui ἣ] legit; sed compendii signum paene est 5 TioXtTixoiv Richards, al. 7 hC 8 τὸ ἐκτίνεσθαι] lectio haec, quamquam incerta, vestigiis artior quam ceterae est: διὰ τὸ [εὐ]θύ[ν]εσθαι legit Wn., del. ἐκτίνεσθαι Tyrrell, Bl. 9 εισαγγελ . . . legit Wessely; del. Wilam. πολλακισταἀγαπῶντας L 10 K-W, quod verisimile est, sed eiiam περιοπῶντας (Bury) non omnino abicieu- dum est 16 SavtCetv L 17 ψ add. H-L, al., ᾧ καὶ K-W) [*](11 Gell. II 12 in legibus Solonis illis antiquissimis , quae Athenis axibus ligneis incisae sunt quasque latas ab eo Athenienses ut sempiternae manerent, poenis et religionibus sanxerunt, legem esse Aristoteles refert scriptam ad hanc sententiam: „si ob discordiam dissensionemque seditio atque discessio populi in duas partes fiet (sic deteriores; fieret VPR) et ob eam causam irritatis animis utrimque arma capientur pugnabiturque, tum qui in eo tempore in eoque casu civilis discordiae non alteiutrae parti (sic deteriores; alterutra parte VPR) sese adiunxerit, sed solitarius separatusque a communi malo civitatis secesserit, is domo patria fortunisque tunisque omnibus careto, exul extorrisque esto.") [*](15 Arist. Pol. B 12. 1273 b 41 ἔοικε δὲ Σόλων ἐκεῖνα μὲν ὑπάρχοντα προτερον οὐ καταλῦσαι, τήν τε βουλὴν καὶ τὴν τῶν ἀρχῶν αἵρεσιν, τὸν δὲ δῆμον καταστῆσαι, τὰ δικαστήρια ποιήσας ἐΧ πάντων. διὸ καἱ μέμφονταί τινες αὐτῷ· λῦσαι γὰρ θάτερον, κύριον ποιήσαντα τὸ δικαστήριον πάντων, κληρωτὸν ὄν. ἐπεὶ γὰρ τοῦτ᾿ ἴσχυσεν, ὥσπερ τυράννῳ τῷ δήμῳ χαριζόμενοι τὴν πολιτείαν εἰς τὴv νῦν δημοκρατίαν κατέστησαν.) [*](Arist. Pol. B 12. 1274 a 15 Σόλων γε ἔοικε τὴν ἀναγκαιοτάτην ἀποδιδόναι τῷ δήμῳ δύναμιν, τὸ τὰς ἀρχὰς αἱρεῖσθαι λαὂ (μηδὲ γὰρ τούτου κύριος ὢν ὁ δῆμος δοῦλος εἴη καὶ πολέμιος), τὰς δ᾿ ἀρχὰς ἐκ τῶν γνωρίμων κατ τῶν εὐπόρων κατέστησε πάσας, ἐκ τῶν πεντακοσιομεδίμνων καὶ ζευγιτῶν καὶ τρίτου τέλους τὴς καλουμένης ἱππάδος· τὸ δὲ τέταρτον θητικόν, οἱς οὐδεμιᾶς ἀρχῆς μετῆν.) [*](Arist. Pol. Γ 11. β 23 τίνων δεῖ ξτρ;θιτς εἶναι τοὺς ελευθέρους καὶ τὸ πλῆθος τῶν πολιτῶν; ... (31) λείπεται δὴ τοῦ βουλεύεσθαι καὶ κρίνειν μετέχειν αὐτούς. διόπερ καὶ Σόλων καὶ τῶν ἄκων τινὲς νομοθετῶν τάττουσιν ἐπί τε τὴς ἀρχαιρεσίας καὶ εὐθύνας εὐθὑνας τῶν ἀρχόντω ν, ἄρχειν δὲ ἰατὰ μόνας οὐκ ἐῶσιν.)

    11
    δῆμος τῆς ψήφου χύριος γίγνεται τῆς πολιτείας. ἔτι δὲ καὶ διὰ τὸ μὴ [*](2) γεγράφθ[αι το]ὺς νόμους άπλῶς μηδὲ σαφῶς, ἀλλ᾿ ὥσπερ ό περὶ τῶν [*](p. 3) κλήρων καὶ ἐπικλήρων, ἀνάγκη [πο]λλὰς ἀμφισβητήσεις γίγνεσθαι καὶ βραβεύειν καὶ τὰ κοινὰ καὶ τὰ ἴδια τὸ δικαστήρ[ιον]. οἴονται μὲv οὖν τινες ἐπίτηδες ἀσαφεῖς αὐτὸν ποιῆσαι τοὺς νόμους, ὅπως ᾖ τῆς κρίσεως ό] δῆ[μος [μος κ]ύριος. οὐ μὴν εἰκός, ἀλλὰ διὰ τὸ μὴ μὴ δύνασθαι καθόλου περιλαβεῖν τὸ βέλτιστον· οὐ γὰρ [δ]ίκ[αιον] ἐκ τῶν νῦν γιγνομένων ἀλλ᾿ ἐκ τῆς πολιτείας θεωρεῖν τὴν ἐκείνου βούλησιν.

    X. ἐν μὲν οὖν τοῖς νόμοις ταῦτα δοκεῖ θεῖναι δημοτικά, πρὸ δὲ τῆς [*](1) νομοθεσίας ποιῆσαι τὴν τῶν χ[ρ]εῶν [ἀπο]κοπὴν καὶ μετὰ ταῦτα τήν τῶν μέτρων καὶ σταθμῶν καὶ τὴν τοῦ νομίσματος αὔξησιν. ἐπ᾿ ἐκείνου [*](2) γὰρ ἐγένετο καὶ τὰ μέτρα μείζω τῶν Φειδωνείων, καὶ ἡ μνᾶ πρότερον ἔχ[ο]υσα [σ]ταθμὸν ἑβδομήκοντα δραχμὰς ἀνεπληρώθη ταῖς ἑκατόν. | ἦν [*](p.4) δ᾿ ό ἀρχαῖος χαρακτὴρ δίδραχμον. ἐποίησε δὲ καὶ σταθμὰ πρὸς τ[ὸ] νόμισμα τ[ρ]εῖς καὶ ἑξήκοντα μνᾶς τὸ τάλαντον ἀγούσας, καὶ ἐπιδιενεμήθησαν αί τ]ρεῖς μναῖ τῷ στατῆρι καὶ τοῖς ὄλλοις σταθμοῖς.

    XI. διατάξας δὲ τῆν πολιτείαν ὅντπερ εἴρηται τρόπον, ἐπειδὴ προσιόντες [*](1) αὐτῷ περὶ τῶν νόμων ἐνώχλουν, τὰ μὲν ἐπιτιμῶντες τὰ δὲ ἀνακρίνοντες, βουλόμενος μήτε ταῦτα κινεῖν μήτ᾿ ἀπεχθάνεσθαι παρών, ἀποδημίαν ἐποιήσατο σατο κατ’ ἐμπορίαν ἅμα καὶ θεωρίαν εἰς Αἴγυπτον, ε[ἰπ]ὼν ὡς οὐχ ἥ]ξει δέκα ἐτῶν· οὐ γὰρ οἴεσθαι δίκαιον εἶναι τοὺς νόμους ἐξηγεῖσθαι παρών, ἀλλ᾿ ἕκαστον τὰ γεγραμμένα ποιεῖν. ἅμα δὲ καὶ συνέβαινεν αὐτῷ τῶν τε γνωρίμων [*](2) διαφόρους γεγενῆσθαι πολλοὐς διὰ τὰς τῶν χρεῶν ἀποκοπάς, καὶ τὰς στάσεις ἀμφοτέρας μεταθέσθαι διὰ τὸ παράδοξον αὐτοῖς γενέσθαι τὴν κατάστασιν. ὁ μὲν γὰρ δῆμος ᾤετο πάντ᾿ ἀνάδαστα ποιήσειν αὐτόν, οἱ δὲ γνώριμοι πάλιν εἰς τὴν αὐτὴν τάξιν ἀποδώσειν ἢ μ[ικ]ρ[ὸ]ν παραλλάξ[ειν]. <ὁ δὲ> Σόλων ἀμφοτέροις ἠναντιώθη, καὶ ἐξὸν αὐτῷ μεθ᾿ ὁποτέρων ἐβούλετο συστά[ντ]α τυραννεῖν εἵλετο πρὸς ἀμφοτέρους ἀπεχθέσθαι, σώσας σώσας πατρίδα καὶ τὰ βέ[λτι]στα νομοθετήσας.

    [*](1 γινεται L 3 γινεσθαι L 6 περιλαβειν καθολου L*, corr. inter scribendum L1)[*](7 γινομενων L 10 Ποιῆσαι potius quain ποιήσας (Wn., K-W3) habere videtur L; neque καὶ, quod se dispexisse putat Wn. (del. K - W3) videre possum 13 ἔχουσα recte Wn. σταθμὸν Diels 19 κεινειν L 20 εἴπων ὡς οὐκ ἥξει Wessely et Bl.)[*](24 . . σαν ταξιν L* ι. σαν Diels, Wn., ουσαν ego antea, νέαν coni. Diels), καταστασιν suprascr. L1 25 ωετο L 26 εἰς secl. K - W 1.3, ἢ K - W2, BI. 3 παραλλαξ[ειν] Σολων legit Wn., quod vestigiis foitasse aptari potest; ο δ΄ suprasrriptum fuisse coni. idem 27 ηβουλετο L (K-W, Bl.); cf. Meisterhans 3, Ρ. 169 28 απεχθεσθηναι L, ἀπεχθέσθαι Wyse, cett., ἀπεχθάνεσθαι Aristides (v. testim.))[*](1 Arist. Pol. Γ 11. 1282 b 2 δεῖ τοὺς νόμους εἶναι κυρίους κειμένους ὀρθῶς, τὸν ἄρχοντα δέ, ἄν τε εἶς ἄν τε πλείους ὧσι, περὶ τόυτων εἶναι κυρίους περὶ ὅσων ἐξαδυνατοῦσιν οἱ νόμοτ λέγειν ἀκριβῶς διὰ τὸ μὴ ῥᾴδιον εἶναι καθόλου διορίσαι περὶ πάντων.)[*](27 Aristid. II 360 Di. ἐκεῖνος μέντοι παρὸν αὐτῷ στασιαζούσης τῆς πόλεως ὁποτέρων βούλοιτο προστάντι τυραννεῖν, ἀπεγθάνεσθαι μᾶλλον αμφοτέροις εἵλετο ὑπὲρ τοῦ δικαίου. καὶ τῶν μὲν πλουσίων ὅσον καλῶς εἶχεν ἀφεῖλε, τῷ δήμῳ δ᾿ οὐκ ἔδωκεν ἐβούλετο, ἔστη δ ’ ἐν μεθορίῳ πάντων ἀνδρειότατα καὶ δικαιότατα.)
    12

    XII. ταῦτα δ᾿ ὅτι τοῦτον <τὸν> τρόπον ἔσχεν οἵ τ᾿ ἄλλοι συμφωνοῦσι πάντες, καὶ αὐτὸς ἐν τῇ ποιἠσει μέμανηται περὶ αὐτῶν ἐν τοῖσδε· [*](p. 4)

  • δήμῳ μὲν γ]ρ ἔδωκα τόσον γέρας ὅσσον ἀπαρκεῖ,
  • τιμῆς οὔτ᾿ ἀφελὼν οὔτ᾿ ἐπορεφάμενος·
  • οἵ δ᾿ εἷχον δύναμιν καὶ χρήμασιν ἧσαν ἀγητοί,
  • καὶ τοῖς ἐφρασάμην μηδὲν ἀεικὲς ἔχειν.
  • ἔστην δ᾿ ἀμφιβαλὼν κρατερὸν σάκος ἀμφοτέροισι,
  • νικᾶν δ᾿ οὐκ εἴασ᾿ οὐδετέρους ἀδίκως.
  • πάλιν δ᾿ ἀποφαινόμενος περὶ τοῦ πλήθους, ὡς αὐτῷ δεῖ χρῆσθαι· [*](2)
  • δῆμος δ᾿ ὧδ᾿ ἄν ἄριστα σὺν ἡγεμόνεσσιν ἕποιτο,
  • μήτε λίαν ἀνεθεὶς μήτε βιαζόμενος.
  • τίκτει γὰρ κόρος ὕβριν, ὄταν πολὺς ὄλβος ἕπηται
  • ἀνθρώποισιν ὄσοις μὴ νόος ἄρτιος ᾖ.
  • καὶ πάλιν δ᾿ ἑτέρωθί που λέγει περὶ τῶν διανείμασθαι τὴν γῆν βουλομένων·[*](3)
  • οἵδ᾿ ἐφ᾿ ἁρπαγαῖσιν ἧλθον, ἐλπίδ᾿ εἷχον ἀφνεὰν
  • κἀδόκους ἕκαστος αὐτῶν ὄλβον εὑρήσειν πολύν,
  • καί με κωτίλοντα λείως τραχὺν ἐκφανεῖν νόον·
  • χαῦνα μὲν τότ᾿ ἐφράσαντο, νῦν δέ μοι χολούμενοι
  • λοξ[ὸν ὀ]φθαλμοῖσ᾿ ὁρῶσι πάντες ὥστε δήιον.
  • οὐ χρεών· ἅ μὲν γὰρ εἷπα σὺν θεοῖσιν ἤνυσα,
  • ἄ[λλ]α δ᾿ ο[ὑ] μάτην ἔερδον, οὐδέ μοι τυραννίδος
  • ἁνδάνει βίᾳ τι [ῥέζ]ειν, οὐδὲ πιεί[ρ]ας χθονὸς
  • πατρίδος κακοῖσιν ἐσθλοὺς ἰσομοιρίαν ἔχειν.
  • [*](3 δημοι L γέρας] κράτος Plut. (vid. test.) 4. 5 aporejamenow osoi L, corr. sec. Plut. 11 λίην Plut. βιαζόμενος] πειζόμενος Plut. 12 πολὺς] κακῷ Theogins (vid. test.) 13 ἀνθρώπῳ καὶ ὁτῳ Theogn.) [*](3 Plut. Sol. 18 ἐπισημαίνεται δ᾿ αὐτῷ τὴν ἀξίωσιν οοὑτως· “δήμῳ μὲν γὰρ ἔδωκα τόσον κράτος ὅσσον ἐπαρκεὶ, | τιμῆς οὔτ᾿ ἀφελὼν οὐτ᾿ ἐπορεξάμενος· |οἵ δ᾿ εἴχον δύναμιν καὶ χρήμασιν ἧσαν ἀγητοί, | καὶ τοῖς ἐφρασάμην μηδὲν ἀεικὲς ἄχειν. | ἔστην δ᾿ ἀμφιβαλὼν κρατερὸν σάκος ἀμφοτέροισιν· | νικᾶν δ᾿ οὐκ ειασ᾿ οὐδετέρους ἀδίκως.”) [*](10 Plut. comp. Sol. et Popl. 2 καὶ τοῦτο δ᾿ ἔοικε πρότερος ὁ Σόλων ὅτι δῆμος “ὧδ᾿ ἄν ἄριστα σὺν ἡγεμόνεσσιν ἕποιτο | μήτε λίην ἀνεθεὶς μήτε πιεζόμενος.”) [*](12 cf. Theogn. 153 τίκτει τοι κόρος ὕβριν ὅταν κακῷ ὅλβος ἕπηται | ἀνθρώπῳ καὶ ὅτῳ μὴ νόος ἄρτος ᾖ.) [*](18 Plut. Sol. 16 ὅτι δ᾿ οὗν προσέκρουσε τοῖς πλείστοις, ἕτερα προσδοκήσασιν, αὐτὸς εἴρηκε περὶ αὐτῶν, ὡς “χαῦνα μὲν τότ᾿ ἐφράσαντο, νῦν δέ μοι χολούμενοι |λοφὸν ὀφθαλμοῖς ὁρῶσι πάντες ὥστε δήϊον.”) [*](21 sqq. Aristid. Or. 28, 137 II 185 Keil ὁ δὲ δῆ Σόλων καὶ βιβλίον ἐξεπίτηδες πεποίηκε ὥσπερ ἡμεῖς εἰς τὴν Ἀθηνᾶν, οὕτως ἀκεῖνος εἰς αὑτὸν καὶ ἑαυτοῦ πολιτείαν, ἐν ῷ ἄλλα τε δὴ λέγει καὶ ταῦτα “ἄ μὲν γὰρ ἄελπτα σὺν θεοῖσιν ἤνυσα, ἄλλα δ᾿ οὐ μάτην ἕρδον”. ὁρᾷς ὡς αὐθαδῶς καὶ οὐ τῆς σῆς συμβουλῆς; καὶ ταῦτα μέν ἐστιν ἐν τετραμέτροις, ἐν δὲ τοῖς ἰάμβοις· “συμμαρτυροίη ταῦτ᾿ ἄν ἐν δίκῃ χρόνου | μήτηρ μεγίστη δαιμόνων Ὀλυμπίων | ἄριστα, γῆ μέλαινα, ἧς ἐγώ ποτε | ὅρους ἀνεῖλον πολλαχῇ πεπηγότας, πρόσθεν δὲ δουλεύουσα, νῦν ἐλευθέρα. | πολοπὺς δ᾿ Ἀθήνας πατρίδ᾿ εἰς θεόκτιτον (θεόκτιστον ASU) | ἀνήγαγον πρα-)
    13
    [πάλιν] δὲ καὶ περὶ τῆς ἀρ[οκ]οπῆς τῶν χ[ρε]ῶν καὶ τῶν δουλευόντων μὲv πρότερον ἐλυθερωθέντων δὲ διὰ τὴν σεισάχθειαν· [*](p. 4)
  • ἐγὼ δὲ τῶν μὲν οὕνεκα ξ[υ]νήγαγον
  • δῆμον, τί τούτων πρὶν τυχεῖν ἐπαυσάμην;
  • συμμαρτυροίη ταῦτ᾿ ἄν ἐν δίκῃ χρόνου
  • μήτηο μεγίστη δαιμόνων Ὀλυμπίων
  • ἄριστα, Γῆ μέλαινα, τῆς ἐγώ ποτε
  • ὅρους ἀνεῖλον πολλαχῇ πεπηγότα[ς],
  • πρόσθεν δὲ δουλεύουσα, νῦν ἐλευθέρα.
  • πολλοὺς δ᾿ Ἀθήνας. πατρίδ᾿ εἰδ θεόκτιτον,
  • ἀνήγαγον πραθέντας, ἄλλον ἐκδίκως,
  • ἄλλον δικαίως, τοὺς δ᾿ ἀναγκαίης ὑπὸ
  • χρειοῦς φυγόντας, γλῶσσαν οὐκέτ᾿ Ἀττικὴν
  • ἱέντας, ὡς ἄν πολλαχῇ πλανωμένους,
  • τοὺς δ᾿ ἐνθάδ᾿ αὐτοῦ δουλίην ἀεικέα
  • ἔχοντας, ἤθη δεσποτῶν τρομευμέν[ους],
  • ἐλευθέρους ἔθηκα. ταῦτα μὲν κράτει
  • νόμου, βίαν τε καὶ δίκην συναρμόσας,
  • ἔρεξα, καὶ διῆλθον ὡς ὑπεσχ[ό] μην.
  • θεσμούς θ᾿ ὁμοίως τῷ κακῷ τε κἀγαθῷ,
  • εὐθεῖαν εἰς ἕκαστον ἁρμόσας δίκην,
  • ἔγραψα. κέντρον δ᾿ ἄλλος ὡς ἐγὼ λαβών,
  • [*](1 πάλιν] lectio incerta, sed haec vestigiis non incongruens est; potest etaim littera ultima ς esse. ....ει legit Wn., sed dubito ἀποκοπῆς τῶν χρεῶν legit et supplevit Wessely. ab αποκοπης (ut vid.) incipit frag. Berol. I a [B] 3 οὔνεκα φυνήγαγον Platt, H-L, al. 4 δῆμον κτλ.] ita interpunxit Jebb (S., al.) ἐπαυσάμην -σαμαν Β 5 συμμαρτυροιην Β 6 ολυμπιων] ολ ηαβετ Β (L deficit) 10 θεοκτιστον L 11 ανηγαγον] ανη habet B 14 πλανωμενους] πλαν.... ους L, ... νωμενους B 17.18 κρατεεινομου L, κπατημου Β, κρατει (al. -η) ομου Aristides (K-W, Bl.) 19 υπισχομην L 20 uesmon B θ᾿] τε L*, θ suprascr. L1; δ᾿ (?) Β (K-w Bl θέντας, ἄλλον ἐκδίκως, | ἄλλον δικαίως, τοὺς δ᾿ ἀναγκαίης ὕπο | χρησμὸν λέγοντας γλῶσσαν οὐκέτ᾿ Ἀττικὴν | ἱέντας, ὡς ἄν πολλαχῇ πλανωμένους, τοὺς δ᾿ ἐνθάδ᾿ δουλείης ἀεικέα | ἕχοντας ἤδη δεσποτῶν τρομευμένους | ἐλευθέρους ἔθηκα. ταῦτα μὲν κράτει | ὁμοῦ βίαν τε καὶ δίκην συναρμόσας | ἔρεξα καὶ διῆλθον ὡς ὑπεσχόμην. | θεσμοὺς τῷ κακῷ τε κἀγαθῷ | εὐθεῖαν εἰς ἕκαστον ἁρμόσας δίκην | ἔγραψα. κέντρον δ᾿ ἄλλος ὡς ἐγὼ λαβὼν | κακοφραδής τε καὶ φιλοκτήμων ἀνὴρ | οὐκ ἄν κατέσχε δῆμον.”) [*](7 sqq. Plut. Sol. 15: σεμνύνεται γὰρ Σόλων ἐν τούτοις, ὅτι τῆς τε προϋποκειμένης γῆς “ὅρους ἀνεῖλε πολλαχῇ πεπληότας | πρόσθεν δὲ δουλεύουσα νῦν ἐλευθέρα,” καὶ τῶν ἀγωγίμων πρὸς ἀργύριον γεγονότων πολιτῶν, τοὺς μὲν ἀνήγαγεν ἀπὸ “γλῶσσαν οὐκέτ᾿ Ἀττικὴν | ἱέντας ὡς ἄν πολλαχῇ πλανωμένους· | τοὺς δ᾿ ἐνθάδ᾿ αὐτοῦ δουλείην ἀεικέα | ἔχοντας” ἐλευθέρους φησὶ ποιῆσαι.) [*](18 Plut. Sol. 15 ἄ δὲ καὶ λέγων ἤλπιζε πειθομένοις καὶ προσάγων ἀνάγκην ὑπομένουσι χρήσασθαι, ταῦτ᾿ ἔπραττεν, ὥς φησιν αὐτός, “ὁμοῦ βίην τε καὶ δίκην συναρμόσας.”)
    14
  • [κ]ακοφραδής τε ἰαὶ φιλοκτήμων ἀνήρ,
  • [*](p.4)
  • οὐκ ἂν κατέσχε δῆμον· εἰ γὰρ ἤθελον
  • ὅ τοῖς ἐναντίο[ισι]ν ἥνδανεν τότε,
  • αὖθις δ᾿ ἃ τοῖσιν οὕτεροι φρασαίατο,
  • πολλῶν ἂν ἀνδρῶν ἥδ᾿ ἐχηρώθη πόλις.
  • τῶν οὕνεκ᾿ ἀλκὴν πάντοθεν ποιούμενος
  • ὡς ἐν κυσὶν πολλαῖσιν ἐστράφην λύκος.
  • καὶ πάλιν ὀνειδίζων πρὸς τὰς ὕστερον αὐτῶν μεμψιμοιρίας ἀμφοτέρων· [*](5)
  • δήμῳ μὲν εἰ χρὴ διαφάδην ὀνειδίσαι,
  • ἃ νῦν ἔχουσιν οὔποτ᾿ ὀφθαλμοῖσιν ἂν
  • εὕδοντες εἶδον.
  • ὅσοι δὲ μείζους καὶ βίαν ἀμείνονες
  • αἰνοῖεν ἄν με καὶ φίλον ποιοίατο·
  • εἰ γάρ τις ἄλλος, φησί, ταύτης τῆς τιμῆς ἔτυχεν,
  • οὐκ ἂν κατέσχε δῆμον οὐδ᾿ ἐπαύσατο,
  • πρὶν ἀνταράξας πῖαρ ἐξεῖλεν γάλα. |
  • ἐγὼ δὲ τούτων ὥσπερ ἐν μεταιχμίῳ
  • [*](p. 5)
  • ορος κατεστην.
  • XIII. τὴν μὲν οὖν ἀποδημίαν ἐποιήσατο διὰ ταύτας τὰς αἰτίας. [*](1) Σόλωνος δ᾿ ἀποδημήσαντος, ἔτι τῆς πόλεως τεταραγμένης, ἐπὶ μὲν ἔτη τέτταρα διῆγον ἐν ἡσυχίᾳ· τῷ δὲ πέμπτῳ μετὰ τὴν Σόλωνος ἀρχὴν οὐ κατέστησαν ἄρχοντα διὰ τὴν στ[άσ]ιν, καὶ πάλιν ἔτει πέμπτῳ διὰ τὴν αὐτὴν αἰτίαν ἀναρχίαν ἐποίησαν. μετὰ δὲ ταῦτα διὰ τῶν αὐτῶν χρόνων Δαμασίας [*](2) αἱρεθεὶς ἄρχων ἔτη δύο καὶ δύο μῆνας ἦρξεν, ἕως ἐξηλάθη βίᾳ τῆς ἀρχῆς. εἶτ᾿ ἔδοξ[εν] αὐτοῖς διὰ τὸ στασιάζειν ἄρχοντας ἐλέσθαι δέκα, [*](2 ηθελον B, Arist.; η .. λαν L, ut vid. 3 ὅ τοῖς B, Arist.; αυτοις L ἃ τοισιν Arist. : αυτοισιν L 4 οὕτεροι] ἁτέροις Arist. φρασαίατο] δρᾶσαι διά Arist. 5 εχει[ρωθη] B, quod hic desinit 7 πολλαῖσιν] ita L, ut credo; πολληισιν Wn., K-W, Bl. ἐστράφην Arist.: ετραφην (aut εγρ-) L 9 διαφραδην L, corr. Kontos, al. 10 ουποτε L 16 πυαρ L, πῖαρ Plut.) [*](19 ταυτ(ην) τ(η)ν L*, corr. L1 22 κατέστησαν] hic incipit frag. Berol. I b δια (post πέμπτῳ) B διὰ ταύτην τὴv, ut vid.), om. L 23 αναρχιαν] αρχαιαν L, corr. Campbell, cett. 28. 24 Δαμασιας Β, Δ[.]μα[. . . . ] L 24 εξηλασθη BL) [*](2 Aristid. I. c. 140 p. 186,15 K: εἶτα τί φησιν ὁ Σόλων; “εἰ γὰρ ἤθελον | ἅ τοῖς ἐναντίοισιν ἥνδανεν τότε | αὖθις δ᾿ ἃ τοῖσιν ἁτέροις δρᾶσαι διὰ | πολλῶν ἂν ἀνδρῶν ἥδ᾿ ἐχειρώθη πόλις. | τῶν οὕνεκ᾿ ἀρχὴν πάντοθεν κυκεύμενος | ὡς ἐν κυαὶν πολλαῖσιν ἐστράφην λύκος.” ὁρᾷς ὅτι καὶ Σόλων καλλωπίζεται καὶ σοῦ μεῖζον ἐφ᾿ αὑτῶι φρονεῖ. ηγεῖτο γάρ, οἶμαι, τὰ εἰς αὑτὸν αὐτῶι ταῦτα ἐγκώμια πεποιημένα λυσιτελεῖν τοῖς ἄλλοις γίγνεσθαι παραδείγματα.) [*](15 Plut. Sol. 16 καίτοι φησίν, ὡς τις ἄλλος ἔσχε τὴν αὐτὴν δύναμιν, “οὔτ᾿ ἂν κατέσχε δῆμον οὔτ᾿ ἐπαύσατο | πρὶν ἂν ταράξας πῖαρ ἐξέλῃ γάλα.”) [*](17 Aristid. II 360 Di. (de Solone) ἔστη δ᾿ ἐν μεθορίῳ πάντων ἀνδρειότατα καὶ δικαιότατα. (cf. test. 11,27))

    15
    πέντε μὲν εὐπατριδῶ, τρεῖς δὲ ἀ[γ]ροίκων, δύο δὲ δημιουργῶν, καἱ οὗτοι [*](p.5) τὸν μετὰ Δαμασίαν ἦρξαν ἐνιαυτόν. ᾧ καὶ δῆλον ὅτι μεγίστην εἶχεν δύναμιν ό ἄρχων· φαίνονται γὰρ αἰεὶ στασιάζοντες περὶ τῆς τῆς ἀρχῆς. ὅλως δὲ διετέλουν νοσοῦντες τὰ πρὸς ἑαυτούς, οἳ μὲν ἀρχὴν καὶ πρόφασιν [*](3) ἔχοντες τὴν τῶν χρεῶν ἀποκοπήν (συνεβεβήκει γὰρ αὐτοῖς πένησιν), οἳ δὲ τῇ πολιτείᾳ δυσχεραίνοντες διὰ τὸ μεγάλην γεγονέναι μεταβολήν, ἔνιοι δὲ διὰ [τὴν] πρὸς ἀλλήλους φιλονικίαν. ἦσαν δ᾿ αἱ στάσεις [*](4) τρεῖς· μία μὲν τῶν παραλίων, ὧν προειστήκει Μεγακλῆς ὁ Ἀλκμέωνος, οἵπερ ἐδόκουν μάλιστα διώκειν τὴν μέσην πότεόαμ· ἄλλη δὲ τῶν πεδιακῶν, οἳ τὴν ὀλιγαρχίαν ἐζήτουν, ἡγεῖτο δ᾿ αὐτῶν Λυκοῦργος· τρίτη δ᾿ ἡ τῶν διακρίων, ἐφ᾿ ᾗ τεταγμένος ἦν Πεισίστρατος, δημοτι[κ]ώτατος εἶναι δοκῶν. προσεκεκόσμηντο δὲ τούτοις οἵ τε ἀφ[ῃ]ρημένοι τὰ χρέα διὰ τὴν ἀπορ[ί]αν [*](5) καὶ οἱ τῷ γένει μὴ καθαροὶ διὰ τὸv φόβον· σημεῖον δ᾿, ὅτι μετὰ τὴν [τῶν] τυράννων κατάλυσιν ἐποίησαν διαψηφισμόν, ὡς πολλῶν κοινωνούντων τῆς πολιτείας οὐ προσῆκον. εἶχον δὲ ἕκαστοι τὰς ἐπωνυμίας ἀπὸ τῶν τόπων έν οἷς ἐγεώργουν.

    XIV. δημοτικώτατος δ᾿ εἶναι δοκῶν ό Πεισιστρατος καὶ σφόδρ᾿ [*](1) εὐδοκιμηκὼς ἐν τῷ πρὸς Μεγαρέας πολέμῳ, κατατραυματίσας ἑαυτὸν συνέπεισε τὸν δῆμον, ὡς ὑπὸ τῶν ἀντιστασιωτῶν ταῦτα πεπονθώς, φυλακὴν ἑαυτῷ δοῦναι τοῦ σώματος, Ἀριστίωνος γράψαντος τὴν γνώμην. λαβὼν δὲ τοὺς κορθνηφόρους καλουμένους, ἐπαναστὰς μετὰ τούτων τῷ δήμῳ κατέσχε τὴν α'κρόπολιν ἔτει δευτέρῳ καὶ τριακοστῷ μετὰ τὴν τῶν νόμων [*](1 πεντε] ita etiara B τε, non ας, ut antea lectum est) μεν om. L*, suprascr. L1 αποικων B, αγp. L, ut vid., et cf. testira. 2. 3 εἶχεν δύναμιν] δυναμιν ειχεν B 3 αἰεὶ] αει B 4 νοσοῦντες om. B 7 δὲ] μεν B την B, ut vid. cpiXovetxtav B δεαι B 9 αλλοι L*, η suprascr. L1) [*](12 χρέα] hic desinit B 14 δ(ια)φημισμο(ν) L 20 Ἀρίστωνος Plut.) [*](7 Hesych. ἀγροιῶται: ἄγροικοι. καὶ γένος Ἀθήνησιν, οἳ ἀντιδιέστελλον πρὸς τοὺς Εὐπατρίδας. ἦν δὲ καὶ τὸ τῶν γεωργῶν καὶ τρίτον τὸ τῶν δημιουργῶν.) [*](10 Schol. Ar. Vesp. 1218 (V) κατὰ τοὺς Σόλωνος νόμους τρεῖς ἦσαν αἱ τάξεις, μία μὲν τῶν παραλίων (ἐν τῷ παραλίῳ V, corr. Portus), ὦν προειστήκει Μεγακλῆς, δὲ τῶν πεδιέων, ὧν προειστήκει Λυκοῦργος, τρίτη δὲ τῶν διακρίων διακριέων V, corr. Dindorf), ὧν (προεστήκει προεστήκει V semper; corr. Dindorf) Πεισίστρατος.) [*](18 Herod. I 59 (Πεισίστρατος) τρωματίσας ἑωυτόν τε τε καὶ ἡμιόνους ἤλασε ἐς τὸ ζεῦγος, ὡς ἐκπεφευγὼς τοὺς ἐχθρούς, οἵ μιν ἐλαύνοντα ἐς ἀγρὸν ἠθέλησαν ἀπολέσαι δῆθεν· ἐδέετό τε τοῦ δήμου φυλακῆς τινος πρὸς αὐτοῦ κυρῆσαι, πρότερον εὐδοκιμήσας ἐν τῇ πρὸς Μεγαρέας γενομένῃ στρατηγίῃ, Νίσαιάν τε ἑλὼν καὶ ἄλλα ἀποδεξάμενος μεγάλα ἔργα. ὁ δὲ δῆμος ὁ τῶν Ἀθηναίων ἐξαπατηθεὶς ἔδωκέ οἱ τῶν ἀστῶν καταλέξας ἄνδρας τούτους, οἳ δορυφόροι μὲν οὐκ ἐγένοντο Πεισιστράτου, κορυνηφόροι δέ· ξύλων γὰρ κορύνας ἔχοντες εἵποντό οἱ ὄπισθε. συνεπαναστάτες δὲ οὖτοι ἅμα Πεισιστράτῳ ἔσχον τὴν ἀκρόπολιν.) [*](ex narratiunculis quae sat multae de his rebus circumferuntur, possunt ex Aristotele aliqua ratione sumpta esse, quae Aelianus scribit v. h. VIII 16 Σόλων ὁ Ἐξηκεστίδου γέρων ἤδη ὢν ὑπώπτευε Πεισίστρατον τυραννίδι ἐπιθήσεσθαι, ἡνίκα παρῆλθεν ἐς τὴν ἐκκλησίαν τῶν Ἀθηναίων καὶ ᾔτει φρπθρὰν ὁ Πεισίστρατος. ὁρῶν δὲ τοὺς Ἀθηναίους τῶν μὲν αὐτοῦ λόγων ῥᾳθύμως ἀκούοντας προσέχοντας δὲ τῷ Πεισιστράτῳ ἔφη ὅτι τῶν μέν ἐστι σοφώτερος, τῶν δὲ ἀνδρειότερε ὁπόσοι μὲν μὴ γινώσκουσιν ὅτι φυλακὴν λαβὼν περὶ τὸ σῶμα τύραννος ἔσται, ἀλλὰ τούτων μέν ἐστι σοφώτερ4ος· ὁπόσοι δὲ γινώσκοντες ὑποσιωπῶσι, τοὺτων ἀνδρειότερός εστιν. ὁ δὲ λαβὼν τὴν δύναμιν, τύραννος ἧν. καθεζόμενος δὲ Σόλων πρὸ τῆς οὶκδίας τὴν ἀσπίδα καὶ τὸ δόρυ παραθέμενος ἔλεγεν ὅτι ἐξώπλισται καὶ βοηθεῖ τῇ πατρίδι ᾗ δύναται, στρατηγὸς μὲν διὰ τὴν ἡλικίαν, εὔνους δὲ διὰ τὴν γνώμην. ὅμως οὖν Πεισίστρατος, εἴτε αἰδοῖ τῇ πρὸς τὸν ἄνδρα καὶ τὴν σοφίαν αὐτοῦ εἴτε καὶ μνήμῃ τῶν ἐφ’ ἡλικίας — λέγεται γὰρ αὐτοῦ παιδικὰ γενέσθαι — οὐδέν γε ἔδρασε κακὸν Σόλωνα. dubitandum est de Sosicrate apud Laertium I 49 τοῦ δὴ λοιποῦ προσεῖχεν [B] αὐτῷ ὁ δῆμος καὶ ἡδέως καὶ τυραννεῖσθαι ἤθελεν [B2] πρὸς αὐτοῦ, ὁ δ᾿ οὐχ εἵλετο, ἀλλὰ καὶ Πεισίστρατον τὸν συγγενῆ, καθά φησι Σωσικράτης, προαισθόμενος <adde τυραννησείοντα vel tale > τὸ ἐφ᾿ ἑαυτῷ διεκώλυσεν. ᾅξας γὰρ εἴς τινα ἐκκλησίαν μετὰ δόρατος καὶ ἀσπίδος προεῖπεν αὐτοῖς τὴν ἐπίθεσιν τοῦ Πεισιστράτου· καὶ οὐ μόνον ἀλλὰ καὶ βοηθεῖν ἕτοιμος εἶναι, λέγων ταῦτα· “ἄνδρες Ἀθηναῖοι, τῶν μὲν σοφώτερος, τῶν δὲ ἀνδρειότερός εἰμι· σοφώτερος μὲν τῶν τὴν ἀπάτην Πεισιστράτου μὴ συνιέντων, ἀνδρειότερος δὲ τῶν ἐπισταμένων μέν, διὰ δέος δὲ σιωπώντων” . . . . (50) ἤδη δὲ αὐτοὐ κρατοῦντος οὐ πείθων ἔθηκε τὰ ὅπλα πρὸ τοῦ στρατηγείου καὶ εἰπών “ὦ πατρίς, βεβοήθηκά σοι καὶ λόγῳ καὶ ἔργῳ” ἄπέπλευσεν εἰς Αἴγυπτον καὶ εἰς Κύπρον κτλ. ex iisdem consuta est Solonis epistula apud La. Diog. I 65. aut Aristotele non usus est aut Aristoteleis aliena immiscuit Plutarchus in Sol. 30 Ἀρίστωνος δὲ γράψαντος, ὅπως δοθῶσι πεντήκοντα κορυνηφόροι τῷ Πεισιστράτῳ φυλακὴ τοῦ σώματος, ἀντεῖπεν ὁ Σόλων ἀναστὰς καὶ πολλὰ διεξῆλθεν ὅμοια τούτοις οἷς διὰ τῶν ποιημάτων γέγραφεν· “εἰς γὰρ γλῶσσαν ὁρᾶτε καὶ εἰς ἔπη αἱμύλου ἀνδρός”. “ὑμῶν δ᾿ εἷς μὲν ἕκαστος ἀλώπεκος ἴχνεσι βαίνει, σύμπασιν δ᾿ ὑμῖν χαῦνος ἔνεστι νόος” ὁρῶν δὲ τοὺς μὲν πένητας ὡρμημένους χαρίζεσθαι τῷ Πεισιστράτῳ καὶ θορυβοῦντας, τοὺς δὲ πλουσίους ἀποδιδράσκοντας καὶ ἀποδειλιῶντας, ὅτι τῶν μέν ἐστι σοφώτερος, τῶν δὲ ἀνδρειότερος· σοφώτερος μὲν τῶν μὴ συνιέντων τὸ πραττόμενον, ἀνδρειότερος δὲ τῶν συνιέντων μέν, ἐνατιοῦσθαι δὲ τῇ τυραννίδι φοβουμένων. . . . . γενομένου δὲ τούτου καὶ τῆς πόλεως συνταραχθείσης ὁ μὲν Μεγακλῆς εὐθὺς ἔφυγε μετὰ τῶν Ἀλκμαιωνιδῶν, ὁ δὲ Σόλων ἤδη μὲν ἦν σφόδρα γέρων καὶ τοὺς βοηθοῦντας οὐκ εἶχεν, ὁμως δὲ προῆλθεν εἰς ἀγορὰν καὶ διελέχθη πρὸς τοὺς πολίτας, τὰ μὲν κακίζων τὴν ἀβουλίαν αὐτῶν καὶ μαλακίαν, τὰ δὲ παροξύνων ἔτι καὶ παρακαλῶν μὴ προέσθαι τὴν ἐλευθερίαν . . . . οὐδενὸς δὲ προσέχοντος αὐτῷ διὰ τὸν φόβον ἀπῆλθεν εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ καὶ λαβὼν τὰ ὅπλα καὶ πρὸ τῶν θυρῶν θέμενος εἰς τὸν στενωπόν “ἐμοὶ μὲν” εἶπεν “ὡς δυνατὸν ἦν βεβοήθηται τῇ πατρίδι καὶ τοῖς νόμοις”. Diod. IX 20,1 (Exc. Vat. p. 21) ὅτι Σόλων ὁ νομοθέτης παρελθὼν εἰς τὴν ἐκκλησίαν παρεκάλει τοὺς Ἀθηναίους καταλύειν τὸν τύραννον, πρὶν τελέως ἐσχυρὸν γενέσθαι. οὐδενὸς δὲ αὐτῷ προσέχοντος ἀναλαβὼν τὴν πανοπλίαν προῆλθεν εἰς τὴν ἀγορὰν γεγηρακὼς καὶ τοὺς θεοὺς ἐπιμαρτυρόμενος ἔφησε καὶ λόγῳ καὶ ἔργῳ τῇ πατρίδι κινδυνευούσῃ βεβοηθηκέναι τὸ κατ᾿ αὐτὸν μέρος κτλ. ex Aristotele cogitari potest profectum esse eum qui hanc narratiunculam sibi finxit servatam a Plutarcho An seni sit gerenda respublica 21,5 (795 E) ὁ δὲ Σόλων τῆς Πεισιστράτου δημαγωγίας ὅτι τυραννίδος ἦν μηχάνημα φανερᾶς γενομένης μηδενὸς ἀμύνεσθαι μηδὲ κωλύειν τολμῶντος αὐτὸς ἐξενεγκάμενος τὰ ὅπλα καὶ πρὸ τῆς οἰκίας θέμενος ἠξίου βοηθεῖν τοὺς πολίτας· πέμψαντος δὲ τοῦ Πεισιστράτου πρὸς αὐτὸν καὶ πυνθανομένου τίνι πεποιθὼς ταῦτα πράττει, “τῷ γήρᾳ” εἶπεν. cf. Diod. IX 20,14 Vogel.)

    16
    θέσιν ἐπὶ Κωμέου ἄρχοντος. λέγεται δὲ Σόλωνα, Πεισιστράτου τὴν [*](2) φυλακὴν αἰτοῦντος, ἀντιλέξαι καὶ εἰπεῖν ὅτι τῶν μὲν εἴη σοφώτερος, τῶν [*](p. 5) δ᾿ ἀνδορεεό[τε]ρος· ὅσοι μὲν γὰρ ἀγνοοῦσι Πεισίστρατον ἐπιτιθύμενον, [*](1 Πισιστρατου et alibi L (exc. 09 15,17. 20,4))
    17
    τυραν[νίδι], σοφώτερος εἷναι τούτων, ὅσι δ᾿ δἰδότες κατασιωπωσινότερος.[*](p.5) ἐπεὶ δὲ λέγων [οὐκ ἔ]πειθεν, ἐξαράμενος τὰ ὅπλα πρὸ τῶν θυρῶν αὐτὸς μὲν ἔφη βεβοηθηκέναι τῇ πατρίδι καθ᾿ ὅσον ἧν δυνατός (ἤδη γὰρ σφόδρα πρεσβύτης ἧν), ἀξιοῦν δὲ καὶ τοὺς ἄλλους ταὐτὸ τοῦτο ποιεῖν. Σόλων μὲν [οὗν ο]ὐδὲν ἤνυσεν τότε παρακαλῶν· Πεισίστρατος δὲ λαβὼν[*](3) τὴν ἀρχὴν διῴκει τὰ κοινὰ πολιτικῶς μᾶλλον ἢ τυραννικῶς. οὔπω δὲ τῆς ἀρχῆς ἐρριζωμένης ὁμοφρονήσαντες οἱ πεὶ τὸν Μεγακλέα καὶ τὸν Λυκοῦργον ἐξέβαλον αὐτὸν ἕκτῳ ἔτει μετὰ τὴν πρώτην κατάστασιν ἐφ᾿ Ἡγησίου ἄρχοντος.ἔτει δὲ δωδεκάτῳ μετὰ ταῦτα περιελαυνόμενος ὁ Μεγακλῆς τῇ στάσει, [*](4) πάλιν ἐπικηρυκευσάμενος πρὸς τὸν Πεισίστρατον ἐφ᾿ ᾦ τε τὴν θυγατέρα αὐτοῦ λήψεται, κατήγαγεν αὐτὸν ἀρχαίως καὶ λίαν ἁπλῶς. προδιασπείρας γὰρ λόγον ὡς τῆς Ἀθηνᾶς καταγούσης Πεισίστρατον, καὶ γυναῖκα μεγάλην καὶ καλὴν ἐξευρών, ὡς μὲν Ἡρόδοτός φησιν, ἐκ τοῦ δήμου τῶν Παιανιέων, ὡς δ᾿ ἔνιοι λέγουσιν ἐκ τοῦ Κολλυτοῦ στεφανόπωλιν Θρᾷτταν, ᾖ ἄνομα Φύη, τὴν θεὸν ἀπομιμησάμενος τῷ κόσμῳ συνεισήγαγεν μετ᾿ αὐτοῦ· καὶ ὁ μὲν Πεισίστρατος ἐφ᾿ ἅρματος εἰσήλαυνε παραιβατούσης τῆς γυναικός, οἱ δ᾿ ἐν τῷ ἄστει προσχυνοῦντες ἐδέχοντο θαυμάζοντες.

    XV. ἡ μὲν οὗν πρώτη κάθοδος ἐγένετο τοιαύτη. μετὰ δὲ ταῦτα ὡς [*](1) ἐξέπεσε τὸ δεύτερον ἔτει μάλιστα ἑβδόμῳ μετὰ τὴν κάθοδον, (οὐ γὰρ πολὺν χρόνον κατέσχεν, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι τῇ τοῦ Μεγακλέους θυγατρὶ συγγίγνεσθαι φοβηθεὶς ἀμφοτέρας τὰς στάσεις ὑπεξῆθεν), καὶ [*](2) πρῶτον μὲν συνῴκισε περὶ τὸν Θερμαῖον κόλπον χωρίον ὅ καλεῖται ῾Ραίκηλος, ἐκεῖθεν δὲ παρῆλθεν εἰς τοὺς περὶ Πάγγαιον τόπους. ὅθεν χρηματισάμενος ακὶ στρατιώτας μισθωσάμενος ἐλθὼν εἰς Ἐρέτριαν ἑνδεκάτῳ πάλιν ἔτει τό<τε> πρῶτον ἀνσῴσασθαι βίᾳ τὴν ἀρχὴν ἐπεχερει, συμπροθυμουμένων αὐτῷ πολλῶν μὲν καὶ ἄλλων, μάλιστα δὲ Θηβαίων καὶ Λυγδάμιος τοῦ Ναξίου, ἔτι δὲ τῶν ἱππέων τῶν ἐχόντων ἐν Ἐρετρίᾳ τὴν πολιτείαν. | νικήσας δὲ τὴν ἐπὶ Παλληνίδι γάχην καὶ λαβὼν τὴν [π]όλιν καὶ παρελό- [*](p. 6) [*](1 κατασιωπωντες L 2 οὐκ ἔπειθεν Hicks, al. εξαιραμενος L 6 διωκει (fort. correctum) L 11 αρχαικως L*, ως suprascr. L1 13 φησιν] φ η L 14 κολυτου L*, τ alteram (et fortasse alteram λ) suprascr. L1 18 ὡς κτλ.structura et sententia corruptae 20 κατέσχεν] διακατεσχεν Bl., Wn. (K-W2), at non Δ habet L, sed signum (?) spatia vacua sub finibus versuum complenda in aliis codicibus papyrascies usitatum 21 συγγινεσθ(αι) L 22. 23 πακηδος L*, corr. L1) 25 τότε Bl., al.; το L ανασωσασθαι L 28 πόλιν Wn. (K-W3) recte it vid. [*](6 Herod. I 60 μετὰ δὲ οὐ πολλὸν χρόνον τωὐτὸ φρονήσαντες οἴτε τοῦ Μευακλέος στασιῶται καὶ οἱ τοῦ Λυκούργου ἐξελαύνουσί μιν. οὕτω μὲν Πεισίστρατος ἔσχε τὸ πρῶτον Ἀθήνας, καὶ τὴν τυραννίδα οὔκω κάρτα ἐρριζωμένην ἔχων ἀπέβαλε ..... περιελαυνόμενος δὲ τῇ στάσει ὁ Μεγακλέης ἐπεκηρυκεύετο Πεισιστράτψ, εἰ βούλοιτό οἱ τὴν θυγατέρα ἕχειν γυναῖκα ἐπὶ τῇ τυραννίδ, κ. τ. λ. . . . ἐν τῷ δήμῳ Παιανιέϊ ἧν γυνὴ τῇ οὔνομα ἧν φύη, κ. τ. λ.) [*](28 Schol. Arist. Ach. 234 (R, Ald.) ὅ δὲ βούλεται εἴπεῖν, τοῦτό ἐστιν. ὁμοίως διακεῖσθαι καὶ τραχέως ἔχειν πρὸς τὸν σπεισάμενον Λακεδαιμονίοις ὡς πάλαι πρὸς Πεισίστρατον)

    18
    μενος τοῦ δήμου τὰ ὅπλα κατεῖχεν ἤδη τὴν τυραννίδα βεβαίως· καὶ Νάξον [*](3) ἑλὼν ἄρχοντα κατέστησε Λύγδαμιν. παρείλετο δὲ τοῦ δήμου τὰ ὅπλα τόνδε [*](4) τὸν τρόπον. ἐξοπλασίαν ἐν τῷ θησείῳ ποιησάμενος ἐκκλησιάζειν ἐπεχείρει, καὶ [χρόνον προσηγό]ρευεν μικρόν· οὐ φασκόντων δὲ κατακούειν αὐτοὺς προσαναβῆναι πρὸς τὸ πρόπυλον τῆς ἀκροπόλεως, ἵνα γεγωνῇ μᾶλλον. ἐν ᾧ δ᾿ ἐκεῖνος διέτριβε δημηγορῶν, ἀνελόντες οἱ ἐπὶ τούτῳ τεταγμένοι τ[ὰ ὅπ]λα καὶ [κατα]κλείσαντες εἰς τὰ πλησίον οἰκήματα τοῦ Θησείου ἐλθόντες πρὸς τὸν Πεισίστρατον. ὁ δὲ ἐπεὶ τὸν ἄλλον λόγον [*](5) ἐπετέλεσεν, εἶπε καὶ περὶ τῶν ὅπλων τὸ γεγονὸς ὡς οὐ χρὴ θαυμάζειν οὐδ᾿ ἀθυμεῖν, ἀλλ᾿ ἀπελθόντας ἐπὶ τῶν ἐδίων τῶν δὲ κοινῶν αὐ[τὸς] ἐπ[ι]μελήσεσθαι πάντων.

    XVI. ἡ μὲν οὖν Πεισιστράτου τυραννὶς ἐξ ἀρχῆς τε κατέστη τοῦτον [*](1) τὸν τρόπον καὶ μεταβολὰς ἔσχεν τοσαύτας. διῴκει δ᾿ ὁ Πεισίστρατος, [*](2) ὥσπερ εἴρηται, τὰ περὶ τὴν πόλιν μετρίως καὶ μᾶλλον πολιτικῶς ἢ τυραννικῶς· ἔν τε γὰρ τοῖς ἄλλοις φιλάνθρωπος ἦν καὶ πρᾷος καὶ τοῖς ἁμαρτάνουσι συγγνωμονικός, καὶ δὴ καὶ τοῖς ἀ[πό]ροις προεδάνειζε χρήματα πρὸς τὰς ἐργασίας, ὥστε διατρέφεσθαι γεωργοῦντας. τοῦτο δ᾿ ἐποίει [*](3) δυοῖν χάριν, ἵνα μήτε ἐν τῷ ἄστει διατρίβωσιν ἀλλὰ διεσπαρμένοι κατὰ τὴν χώραν, καὶ ὅπως εὐποροῦντες τῶν μετρίων καὶ πρὸς τοῖς ἰδίοις ὄντες μήτ᾿ ἐπιθυμῶσι μήτε σχολάζω[σι]ν ἐπιμελεῖσθαι τῶν κοινῶν. ἅμα δὲ [*](4) συνέβαινεν αὐτῷ καὶ τὰς προσόδους γίγνεσθαι μείζους ἐξεργαζομένης τῆς χώρας· ἐπράττετο γὰρ ἀπὸ τῶν γιγνομένων δεκάτην. διὸ καὶ τοὺς κατὰ [*](5) δήμους κατεσκεύασε δικαστάς, καὶ αὐτὸς ἐξῄει πολλάκις εἰς τὴν χώραν ἐπισκοπῶν καὶ διαλύων τοὺς διαφερομένους, ὅπως μὴ καταβαίνοντες εἰς τὸ [*](2 παρειλε L (non παρειλετο); hoc e coni. leg. Bl. propter rhythmos; est alibi mediae vocis, sed cf. p. 28,29 et p. 29,9 (ante corr.) 4 κ(αὶ) χρ(όνον) προσηγόρευεν] lectio valde incerta; litt. ultimae possunt etiam ασεν esse. δ᾿ ἔστεγεν Wn., quod non credo κατακουειν plane L; διακούειν Wn., (K - W3) 6 διετρειβε L ανεθοντες L*, θ del. L1 οἱ om. L*, suprascr. L1 τουτ(ων) L, Rutherford, τοῦτο K-W. sequitur littera Δ in L, deleta 7 κατακλείσαντες] κληισαντες L, sed cf. p. 23, L 30,8. et Meisterhans 3, pp. 36—38. παρακλῄσαντες Wn., συγ- ego antea 9 ὡς οὐ χρὴ] haec legit Wn., fortasse recte 10. 11 αὐτὸς ἐπι- Βl., al. 13 διωκει L*, ι superscr. L1 15 τοις bis scriptum L*, corr. L1 21 γινεσθαι L εξεργαζομενος L*, corr. L1 23 εξηει L) [*](2 cf. Polyaen. I 21,2 Πεισίστρατος Ἀθηναίων τὰ ὅπλα βουλόμενος παρελέσθαι παρήγγειλεν ἥκειν ἅπαντας εἰς τὸ Ἀνάκειον μετὰ τῶν ὅπλων. οἱ μὲν ἧκον, ὁ δὲ προῆλθε βουλόμενος δημηγορῆσαι καὶ σμικρᾷ τῇ φωνῇ λέγειν ἤρχετο. οἱ δὲ ἐξακούειν μὴ δυνάμενοι προελθεῖν αὐτὸν ἠξίωσαν εἰς τὸ προπύλαιον, ἵνα πάντες ἐξακούσειαν. ἐπεὶ δὲ ὁ μὲν ἡσυχῆ διελέγετο, οἱ δ᾿ ἐντείναντες τὰς ἀκοὰς προσεῖχον, οἱ ἐπίκουροι προελθόντες ἀράμενοι τὰ ὅπλα κατήνεγκαν εἰς τὸ ἱερὸν τῆς Ἀγραύλου. Ἀθηναῖοι δὲ γυμνοὶ καταλειφθέντες τότε ᾔσθοντο τῆς Πεισιστράτου βραχυφωνίας ὅτι ἄρα ἦν τέχνασμα κατὰ τῶν ὅπλων.)

    19
    ἄστυ παραμελῶσι τῶν ἔργων. τοιαύτης γάρ τινος ἐξόδου τῷ Πεισιστράτῳ [*](6) γιγνομένης συμβῆναί φασι τὰ περὶ τὸν ἐν τῷ [Ὑμ]ηττῷ γεωργοῦντα τὸ [*](p.6) κληθὲν ὕστερον χωρίον ἀτελές. ἰδὼν γάρ τινα παντελῶ[ς π]έτρας σκάπτοντα καὶ ἐργαζόμενον, διὰ τὸ θαυμάσαι τὸν παῖδα ἐκέλευσεν ἐρέσθαι τί γίγνεται ἐκ τοῦ χωρίου· ὅ δ᾿ ῾ὅσα κακὰ καὶ ὀδύναι᾿ ἔφη, ῾καὶ τούτων τῶν κακῶν καὶ τῶν ἐδυνῶν Πεισίστρατον δεῖ τὴν δεκάτην᾿. ὁ μὲν ἄνθρωπος ἀπεκρίνατο ἀγνοῶν, ὁ δὲ Πεισίστρατος ἡσθεὶς διὰ τὴν παρρησίαν καὶ τὴν φιλερ[γ]ίαν ἀτελῆ πάντων ἐποίησεν αὐτόν. οὐδὲν δὲ τὸ πλῆθος οὐδ᾿[*](7) ἐν τοῖς ἄλλοις παρ<ην>ώχλε[ι] κατὰ τὴν ἀρχήν, ἀλλ᾿ αἰεὶ παρεσκε[ύ]αζεν εἰρήνην καὶ ἐτήρει τὴν ἡσυχίαν· διὸ πολλὰ κλέ[α ἐ]θρ[ύλλο]υν ὡς [ἡ] Πεισιστράτου τυραννὶς ὁ ἐπὶ Κρόν[ου] βίος εἴη· συνίβη γὰρ ἀρχήν. μέγιστον δὲ παντων ἧ[ν] τῶν ε[ἰρη]μένων τὸ δημοτικὸν εἷναι τῷ ἤθει καὶ [*](8) φιλάνθρωπον. ἔν τε γὰρ τοῖς ἄλλο[ις] ἐβ[ούλ]ετο πάντα διοικεῖν κατὰ τοὺς [*](9) ἀρ]χ[ῇ] καὶ [ὅ]τ᾿ ἐκπέσοι πάλιν άνελάμβανε ῥᾳδίως. ἐβούλοντο γὰρ καὶ τῶν γνωρίμων καὶ τῶν δημοτικῶν οἱ πολλοί· τοὺς μὲν γὰρ ταῖς ὁμιλίαις τοὺς δὲ ταῖς εἰς τὰ ἴδια βοηθείαις προσ[ή]γετο, καὶ πρὸς ἀμφοτέρους ἐπεφύκει καλῶς. ἧσαν δὲ καὶ τοῖς Ἀθηναίοις οἱ περὶ τῶν τυράννων νόμοι [*](10) πρᾷοι κατ᾿ ἐκίνους τοῦς καιροὺς οἵ τ᾿ ἄλλοι καὶ δὴ καὶ ὁ μάλιστα καθήκων πρὸς τὴν τῆς τυρανννίδος <κατάστασιν>. νόμος γὰρ αὐτοῖς ἧν ὅδε· ῾θέσμια τάδε Ἀθηναίων ἐστὶ καὶ πάτρια· ἐάν τινες τυραννεῖν ἐπανιστῶνται [ἐπὶ τυραννίδι] ἢ συγκαθιστῇ τὴν τυραννίδα, ἄτιμον εἷναι καὶ αὐτὸν καὶ γένος᾿.

    XVII. Πεισίστρατος μὲν οὗν ἐγκατεγήρασε τῇ ἀρχῇ καῖ ἀπέθανε [*](1) νοσήσας ἐπὶ θιλόνεω ἄρχοντος, ἀφ᾿ οὗ μὲν κατέστη τὸ πρῶτον τύραννος ἔτη τριάκοντα καὶ τρία βιώσας, ἅ δ᾿ ἐν τῇ ἀρχῇ διέμεινεν ἑνὸς δέοντα εἴκοσι· ἔφευγε γὰρ τὰ λοιπά. διὸ καὶ φανερῶς ληροῦσιν <οἱ> φάσκοντες | [*](2) [*](2 post συμβῆναι habet π΄ (=προς) L*, corr. inter scribendum L1 τα aut τι L, vix το (Η-L, Bl., K-W) υμμητωι ut vid. L 4 εκελευεν L, corr. Fränkel 7 παρησιαν L 9 parhnqvxlei J. B. Mayor, al.; παρωχλει L 10 κλέα ἐθρύλλουν] lectio non certa, sed vestigiis satis apta 12 διαδεξαμένων Ε.Bruhn, recte ut vid. 13 ἧν τῶν εἰρημένων legit et suppl. Wn. 14 ἐβούλετο Bl., Wn. 17. 18 ἐν τῇἄρχῃ Bl., K-W, al. 18 ἀνελάμβανε Richards, K-W, al.; επελαμβανε L; ἀπελ- Wgse, al. 23 κατάστασιν om. L, suppl. dubitanter K-W 24 ἐστὶ καὶ] ita (/κ΄) L, ut vid.; καὶ solum leg. Bl. et Wn.; κατὰ τὰ Κ-W 26 ενκατεγηρασε L 29 εφυγεν L, ut vid., corr. J. B. Mayor, al. ληρουσι L; οἱ add. K-W H-L, al) [*](15 Arist. Pol. E 12. 1315b21 φασὶ καὶ Πεισίστρατον ὑπμεῖναί ποτε προσκληθέντα δίκην εἰς Ἄρειον πάγον.) [*](26 Arist. Pol. E 12. 1315b29 τρίτη δ᾿ ἡ τῶν Πεισιστρατιδῶν Ἀθήνησιν, οὐκ ἐγένετο δὲ συνεκής. δὶς γὰρ ἔφυγε Πεισίστρατος τυραννῶν, ὥστ᾿ ἐν ἔτεσι τριάκοντα καὶ τρισὶν ἑπτακαίδεκα ἔτη τούτων ἐτυράννευσεν, ὀκτωκαίδεκα δὲ οἱ παῖδες, ὥστε τὰ πάντα ἐγένετο ἔτη τριάκοντα καὶ πέντε.)

    20
    ἐρώμενον εἶναι Πεισίστρα[τον] Σόλωνος καὶ στρατηλεῖν ἐν τῷ πρὸς Μεγα- [*](p. 7) ρέας πολέμῳ περὶ Σαλαμῖνος· οὐ γὰρ ἐνδέχεται ταῖς ἡλικίαις, ἐὰν τις ἀναλογίζηται τὸν ἐκατέρου βίον· καὶ ἐφ᾿ οὖ ἀπέθανεν ἂρχοντος. τελευτὴσαντος [*](3) δὲ Πεισιστράτου κατεῖχον οἱ υἱεῖς τὴν ἀρχήν, προάγοντες τὰ πρά γματα αὐτὸν τρόπον. ἦσαν δὲ δὲ δύο μὲν ἐκ τῆς λαμετῆς, Ἱππίας καὶ “Ιππαρχος, δύο δ᾿ ἐκ τῆς᾿ Αργείας, Ἰοφῶν καὶ Ἠγησόστρατος, ῷ παρωνύμιον ἦν Θέτταλος. ἒγημεν γὰρ Πεισίστρατος ἐξ Ἄργους ἀνδρὸς Ἀργείου [*](4) θυγατέρα, ᾦ ἂνομα ἦν Γοργίλος, Τιμώνασσαν, ἣν πρότερον ἒσχεν γυναῖκα Ἀρχῖνος ὁ Ἀμπρακιώτης τῶν Κυψελιδῶν· ὃθεν καὶ ἡ πρὸς τοὺς Ἀργείους ἐνέστη φιλία, καὶ συνεμαχέσαντο χίλιοι τὴν ἐπὶ Παλληνίδι μάχην Ἡγησιστράτου κομόσαντος. γῆμαι δέ φασι τὴν Ἀργείαν οἱ μὲν ἐκπεσόντα τὸ πρῶτον, οἱ δὲ κατέχοντα τὴν ἀρχήν.

    XVIII. ἦσαν κύριοι μὲν τῶν πραγμάτων διὰ τὰ ἀξιώματα καὶ διὰ τὰς ἡλικίας Ἵππρχος καὶ Ἰππίας, πρεσβύτερος δέ ὢν ὁ Ἱππίας καὶ τῇ φύσει πολιτικὸς καὶ ἒμφρων ἐπεστάτει τῆς ἀρχῆς. ὁ δὲ Ἵππαρχος παιδιώδης καὶ ἐρωτικὸς καὶ φιλόμουσος ἦν (καὶ τοὺς περὶ Ἀνακπέοντα καὶ καὶ τοὺς ἂλλους ποιητὰς οὖτος ὁ μεταπεμπόμενος), Θέτταλος δὲ νεώτερος [*](2) πολὺ καὶ τῷ βίῳ θρασὺς καὶ ὑβριστὴς, ἀφ᾿ οὖ καὶ συνέβη τὴν ἀρχὴν αὐτοῖς γενέσθαι πάντων τῶν κακῶν. ἐρασθεὶς γὰρ τοῦ Ἀρμοδίου καὶ διαμαρτὰωνω τῆς πρὸς αὐτὸν φιλίας οὐ κατεῖχε τὴν ὀργήν, ἀλλ᾿ ἒν τε τοῖς ἂλλοις ἐνεσημαίνετο πιχρῶς καὶ τὸ τελευταῖον μέλλουσαν αὐτοῦ τὴν ἀδελφὴν κανηφορεῖν Παναθηναίοις ἐκώλυσεν λοιδορήσας τι τὸν Ἁρμόδιον ὡς μαλακὸν ὂντα, ὃθεν συνέβη παβοξυνθέντα τὸν Ἁρμόσιον καὶ τὸν Ἀρισογείτονα πράττειν τὴν πρᾶξιν μετεχοντων πολλῶν. ἢδη δὲ παρατηροῦντες ὲν ἀκροπόλει [*](3) τοῖς Παναθηναίοις Ἰππίαν (ἐτύγχανεν γὰρ οὖτος μὲν [δ]εχόμενος, Ιππαρχος ἀποστέλλων τὴν πομπὴν), ἰδόντες τινἀ τῶν κοινωνούντων τῆς πρά[ξ]εως φιλανθρώπως ἐντυγχάνοντα τῷ Ἱππίᾳ καὶ νομίσαντες μηνύειν, βουλύμενοί τι δρᾶσαι πρὸ τῆς συλλήψεως, καταβάντες καὶ προεξαναστάντες [*](2 σαλαμεινος L 4 προαγαγοντες L, corr. Bl., al. 8 ονομ (i. e. ὂνομα) L, ὂνομ᾿ Bl., K-W 13 με) τῶν] τ(ων) μ(εν) L, corr. BL, al.) [*](7 Plut. Cat. mai. 24 ταὺτην δὲ τὴν γνώμην πρότερον εὶπεῖν φασι Πεισίστρατον τὸν Ἀθηναίων τύραννον ἐπιλήμαντα τοῖς ἐνηλίκοις παισὶ τὴν Ἀργολίσα Τιμώνασσαν, ἐξ ἦς Ἰοφῶντα καὶ Θεσσαλὸν αὐτῷ λέγουσι γενέσθαι.) [*](24 sqq. Thuc. VI 56 ἦσαν δὲ οὐ πολλοὶ οἱ ξυνομωμοκότες, ἀσφαλείας ἒνεκα. ib. 57 καὶ ὠς ἐπῆλθεν ἡ ἐορτὴ, Ἰππίας μὲν ἒξω ἐν τῷ Κεραμεικῷ καλυμένῳ μετὰ τῶν δορυφόρων διεκοσμει, ὡς ἓκαστα ἐχρῆν τῆς πομπῆς προϊέναι. I 20 ὑποτοπήσαντες δέ τι ἐκείνη τῇ ἠμέρᾳ παρχρῆμα Ἀρμόδιος καὶ Ἀριστογείτων ἐκ τῶν ξυνειδότων σξίσιν Ἱππίᾳ μεμηνῦσθαι, τοῦ μὲν ἀπέσχοντο ὠς προειδότος, βουλομενοι δὲ πρὶν ξυλληφθῆναι δράσαντές τι καὶ κινδυνεῦσαι, τῷ Ἱππάρχῳ περιτυχόντες περὶ τὸ Λεωκόριον καλούμενον τὴν Παναθηναϊκὴν πομπὴν διακοσμοῦντι ἀπέκτειναν. VI 57 τὸν λυπήσαντα οὖν σφᾶς, καὶ δι' ὂνπερ πάντα ἐκινδύνευον, ἐβούλοντο πρότερον, εἰ δύναιντο, προτιμωρήσασθαι, καὶ ὣσπερ εἶχον ὣρμησαν εἲσω τῶν πυλῶν, καὶ περιέτυχον τῷ Ἱππάρχῳ παρὰ τὸ Λεωκόριον καλούμενον, εὐθὺς δ᾿ . . . ἒτυπτον καὶ ἁποκτείνουσιν αὐτόν. ib. 58 ἀλλελθέντος δὲ Ἰππίᾳ ἐς τὸν Κεραμεικὸν . . ἐπὶ τοὺς πομπέας τοὺς ὁπλίτας . . . ε0·80̀; ΙχώΡησε Αι . . . ἐΆε0σεΥ αὸvο9́:, Μα: τι χωΜ oTreXOetv ἐ: o6t6 Μ tdiv ottXcov. xai ol μὶΥ ἀΜώΡησαv, οἰόμεΑι tt ἐΡεῖv αὸτόr ὸ ὸὶ toT; ἐmΑ)Ρὁ̓̀ ?Ράσa: τἀ ὁπlα u;:o- λαβεὶΥ, ΜἐΝο εu̓Μ; o?»; έΜrηιᾶτο xal Η τι; εu̔Ρἐ9η ἐΤΠ̓ιΡωιοv ξχωΥ· μετὰ ΤàΡ όσ:Ι6o; xol 50́Ρατο; Μ́σα- τὰ; :ιομ:ὰ-- πὁεῖw)

    21
    τῶν [ἄλλω]ν τὸν μὲν Ἵππαρχον διακοσμοῦντα τὴν πομπὴν παρὰ τὸ Λεωκόρειον [*](p.7) ἀπέκτειναν, τὴν δ᾿ ὅλην ἐλυμήναντο πρᾶξιν. αὐτῶν δ᾿ ὁ μὲν [*](4) Ἁρμόδιος εὐθέως ἐτελεύτησεν ὑπὸ τῶν δορ[υ]φόρων, ὁ δ᾿ Ἀριστογείτων ὕστερον συλληφθεὶς καὶ πολὺν χρόνον αἰκισθείς. κατηγόρησεν δ᾿ ἐν ταῖς ἀνάγκαις πολλῶν οἵ καὶ τῇ φύσει τῶν ἐπιφανῶν καὶ φίλοι τοῖς τυράννοις ἧσαν. οὐ γὰρ ἐδύναντο παραχρῆμα λαβεῖν οὐδὲν ἴχνος τῆς πράξεως, ἀλλ᾿ ὁλεγόμενος λόγος ὡς ὁ Ἱππίας ἀποστήσας ἀπὸ τῶν ὅπλων τοὺς πομπεύοντας τας ἐφώρασε τοὺς τὰ ἐγχειρίδια ἔχοντας οὐκ ἀληθής ἐστιν· γὰρ ἔπεμπον τό<τε> μεθ᾿ ὅπλων, ἀλλ᾿ ὕστερον τοῦτο κατεσκεύασεν ὁ δῆμος. κατηγόρει [*](5) δὲ τῶν τοῦ τυράννου φίλων, ὡς μὲν οἱ δημοτικοί φασιν, ἐπίτηδες, ἵνα ἀσεβήσαιεν ἅμα καὶ γένοιντο ἀσθενεῖς ἀνελόντες τοῦς ἀναιτίους καὶ φίλους ἑαυτῶν, ὡς δ᾿ ἔνιοι λέγουσιν, οὐχὶ πλαττόγενος ἀλλὰ τοὺς συνειδότας ἐμήνυεν. καὶ τέλος ὡς οὐκ ἐδύνατο πάντα ποιῶν ἀποθανεῖν, ἐπαγγειλάμενος [*](6) ὡς ἄλλους μηνύσων πολλοὺς καὶ πείσας αὑτῷ τὸν Ἱππίαν δοῦναι τὴν δεξιὰν πίστεως χάριν, ὡς ἔλαβεν, ὀνειδίσας ὅτι τῷ φονεῖ τἀδελφοῦ τὴν δεξιὰν δέδωκε οὔτω παρώξυνε τὸν Ἱππίαν ὥσθ᾿ ὑπὸ τῆς ὀργῆς οὐ κατέσχεν ἑαυτὸν ἀλλὰ σπασάμενος τὴν μάχαιραν διέφθειρεν αὐτόν.

    XIX. μετὰ δὲ ταῦτα συνέβαινεν πολλῷ τραχυτέραν εἷναι τὴν τυραννίδα· [*](1) καὶ γὰρ διὰ τὸ τιμωρεῖν τἀδελφῷ καὶ διὰ τὸ πολλοὺς ἀνῃρηκεναι καὶ ἐκβεβληκέναι πᾶσιν ἧν ἄπιστος καὶ πικρός. ἔτει δὲ τετάρτῳ μάλιστα μετὰ [*](2) τὸν Ἱππάρχου θάντον, ἐπεὶ κακῶς εἷχεν τὰ ἐν τῷ ἄστει, τὴν Μουνιχίαν ἐπεχείρησε τειχίζειν, ὡς ἐκεῖ μεθιδρυσόμενος· ἐν τούτοις δ᾿ ὤν ἐξέπεσεν ὑπὸ Κλεομένους τοῦ Λακεδαιμονίων βασιλέως, χρησμῶν γιγνομένων ἀεὶτίαν. οἱ φυγάδες,[*](3) ὧν οἱ Ἀλκμεωνίδαι προειστήκεσαν, αὔτοὶ μὲν δι᾿ αὑτῶν οὐκ ἐδύναντο ποιή- [*](1 ἄλλων] lectio incerta; ισρων Wn., [ἑτέ]ρων K-W3 sed spatiuym magis 5 quam 6 litteris idoneum est; σ(υν)ωμοτ(ῶν) Diels 8 αληθες L 9 tqote Rutherford, al. κατεσκευασεδημος L*, νο suprascr. L1 11 αμα suprascr. L1 ασθεωεις suprascr. L1 (ανελοντες α L*, α postea deletum) 13 ηδυνατο L, corr. H-L (v. Meisterhans3, p. 169) 15 post οτι, ταδελ scripsit L*, sed corr. inter scribendum 20 απιστος κ(αι) πιστ ο L 21 εν κακωι L*, corr. L1 τωι suprascr. L1 μουνυ- χιαν L 23 γινομ(εν)ων L 25 ηδυναντο L, corr. H-L) [*](εὐθὺς ἐχώρησε καὶ ... ἐκέλευσεν αὐτούς, δείξας τι χωρίον, ἀπελθεῖν ἐς ἀυτὸ ἄνευ τῶν ὅπλων. καὶ οἱ μὲν ἀπεχώρησαν, οἱόμενοί τι ἐρεῖν αὐτόν· ὁ δὲ τοῖς ἐπικούροις φράσας τὰ ὁπλα ὑπολαβεῖν, ἐξελέγετο εὐθὺς οὓς ἐπῃτιᾶτο καὶ εἴ τις εὑρέθη ἐγχειρίδιον ἔχων· γὰρ ἀσπίδος καὶ δόρατος εἰώθεσαν τὰς πομπὰς ποιεῖν.) [*](24 Herod. V 62 Ἱππίεω τυραννεύοντος καὶ ἐμπικραινομένου Ἀθηναίοισι διὰ τὸν Ἱππάρχου θάνατον, Ἀλκμαιωνίδαι, γένος ἐόντες Ἀθηναῖοι καὶ φεύγοντες Πεισιστρατίδας, ἐπεί τέ σφι ἅμα τοῖσι ἄλλοισι Ἀθηναίων φυγάσι πειρωμένοισι κατὰ τὸ ἰσχυρὸν οὐ προεχώρεε κάτοδος, ὑπὲρ Παιονίης τειχίσαντες.) [*](25 Schol. Ar. Lys. 665 (L; exscr. Suid. Λυκοπόδες) ὁ δὲ Ἀριστοφάνης ἔφη νῦν τοὺς (τοὺς νῦν L, τοὺς Suid., corr. Wilamowitz) Ἀλκμαιςωίδας· οὗτοι γὰρ πόγεμον ἀράμενοι πρὸς Ἱππίαν τὸν τύραννον καὶ τοὺς Πεισιστρατίδας ἐτείχισαν Λειψύδριον (λειψύδριον Suid., om. L). cf. Hesych. Phot. Λυκόποδας. – Schol. Ar. Lys. 666 (RL, exscr. Suidas l. l.) Λειψύ-)

    22
    σασθαι τὴν κάθοδον, ἀλλ' αἰεὶ προσέπταιον· | ἒν τε γὰρ τοῖς ἂλλοις οἶς [*](p. 8) ἒπραττον διεσφάλλοντο καὶ τειχίσαντες ἐν τῇ χώρᾳ Λειψύδριον τὸ ὑπὲρ Πὰρνηθος, εἰς ὃ συνεξῆλθόν τινες τῶν ἐκ τοῦ ἂστεως, ἐξεπολιορκήθησαν ὑπὸ τῶν τυράννων, ὃθεν ὓστερον μετὰ ταύτην τὴν συμφορὰν ᾖδον ἐν τοῖς σχολιοῖς αἰε.
  • αἰαῖ Λειψύδριον προδωσέταιρον,
  • οἳους ἂνδρας ἀπώλεσας μάχεσθαι
  • ἀγαθούς τε καὶ εὐπατρίσας,
  • οἳ τότ᾿ ἒδειξαν οἳων πατέπων ἒσαν.
  • ἀποτυγχάνοντες οὖν ἐν ἓπασι τοῖς ἂλλοις ἐμισθώσαντο τὸν ἐν Δελφοῖς νεὼν [*](4) οἰκοδομεῖν, ὃθεν εὐπόρησαν χπημάτων πρὸς τὴν τῶν Λακώνων βοήδειαν. ἡ δὲ Πυθία προέφερεν αἰεὶ τοῖς Λακεδαιμονίοις χρηστηριαζομένοις ἐλευδεροῦν τὰς᾿ Αθήνας εἰς τοῦθ᾿ προύτρεψε Σπαρτιάτας, κκίπερ ὂντων ξένων αὐτοῖς τῶν Πεισιστρατιδῶν· συνεβάλλετο δὲ οὐκ ἐλάττω μοῖραν τῆς όρμῆς τοῖς Λάκωσιν ἡ πρὸς τοὺς Ἀργείους τοῖς Πεισιστρατίδαις ὑπάρχουσα φιλία. τὸ μὲν πρῶτον Ἀγχίμολον ἀπέστειλαν κατὰ θάλατταν ἒχοντα στρατιὰν. [*](5) ἡττηδέντος δ᾿ αὐτοῦ καὶ τελευτὴσαντος διὰ τὸ Κινέαν βοηδῆσαι τὸν Θετταλὸν ἒχοντα χιλίους ἱππεῖς, προσοργισθέντες τῷ γενομένῳ Κλεομένην ἐξέπεμψαν τὸν βασιλέα στόλον ἒχοντα μείζω κατὰ γῆν, ὃς ἐπεὶ τοὺς τῶν Θετταλῶν [*](2 λιψυδριον L (item in 1. 6) 4 μετὰ] εἰς K-W, Bl., ex Etym. Mag. σκόλιον εἰς αὐτοὺς ᾒδετο); cf. infra, p. 24,6 5 αἰεί del. Hude, K-W, H-L, S οἳ] oV] αι legit Wn., male formata est littera 13 εις τουτ ευδεως L: εἰς τοῦδ᾿ ἒως Bl, (K-W, H-L,S); cf. schol. Ar. Lys. 1150 17 δεσσαλον L 18 χειλιους L 19 δεσσαλων L) [*](10 Schol. Ar. Lys. 1150 (R) Ἀριστοτέλης φησὶ μετὰ τὸν Ἰππάρχου θάνατον χρησμὸν γενέσθαι τοῖς Λάκωσιν καταλύειν τὴν τυραννίσα, τῆς Πυθίας, ὡς οἱ Ἀλκμαιωνίδαι ἐμισθώσαντο τὸν Δελψοῖς νεῶν οἰκοδομεῖν, συνεχῶς τοῦτο χρώσης αὐτοῖς μαντευομένοις, ἓως πρότερον μὲν Ἀγψίμολον ἒπεμψαν κατὰ δάλασσαν, ἀποκρουσθέντος δ᾿ αὐτοῦ ἀργισθέντες οἱ Λάκωνες Κλεομένη τὸν βασιλέα σὺν μείζονι ἐξέπεμψαν στόλῳ, καὶ νικήσας τοὺς θετταλοὺς εἰσῆλθεν εἰς τὴν Ἀττικὴν καὶ Ἰππίαν συνέκλεισεν εἰς τὸ Πελαργικὸν τεῖχος, ἓως οἰ παῖδες τῶν τυράννων ἐξιόντες ἐάλωσαν.) [*](16 Ηerod. V 63 Λακεδαιμόνιοι δὲ ὣς σφι αἰεὶ τωὐτὸ πρόφαντον ἐγίνετο Ἀγχιμόλιον τὸν Ἀστέρος .... πέμπουσι δὲ τούτους κατὰ δάλασσαν πλοίοισι . . . Θεσσαλοἱ δέ σφι δεομένοισι ἀπέπεμψαν . . . χιλίην τε ἳππον καὶ τὸν βασιλέα τὸν σφέτερον Κινέην . . . . . ib. 64: μετὰ Λακεδαιμόνιοι μέζω στόλον στείλαντες ἀπέπεμψαν ὰπὶ τὰς Ἀθήνας, στρατηγὸν τῆς στρατιῆς ἀποδέξαντες βασιλέα Κλεομένεα τὸν Ἀναξανδρίδεω, οὐκέτι κατὰ θάλασσαν στείλαντες ἀλλὰ κατ’ ἢπειρον.)
    23
    ἱππεῖς ἐνίκησεν κωλύοντας αὐτὸν εἰς τὴν Ἀττικὴν παριέναι, κατακλείσας [*](p.8) τὸν Ἰππίαν εἰς τὸ καλούμενον Πελαργικὸν τεῖχος ἐπολισορκει μετὰ τῶν Ἀθηναίων. προσκαθημένου δ᾿ αὐτοῦ σονέπεσεν ὑπεξόντας ἁλῶναι τοὺς [*](6) τῶν Πεισισρατιδῶν υἱεῖς· ὦν ληφθέντων ὁμολογίαν ἐπὶ τῇ τῶν παίδων σωτηρία ποιησάμενοι καὶ τὰ ἑαυτῶν ἐν πένθ᾿ ἠμέραις ἐκκομισάμενοι παρέδωκαν τὴν ἀρόπολιν τοῖς Ἀθηναίοις ἐπὶ Ἁρπακτίδου ἂρχοντος, κατασχόντες τὴν τυραννίδα μετὰ τὴν τοῦ πατρὸς τελευτὴν ἒτη μάλιστα ἐπτακαίδεκα, τὰ δὲ σύμπαντα σὺν οἶς ὁ πατὴρ ἦρξεν ἐνὸς δεῖ πεντηκοντα.

    XX. καταλυθείσης δὲ τῆς τυραννίσος ἐστασίαζον πρὸς ἀλλήλους Ἰσα. [*](1) γόρας ὁ Τεισάνδρου φίλος ὢν τῶν τυράννων καὶ Κλεισθένης τοῦ γένους ὢν τῶν Ἀλκμεωνιδῶν. ἡττώμενος δὲ ταῖς ἑταιρείαις ὁ Κλεισθένης προσηγάγετο τὸν δῆμον, ἀποδιδοὺς τῷ πλήθει τὴν πολιτείαν. ὁ δὲ Ἰσαλόρας [*](2) ἐπιλειπόμενος τῇ δυνάμει πάλιν επικαλεσάμενος τὸν Κλεομένην, ὂντα ἑαυτῷ ξένον, συνέπεισεν ἐλαύνειν τὸ ἂγος, διὰ τὸ τοὺς Ἀλκμεωνίσας δοκεῖν εἶναι τῶν ἐναγῶν. ὑπεξελθόντος δὲ τοῦ Κλεισθένους [*](3) με᾿ ὀλίγων ἠγηλάτει τῶν Ἀθηναίων ἐπτακοσίας οἰκίας· ταῦτα δὲ διαπραξάμενος τὴν μὲν βουλὴν ἐπειρᾶτο καταλύειν, Ἰσαγόραν δὲ καὶ τριακοσίους τῶν φίλων μετ᾿ αὐτοῦ κυρίους κκθιστάναι τῆς πόλεως. τῆς δὲ βουλὴς ἀντιστάσης καὶ συναθροισθέντος τοῦ πλήθους οἱ μὲν περὶ τὸν Κλεομένην καὶ Ἰσαγόραν κατέφογον εἰς τὴν ἀκρόπολιν, ὁ δὲ δῆμος δύο μὲν ἡμέρας προσκαθεζόμενος ἐπολιόρκει, τῇ δὲ τρίτῃ Κλεομένην μὲν καὶ τοὺς μετ᾿ [*](1 κατακλείσας] κατακλήσας K-W, H-L, Bl.; cf. ad p. 18,7 3 επεξιοντας L. corr. Wyse, aL 4 πισιστρατιδων L 6 αρπακισου (littera π ante αρ deleta) L; τ suprascr. L1 8 δεῖ (quod etiam in Rhet. B 13 habet MS. Par. 1741) retinendum esse videtur hic et in p. 30,7 (Bi., K-W3); δειν J. E. B. Mayor, S. 9 καταλυθείσης] ante versum qui hoc verbo incipit coronis in margine depicta est 10 πισανδρου L φιλ(ος) om. L*, add. in marg. L1? 11 αλκμεονιδων L ηττημ(εν)ος L, corr. Bl. sec. Herod. V. 66, al. 14 ελαυνειν super rasuram ελ—, fortasse ελαυνειν male scriptum) L1 15 ἀφικόμενος ὁ Κλεομένης inserunt K-W (Bl.) ex Herod. V 70 18 μετ’ αὐτοῦ] μ(ετα)του L) [*](8 Schol. Ar. Vesp. (V) 500 ἐδόκει δὲ ἡ τυραννὶς καταστὴναι, ὢς φησιν Ἐρατοσθένης, ἐπὶ ἒτη V, τοῦ ἀκριβοῦς διαμαρτὰνων, Ἀριστοτέλους (sic Bentley, Ἀριστοφάνους libri) μὲν τετταράκοντα καὶ εν [I. ἐννέα] φήσαντος, Ἠροδότου δὲ ἓξ καὶ τριάκοντα. 10 sqq. Ηerod. V 66 οὖτοι οἱ ἂνδρες ἐστασίασαν περὶ δυνάμιος· ἐσσούμενος δὲ Κλεισθένης τὸν δῆμον προσεταιρίζεται. ib. 70 ἐγ τῳ μέρει δὲ ἑσσούμενος ὁ Ἰσαλόρης ἀντιτεχνᾶται τάδε· ἐπικαλέεται Κλεομένεα τὸν Λακεδαιμόνιον, γενόμενον ἐωυτῷ ξεῖνον . . . τὰ μὲν δὴ πρῶτα πέμπων ὁ Κλεομένης ἐς τὰς Ἀθήνας κήρυκα ἐξέβαλλε Κλεισθένεα, καὶ μετ’ αὐτοῦ ἂλλους πολλοὸς Ἀθηναίων τοὺς ἐναλέας ἐπιλέγων . . . ib. 72 Κλεομένης δὲ ὡς πέμπων ἐξέβαλλε Κλεισθένεα καὶ τοὺς ἐναγέας, Κλεισθένης μὲν αὐτὸς ὑπέξεσχε· μετὰ δὲ οὐδὲν ἦσσον παρῆν ἐς τὰς Ἀθήνας ὁ Κλεομένης οὐ σὸν μεγάλη χειρί, ἀπικόμενος δὲ ἀληλατέει ἑπτακόσια ἐπίστια Ἀθηναίων, τά οἱ ὑπέθετο ὁ Ἰσαγόρης· ταῦτα δὲ ποιήσας, δεύτερα τὴν βουγὴν καταλύειν ἐπειρᾶτο, τριηκοσίοισι δὲ τοῖσι Ἰσκγόρεω στασιώτησι τὰς ἀρχὰς ἐνεχείριζε. ἀντισταθείσης δὲ τῆς βουλῆς καὶ οὐ βουλομένης πείθεσθαι, ὁ τε Κλεομένης καὶ ὁ Ἰσαγόρης καὶ οἱ στασιῶται αὐτοῦ καταλαμβάνουσι τὴν ἀκρόπολιν, Ἀθηναίων δὲ οἱ λοιποὶ τὰ αὐτὰ φρονήσαντες ἐπολιόρκεον αὐτοὺς ἡμέρας δύο, τῇ δὲ τρίτῃ ὑπόσπονδοι ἐξέρκονται ἐκ τῆς χώρης ὃσοι ἦσαν αὐτῶν δαιμόνιοι.)

    24
    αὐτοῦ πάντας ἀφεῖσαν ὑποσπόνδους, Κλεισθένη δὲ καὶ τοὺς ἂλλους φυλάδας [*](p. 8) μετεπέμψαντο. κατασχόντος δὲ τοῦ δήμου τὰ πράγματα Κλεισθένης [*](4) ἡγεμὼν ἦν καὶ τοῦ δήμου προστάτης. αἰτιώτατοι γὰρ σχεδόν ἐγένοντο τῆς ἐκβολῆς τῶν τυράννων οἱ Ἀλκμεωνίδαι καὶ στασιάζοντες τὰ πολλὰ διετέλεσαν. ἔτι δὲ πρότερον τῶν Ἀλκμεωνιδῶν Κήδων ἐπέθετο τοῖς [*](5) τυράννοις, διὸ καὶ ᾖδον καὶ κἰς τοῦτον ἐν τοῖς σκολιοῖς·
  • ἒγχει καὶ Κήδωνι, διάκονε, μηδ᾿ ἐπιλήθου,
  • εἰ χρὴ τοῖς ἀγαθοῖς ἀνδράσιν οἰνοχοεῖν.