Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ταῖσδ᾽ ἐνέζευξας εὑρὼν ἁμαρτοῦσαν ἐν
  2. πημοσύναις,[*](πημοσύναις Hermann: πημοναῖσιν codd.) ἐή,[*](ἐή Dindorf: ἓ ἕ M)
  3. οἰστρηλάτῳ δὲ δείματι δειλαίαν
  4. παράκοπον ὧδε τείρεις;
  5. πυρί <με>[*](με add. Elmsley) φλέξον, ἢ χθονὶ κάλυψον, ἢ ποντίοις
  6. δάκεσι δὸς βοράν,
  7. μηδέ μοι φθονήσῃς
  8. εὐγμάτων, ἄναξ.
  9. ἄδην με πολύπλανοι πλάναι
  10. γεγυμνάκασιν, οὐδ᾽ ἔχω μαθεῖν ὅπα
  11. πημονὰς ἀλύξω.
  12. κλύεις φθέγμα τᾶς βούκερω παρθένου;
Προμηθεύς
  1. πῶς δ᾽ οὐ κλύω τῆς οἰστροδινήτου κόρης,
  2. τῆς Ἰναχείας; ἣ Διὸς θάλπει κέαρ
  3. ἔρωτι, καὶ νῦν τοὺς ὑπερμήκεις δρόμους
  4. Ἥρᾳ στυγητὸς πρὸς βίαν γυμνάζεται.
Ἰώ
  1. πόθεν ἐμοῦ σὺ πατρὸς ὄνομ᾽ ἀπύεις;
  2. εἰπέ μοι τᾷ μογερᾷ τίς ὤν, τίς ἄρα μ᾽, ὦ τάλας,
  3. τὰν ταλαίπωρον ὧδ᾽ ἔτυμα προσθροεῖς:
  4. θεόσυτόν[*](θεόσσυτόν codd.) τε νόσον ὠνόμασας,