Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. πόντον ἐς ἀγχίπορον Ἀκυλήιον· ἔνθα νένασται
  2. ἄστυ Τεγεστραίων, μυχάτοις ἐπὶ πείρασι πόντου.
  3. Τόσσα μὲν Αὐσονίην περιβόσκεται ἔθνεα γαῖαν.
  4. Κεῖθεν δʼ εἰς αὐγὰς στρεπτὴν ἀπερεύγεται ἅλμην,
  5. θῖνας ὑποξύουσα Λιβυρνίδας, ἀμφί τʼ ἐρυμνὴν
  6. Ὑλλήων χθόνα πᾶσαν, ὅση παρακέκλιται ἰσθμῷ
  7. Βουλίνων τ' ἀκταῖς· ἐπὶ δ'ἄσπιτον ὁλκὸν γουσα,
  8. 127
  9. Ἰλλυρικὴν περὶ χέρσον ἐλίσσεται ἄχρι κολώνης,
  10. οὐρέων τʼ ἠλιβάτων, τὰ Κεραύνια κικλήσκουσιν.
  11. Κεῖνον δʼ ἂν περὶ κόλπον ἴδοις ἐρικυδέα τύμβον,
  12. τύμβον, ὃν Ἁρμονίης Κάδμοιό τε φῆμις ἐνίσπει
  13. κεῖθι γὰρ εἰς ὀφίων σκολιὸν δέμας ἠλλάξαντο,
  14. ὁππότ ἀπʼ Ἰσμηνοῦ λιπαρὸν μετὰ γῆρας ἵκοντο.
  15. Ἔνθα σφιν τέρας ἄλλο θεοὶ θέσαν· ἀμφὶ γὰρ αἶαν
  16. κείνην ἀμφοτέρωθεν ἐρηρέδαται δύο πέτραι,
  17. αἵτ’ ἄμφω ξυνίασι δονεύμεναι, εὖτέ τις ἀρχὴλον
  18. γίγνεται ἐνναέτησι κυλινδομένοιο κακοῖο.
  19. Πρὸς δὲ νότον,μάλα πολλὸνὑπέρ Θρῄκην ἐρίβω·
  20. Ὡρικίην θʼ ὑπῖρ αΐαν, ἐρείδεται Ἑλλάδος ἀρχή,
  21. πολλὸν ἀνερχομένη, δισσῇ ζωσθεῖσα θαλάσσῃ,