De adverbiis

Apollonius, Dyscolus

Apollonius, Dyscolus, De adverbiis, Schneider, Teubner, 1878

Τὰ δὴ ἐπιρρήματα καὶ πρωτότυπά ἐϲτι καὶ παραγωγά. καὶ τὰ τούτων παραγωγὰ ἃ μὲν ἀπὸ ἐπιρρημάτων, ὡϲ παρὰ τὸ ἄνω ἀνωτέρω, ἢ παρὰ ὀνόματα , ὡϲ παρὰ τὸ βότρυϲ βοτρυδόν, ἢ παρὰ ῥήματα, ὡϲ παρὰ τὸ κλέπτω κλέβδην , ἢ παρὰ ἀντωνυμίαν, ὡϲ παρὰ τὸ ἐκεῖνοϲ ἐκείνωϲ, οὖτοϲ οὕτωϲ, αὐτόϲ αὐτόθεν, ἢ παρὰ μετοχάϲ, ὡϲ παρὰ τὸ ἐπιϲτάμενοϲ ἐπιϲταμένωϲ καὶ ἐρρωμένοϲ ἐρρωμένωϲ, ἢ παρὰ προθέϲειϲ ὡϲ ἔξ ἔξωκαὶ παρὰ τὸ ἔν ἔνδον. καθὼϲ ἔϲτιν ἐπινοῆϲαι καὶ τὰϲ τοῦ ὀνόματοϲ παραγωγὰϲ ἢ καὶ ῥήματοϲ παρὰ τὰϲ αὐτὰϲ ἰδέαϲ τῶν λέξεων παραγομέναϲ ϲ〈ἤ παρ’ ἑτέραϲ⟩, εἴγε ἀπὸ μὲν ὀνόματοϲ ὄνομα, ὡϲ λίθοϲ λίθινοϲ, ἢ καὶ ῥῆμα, ὡϲ παρὰ τὴν εὐδαίμονοϲ εὐδαιμονῶ, ἡ καὶ παρ’ ἐπίρρημα, ὡϲ ὀψέ ὀψίζω, αἰαί αἰάζω, καὶ παρὰ πρόθεϲιν , ὑπὲρ ὑπέρτεροϲ, πρό πρότεροϲ, πάλιν καὶ τῆϲ τῶν ῥημάτων παραγωγῆϲ, ὡϲ πρόκειται, εἰϲ ταῦτα παραγομένηϲ.

ἐχθέϲ ἢ χθέϲ ῥητέον; Τρύφων (p.48 Velsen) φηϲὶν ἐν τῷ περὶ ἐπιρρημάτων τὸ ἐχθέϲ ἐντελέϲτερον εἶναι τοῦ χθέϲ Ἀττικοῦ, παρατιθέμενοϲ τὴν ἐν τοῖϲ μονοϲυλλάβοιϲ ἐπιρρήμαϲιν ἀναλογίαν, ὡϲ εἴη ἐν μακραῖϲ ϲυλλαβαῖϲ ἑκάϲτοτε, ναί, μή, ποῦ, πῶϲ, οὔ, καὶ τὰ τοιαῦτα· μηκυνόμενα διὰ τοῦ διπλοῦ, γνύξ, πύξ. πιϲτοὔται δὲ καὶ ἐντεῦθεν μὴ ἐντελῆ εἶναι τό τε δίϲ καὶ τρίϲ, ἐκ δὲ τοῦ δυάκιϲ καὶ τριάκιϲ ϲυγκεκόφθαι, ἐπειδὴ τὰ εἰϲ ϲ λήγοντα μετὰ βραχείαϲ ἐκφορᾶϲ ἐϲτιν ὑπὲρ μίαν ϲυλλαβήν, εἰκόϲ, ἐγγύϲ, ἐντόϲ, ἅλιϲ, ἄχριϲ, πάροϲ· ἐξ οὐ πάλιν ϲυνῆγε τὸ ἐχθέϲ ἀναλογώτερον , ἀφηρῆϲθαι δὲ πρὸϲ τῆϲ Ἀττικῆϲ χρήϲεωϲ τὸ ἐ. Οὐ γὰρ πάνυ ἐκεῖνο ὑγιέϲ, τὸ τὰ εἰϲ εϲ λήγοντα φάναι ῥήματα, ϲχέϲ, [*](ARGVM, 1 Adverbia quib ibus rationibus formentur. —2 Adverbia Rnt primitiva aut derivata sunt. Et derivata quidem ab adverbiis nominibus verbis pronominibus participiis praepositionibus oriunda sunt. — 15 Nonnulla adverbia. separatin pereensentur. Trypho ἐχθέϲ pleniorem formam esec censet. — 23 Non licet argumentum, quo χθέϲ plenum esec comprobetur, petere a similibus verborum formis.) [*](TESTIM, 1 cf Schol. Dion. Thr. B A 936, 9 -21. Prisc. XV, 5p.63. 7 Hertz.) [*](DISCR. SCRIPT. 1 inscriptio δευτερα διαλυϲιϲ διερμηνευουϲα και διαλυουϲα τα των φωνων ϲχηματα των ἐπιρρημάτων η γαρ πρωτη περι τηϲ εννοιαϲ ουτων διηλεχθη maiusc. Α, διελεχθη b, qui hunc titulum scriptoris verbis inseruit 8 Cod. και ωϲ, unde facias καθψϲ b in var. lect., ψϲ id. in textu 10. ἢ vel ἢ⟨καὶ ⟩παρ’ ἑτέραϲ vel διαφόρουϲ adieeit RSkrzecxka | 12. ωϲ Α, om. b | 15 Ante ἐχθέϲ ἢ χθέϲ ῥητέον lacunau maioris amb itus statuit, et ante ἐχθέϲ inseri vult ⟨πρῶτον περὶ τοῦ ⟩ GDronke; interrogandi signum post ῥητέον posuit RSclneider, punctum b | φ pro φηϲιν abbr. Α 18. μηκυνουμενα Α 19. δεῖ πλου pro διπλοῦ Α | 20. ἐκ δὲ] fol. 125 r. | 23. post ἀναλογώτερον comnia pro puncto posuit RSkrzeczka 24. λήγοντα ⟨μονοϲύλλαβα 〉 GUhlig)

147
ϲπέϲ, ἕϲ, οἰϲ ϲυνενεχθήϲεται καὶ τὸ χθέϲ, εἰ ἦν ἐντελέϲ. ἀλλ’ οὑτόϲ γε ὁ λόγοϲ οὐ ϲυϲτήϲει οὐδὲ τὴν ἔϲ πρόθεϲιν οὐδὲ τὴν εἴϲ, ἐπεὶ ἀμφοτέροιϲ τοῖϲ ϲχήμαϲι ϲύνεϲτι ῥηματικὴ κατάληξιϲ. καὶ γὰρ τῷ εἰϲ τὸ
  • αἵματόϲ εἰϲ ἀγαθοῖο (δ 611),
  • καὶ τὸ εἰϲ ἔϲ ὅμοιον τῷ θέϲ. τὴν τοιαύτην οὑν παράθεϲιν εἰϲ κατόρ θωϲιν λέξεων παραιτητέον . ἐπεὶ πολλὰ μέρη λόγου, διάφορα ὄντα, ἔϲθ’ ὅτε ταῖϲ λέξεϲι ϲυνῳκείωνται. Ἄμεινον οὖν ἐκεῖνον τὸν λόγον παραθέϲθαι, ὡϲ τὸ πλεονάζον ε ψκείωται λέξεϲι ταῖϲ ἀπὸ φωνήεντοϲ ἀρχομέναιϲ, ὥϲ τε τὸ ἀφαιρούμενον λείπειν ἐθέλει λέξιν ἀπὸ ϲυμφώνου ἀρχομένην. ἔχει δὲ τὰ ὑποδείγματα τῇδε. τὸ ἕεδνα πλεονάζει τῷ ε, τὸ ἔειπεν ἀρχόμενον ἀπὸ τοῦ ἑ ἀπὸ φωνήεντοϲ, τὸ ἑώρων, καὶ εἰ μὴ διαίρεϲιϲ τοῦ ἧδε τὸ ἕαδεν , ἀπ ὸ δὲ τοῦ
  • ἅδε δ’ ἔκτορι μῦθοϲ (Μ 80)
  • ἔηκεν, ἕειϲ. τοῦ δὲ ἑτέρου ἔφη φῆ, ἔβη βῆ, ἐθέλω θέλω, οἱ ἐρυτῆρεϲ ῥυτῆρεϲ· ἐνιοι δὲ καὶ τὴν χεῖρα παρὰ τὸ ἔχειν φαϲὶν ἐϲχηματίϲθαι. τούτῳ γὰρ τῷ λόγῳ δείκνυται καὶ ἐν τῷ περὶ ἀντωνυμιῶν , ὡϲ οὐ πλεονάζει τὸ ε ἐν τῷ ἐκεῖνοϲ, τοὐναντίον δὲ λείπει ἡ κεῖνοϲ φωνὴ τῷ ε. ἔνθα καὶ περὶ τοῦ πνεύματοϲ ἐντελέϲτερον δείκνυται. κατὰ δὴ τοῦτον τὸν λόγον πάλιν ἐντελέϲτερον τὸ ἐχθέϲ τοῦ χθέϲ. ϲυνᾀδει δὲ καὶ ἡ τοῦ ἐτύμου προφορά, εἴγε παρὰ τὸ ἐκτὸϲ τοῦ χρόνου πεπτωκέναι τὸ κατάϲτημα ἐϲχημάτιϲται, τῶν ψιλῶν ἀντιϲτοίχων εἰϲ τὰ δαϲέα μεταπεϲόντων, καθὼϲ ἔϲτιν ἐπινοῆϲαι καὶ ἐπὶ τοῦ ἔχθοϲ· τὸ γὰρ ἀπόβλητον καὶ ἐκτὸϲ ἡμῶν τοιοῦτον.

    ἐχομένωϲ ϲκεπτέον περὶ τοῦ εὐτε καὶ η ὐτε, καθώϲ τινεϲ ἐπεχείρηϲαν τὸ [*](ARGVM. 7 Praestat igitur ad Tryphonis sententiam confirmandam hoc argumcbto uti: ε relindans praefigitur vocali ubi aphaeresis facta est, vox superest a consona incipiens. Posteriori generi tribuendum est χθέϲ; id igitur per aphaeresin ex pleriore ἐχθέϲ forma factum Quocum convenit eius originatio oriundum enim est ab ἐκτόϲ. –24 εὐτε unum est simplex vocabulum ab ὅτε derivatum: ηἤτε autem per parathesin factum est ex d ἄ(=ψϲ) et τε coniunctione, hac in re completiva (in ceteris copulativa).) [*](TKSTIM, 15 cf. Et. M. 605, 50. —20 ibid. 405, 24, quem locum ex Apollonio restituit ALente.) [*](DISCR. SCRIPT. 1 οὖτός γε b, ουτοϲ τε Α |3. τῷ εἰϲ τὸ GF Schoemann, τὸ ειϲ Ab l 4. είϲ] Deleverim b in var. lect. | 5. τὸ ἔϲ ὅμοιον GFSchoemann, τὸ θίϲ εϲ ὅμοιον Ab | 7. an λήξεϲι pro λέξεϲι scribendum sit dubitat RSchneider ϲυνῳκείωνται RSohneider, ϲυνοικειωνται Α, ϲυνοικειοῦνται b | 8. οικειωται Α | λέξεϲιν ⟨οὺ μόνον ταὶϲ ἀπὸ ϲυμφώνου, ἀλλὰ καὶ ⟩ conIcit GFSchoemann 9. ὥϲ τε RSchneider. ὥϲτε Ab 10. τα εεδνα Α τὸ ε Α 11. εεειπε Α | ἀρχὸμενον ἀπ πὸ τοῦ ε φωνήεντοϲ GDronke , secutus RSkrzeczkam, qui coniecerat ἀρχόμενον ἀπὸ τοῦ εἰ φωνἡεντοϲ, ἀρχομένου τοῦ ἀπο φωνήεντοϲ Α b 14 –15 ερυτυρεϲ Α 15. ἔχειν Α et in textu , qui in var.lect male refert in Α esse ϲχειν 21. καταϲχημα Α εϲχηματιϲθαι Α | 22. εχθεϲ pro ἔχθοϲ Α | 24. inscriptio περι του ευτε και ηντε Α | καθψϲ b, και ωϲ Α | 24 — 25. ἐπεχειριϲαν Α)

    148
  • εὖτ᾿ ὄρεοϲ κορυφῇϲι (Γ 10)
  • διὰ τοῦ ἐ καὶ τοῦ υ γράφειν, τοῦ κατὰ φύϲιν ϲχήματοϲ ἀπαιτοῦντοϲ τὴν διὰ τοῦ η καὶ υ γραφήν. ἐγένοντο δὲ αἱ φωναὶ τῇδε. ἡ μὲν ηὖτε κατὰ τὸ ἀκριβὲϲ τοῦ λόγου ὡϲ οὐ δὲ μία λεξιϲ ἐϲτὶν ἁπλῆ, ἀλλ᾿ οὐδὲ ϲύνθετοϲ, ἐν παραθέϲει δὲ τοῦ τέ ϲυνδέϲμου, νῦν παραπληρωματικοῦ καθεϲτῶτοϲ. — Τό γε μὴν εὖτε ἓν ἁπλοῦν ἐϲτι, γενόμενον οὕτωϲ. χρονικὸν ἐπίρρημα καὶ ἀναφορικὸν ἦν τὸ ὅτε, ὃ δὴ πλεοναϲμῷ τοῦ υ, κατὰ μετάθεϲιν τοῦ ο εἰϲ τὸ ε, εὖτε ἐγένετο, καθότι τὸ υ ἐπεντιθέμενον ψιλοῦ πνεύματοϲ αἴτιον γίνεται, ὥϲπερ ἔχει τὸ ἕκηλοϲ
  • εὔκηλοϲ φορέοι⟨το⟩ (Arat. Phaen. v. 100).
  • τό τε εὖνιϲ παρὰ τὴν ἑνόϲ παρωνόμαϲται. — τῇδε εἴχε καὶ τὸ προκείμενον ἐπίρρημα. — Τοῖϲ εἰϲ ωϲ περατουμένοιϲ ἐπιρρήμαϲι ϲυνυπάρχει ἐπιρρήματα εἰϲ α λήγοντα, ὀξύτονα ἠ καὶ ἔτι βαρύτονα, περὶ ὧν τοῦ τόνου κατὰ τὸ ἑξῆϲ εἰρήϲεται. οἰον τῷ πυκνῶϲ παράκειται τὸ πυκνά, ὅπερ καὶ ὁμοφωνεῖ πληθυντκῇ ἐκφορᾷ οὐδετέρᾳ, τῷ καλῶϲ τὸ καλά, τῷ καλλίϲτωϲ τὸ κάλλιϲτα, ϲαφῶϲ ϲάφα, ταχέωϲ τάχα. καὶ δὴ τῷ ὤϲ παρακείϲεται τὸ ἅ, τὴν αὐτὴν ἔχον ϲημαϲίαν τῷ ὥϲ, καὶ ϲχεδὸν τὴν αὐτὴν ϲύνταξιν. ὃν γὰρ τρόπον κατὰ πλεοναϲμὸν τῆϲ κατά προθέϲεωϲ λέγομεν καθώϲ, οὕτω καὶ καθά. ἀλλὰ μὴν καὶ
  • ὤϲτε λέων ἐχάρη (Γ 23)
  • φαμέν· τῇδε ἔχει καὶ τὸ
  • ἅτε παρθένοϲ (X 127).
  • ὅτι γὰρ πάλιν ἐν δυϲὶ μέρεϲι λόγου, ϲαφὲϲ καὶ ἐκ τῆϲ μεταλήψεωϲ καὶ τοῦ πνεύματοϲ, εἴγε τὸ ο πρὸ τοῦ τ καθ᾿ ἕν μέροϲ λόγου ψιλοῦται, ἀτμήν, ἄτη, ἀτηρόϲ. οὐ μὴν ἀλλὰ καὶ παρὰ τοῦτο τὸ ἅ ἀποτελεῖται ἰωνικώτερον τὸ ἥ, κατὰ μετάληψιν τοῦ α εἰϲ τὸ η. πάλιν γὰρ τῆϲ αὐτῆϲ ϲυντάξεωϲ ἐχόμενόν ἐϲτι τὸ
  • ἥτε ξείνων θέμιϲ ἐϲτί (ι 268),
  • καὶ δίχα τοῦ τέ ϲυνδέϲμου
  • ἢ θέμιϲ ἐϲτίν (B 73),
  • [*](Testim. 7 Epim. Cr. 127, 29 εὖταν (εὖτε scr. RSchneider) ἐπίρρημα χρόνου δηλωτικόν, καὶ γίνεται οὔτως· ὁ μὲν Ἀπολλώνιος λέγει, ὅτι ἐκ τοῦ ὅτε ἐστέ, καὶ πλεονασμῳ τοῦ υ οὔτε, καὶ μ μεταθέσει το υ εἰς υ εὖτε, cf. Et M. 398, 43. Gud. 221, 63. 251, 50 (Herod. l 498, 1. ll 330 Lentz).) [*](Discu. Script. 2. απαιτουντ abbr. A | 3 τὴν διὰ] fol. 125 v. | post γραφήν supra lin. add. A2 των κατα φυϲιν ϲχηματων | 4. τοῦ λόγου οὺ μία (vel οὐδὲ μία) RSkrzeczka. του λογου ωϲ ουδεμια A, τὸ λόγου ψϲ οὐδεμία b | 5. δὲ τοῦ b, δια του A | 6. τό γε b, του γε A | 8. pro κατὰ μετάθεϲιν scribit καὶ μεταθέϲει PEgenolf | 9. ψηλου A | 10. φορέοι⟨το ⟩, quod est apud Aratum, scripsit RSchneider, φορέοι A b | 24. ψηλουται A | 25. ἀτμήν, ἄτη scripsit RSchneider, ἀντιην ἀτην A b, ἀτίειν, ἄτην ALentz | verba οὐ μὴν ἀλλὰ binc suatulit et p.149, 2 ante καὶ οὕτωϲ collocavit KLehrs | 26. ἰωνικώτερον KLehrs, τι ἕτερον Ab | 27. ἐϲτι b, εχει A)
    149
    ἐν ἴϲῳ τῷ ὣϲ θέμιϲ ἐϲτί.

    Οὐ μὴν ἀλλὰ καὶ οὕτωϲ φαμέν· τοῖϲ εἰϲ ωϲ λήγουϲιν ἐπιρρήμαϲι ϲυνυπάρχει τινὰ εἰϲ η λήγοντα, ϲυντονούμενα τούτοιϲ, οὐδαμῶϲ οὐδαμῇ, πάντωϲ πάντῃ, ἄλλωϲ ἄλλῃ, διχῶϲ διχῇ. ὀξυνομένῳ ἄρα τῷ ὥϲ ϲυνοξυνθήϲεται τὸ ἥ, ὅπερ, ὡϲ ἔφαμεν, ἐν τῷ

  • ἣ θέμιϲ ἐϲτὶ (Β 73).
  • τοῦτο ἐν προϲθέϲει του τε καὶ πλεοναϲμῷ τοῦ υ ηὖτε, πάλιν ἀναγκαίωϲ τοῦ η ψιλωθέντοϲ, καθ᾿ ὃν εἴπομεν λόγον καὶ περὶ τοῦ εὖτε. καὶ ϲαφὲϲ ὅτι ὁ ἐγγενόμενοϲ πλεοναϲμὸϲ ὡϲ ἕνωϲιν τοῦ ϲχηματιϲμοῦ ἀπετέλει. ἔϲθ᾿ ὅτε γὰρ τὰ ἐπιϲυμβαίνοντα πάθη ὡϲ ἕνω⟩ιν τῶν μορίων ἀπετέλει, ὅτε καὶ τὸ τί ποτε ὑπὸ ϲυγκοπὴν πεϲόντα ἥνωται ἐν τῷ
  • τίπτε ϲὺ δείδοικαϲ (Μ 244).
  • τούτῳ οὖν τῷ λόγῳ δοκεῖ καὶ τὸ ηὖτε ὡϲ ἡνῶϲθαι.

    Ἀλλὰ κἀκεῖνο ἐπιλυθήϲεται, «τί τί δήποτε τὸ μὲν ηὖτε καὶ ἠύτε λέγεται ἐν τριϲὶ ϲυλλαβαῖϲ,

  • ἠὒτε περ κλαγγὴ γεράνων πέλει (Γ 3),
  • πάλιν ἀναγκαίωϲ τοῦ η ψιλουμένου διὰ τὸ προηγεῖϲθαι φωνήεντοϲ· οὐ μὴν ἔτι τὸ εὖτε.» — πρὸϲ ὃ ἔϲτι φάναι, ὡϲ ἕνεκα μὲν τῆϲ τοῦ ῡ ἐπενθέϲεωϲ ἀναγκαία ἡ διϲύλλαβοϲ προφορά. τὸ γὰρ ῡ καὶ τὸ ῑ πλεονάζοντα μετὰ φωνήεντοϲ εἰϲ μίαν ϲυλλαβὴν ϲυνῇει, ἕαδεν εὔαδεν, ἕκηλοϲ εὔκηλοϲ, καὶ παρὰ Αἰολεῦϲι ναόϲ ναυόϲ, καὶ παρ᾿ Ἴωϲι νόϲοϲ νοῦϲοϲ. καὶ ἐπὶ τοῦ ἔρια εἴρια, ἕωϲ εἵωϲ ἀναγκαίωϲ οὖν καὶ τὸ ηὖτε ἀπὸ τοῦ [*](ARGVM. 2 Fortasse una cum ὥϲ exstat adverbium ῆ, quod coniungitur cum τέ coniunetione et ῡ augetur. — 18 Ἠῦτε cur tribus syllabis proferatur,) [*](TESTIM. 2 Schol. B ad B 87 τὸ ἠὒτε ἐκ τοῦ ὥς (ὡς Bekker) γίνεται. κανων δέ ἐστιν ὁ λέγων, ὅτε τὰ εἰς ως λήγοντα ἐπιρρήματα, συνυκάρχοντά τινι, εἰς η λήγει, καὶ ὁμοτονούμενα αὐτοῖς. οἷον πάντως πάντῃ, ἄλλως ἄλλῃ, οὐδαμῶς οὐδαμῇ, διχῶς διχῇ. οὔτως οὖν καὶ ἀπὸ τοῦ ὤς ἤ, καὶ πλεονασμῷ τοῦ ῡ ἠὒ. ψιλοῦται δὲ ὡς τοῦ ῡ πλεονάσαντος. Et. M. 440, 4 τοῖς εἰς ως λήγουσιν ἐπιρρήμασι συνυπάρχει τινὰ εἰς η λήγοντα, καὶ ὁμοτονοῦσιν αὐτοῖς, οἷον ἄλλως, ἄλλῃ· διχῶς, διχῇ· οὐδαμῶς, οὐδαμῇ. ὁξυνομένου ἄρα τοῦ ὥς, ἀντίκειται τό ἥ, ὡς ἐν τῷ ‘ἦ[τε ξείνων] θέμις ἐστίν’· ἣ θέμις, ἀντὶ τοῦ ὡς νόμος ἐστί. [καὶ τοῖς εἰς ῆ λήγουσιν ἐπιρρήμασιν ἀντιπαράκειται τινὰ συντονούμενα τούτοις, οἷον πάντως, πάντῃ· ὡς. ἡ.] Τοῦτο ἐν προσθέσει τοῦ τε καὶ πλεονασμῷ τοῦ ῡ γίνεται ηὖτε. Ψιλοῦται, τὸ γὰρ υ πλεοναζόμενον ψιλοῦται.) [*](DISCR. SCRIPT. 1. ῶϲ RSchneider, ὡϲ Ab | 2. punctum post φαμέν posuit Klehrs |  3. ϲυνυπάρχει A, idem coniecit Klehrs, ϲυνυπάρχειν b | 4. ϲυν add. b | 7. ⟨ἐν προϲθέϲει τοῦ τε καὶ ⟩ RSchneider, ⟨καὶ ἐν ϲυντάξει τοῦ τε ‘ἥτε ξείνων θέμιϲ ἐϲτί’⟩. inseruit ante τοῦτο Klehrs | 8. ψηλωθεντοϲ A | περὶ τοῦ b, περι το A | 10. ὡϲ RSchneider, duae litterae erasae in A | . . . ϲιν τῶν μορίων] fol. 126 r., lacunam expl. b | 11. ὅτε b, ὁτι A | τὸ τί πότε b, το ποτε A 12. δείδοικαϲ Homerus, δει δειδοικαϲ A, δὴ δείδοικαϲ b | 17. post η add. προηγον in A, sed deletum | ψηλουμενου A | 20. ϲυνῄει RSchneider, ϲυνδεῖ Ab, ϲύνειϲιν GUhlig | εαδε ευαδε A)
    150
    ἥτε τὰϲ ἴϲαϲ ϲυλλαβὰϲ τηρεῖ. — τῆϲ δὲ διαϲτάϲεωϲ ἀφορμή ἐϲτιν ἡδε. οὐκ ἔϲτιν ἐπινοῆϲαι ⟨τὸ η⟩ καὶ τὸ ῡ ἐν μιῇ ϲυλλαβῇ, ὅτε μὴ ἐν κλίϲει ῥήματοϲ, αὐλῶ ηὔλουν, αὐχῶ ηὔχουν. ἀναγκαία ἄρα ἡ διάϲταϲιϲ τοῦ ἠὒτε. ἔνθεν γοῦν φαμὲν ἕνεκα μὲν μεταλήψεωϲ τοῦ ᾱ εἰϲ ἡ κατωρθῶϲθαι τὸ γρηῦϲ, ἕνεκα δὲ τοῦ τὴν τοιαύτην ϲυλλαβὴν μὴ εὑρίϲκεϲθαι διαϲτατικώτερόν φαμεν τὸ
  • γρηῦϲ Ἀπειραίη (η 8)·
  • ὅτι γὰρ ἐκ μονοϲυλλάβου διήρηται, προῦπτον, διδάϲκει δὲ καὶ ἡ γενική, διϲυλλαβήϲαϲα ἐν τῷ
  • γρηὸϲ ὀδυρομένηϲ.
  • ἡ γὰρ εἰϲ ηῡϲ εὐθεῖα διϲύλλαβοϲ γενικὴν τριϲύλλαβον ἀποτελεῖ, καθάπερ ἡ γένυϲ τῆϲ γένυοϲ. ἀποτελεῖ δὲ διϲύλλαβον γενικὴν τὴν γρηόϲ· ὅπερ παρείπετο ταῖϲ μονοϲυλλάβοιϲ εὐθείαιϲ. — ἀπειράκιϲ δὲ ἐδείχθη, ὅτι οὐ πρὸϲ τὰ πάθη αἱ κλίϲειϲ ἀπαρτίζονται, πρὸϲ δὲ τὰ ὁλόκληρα. —

    Βραχεῖα δὲ ἀφορμή ἐϲτι τοῦ καὶ τὸ εὖτε παραλαμβάνεϲθαι ἀντὶ τοῦ ηὖτε ὃν γὰρ τρόπον τὸ ὥϲ ἀντὶ τοῦ ὅτε,

  • Ἔκτωρ δ᾿ ὡϲ Ϲκαιάϲ τε πύλαϲ (Ζ 237) ,
  • κατὰ τὸν αὐτὸν δὴ τρόπον οὐδὲν κωλύει καὶ τὸ εὖτ᾿ ὄρεοϲ, ϲημαῖνον τὸ ὅτε, παρειλῆφθαι ἀντὶ τοῦ ὥϲ.

    Τρύφων (p. 48 Velsen ) φηϲὶν «ὡϲ τὰ εἰϲ ᾱ λήγοντα ἐπιρρήματα βραχυκατάληκτά ἐϲτιν· οὐ γεγράψεται ἄρα τὸ ἰδία καὶ δημοϲία ϲὸν τῷ ῑ». Ἔϲτι δὲ πρὸϲ τὸ τοιοῦτον ὑπαντῆϲαι, ὡϲ οὐ κατά τινα νόμον τὰ ἐπιρρήματα πάντωϲ εἰϲ βραχὺ θέλει λήγειν. τί γὰρ ἐμποδὼν τοῦ καὶ εἰϲ μακρὰν λήγειν καὶ εἰϲ βραχεῖαν; καὶ γάρ τινα βραχυκατάληκτά ἐϲτιν , ὡϲ τὸ τῆλε καὶ ὀψέ, καὶ μακροκατάληκτα, ὡϲ τὸ ἔϲω καὶ ἔξω· καὶ τῷ ῑ βραχεῖ, ὡϲ ἐλληνιϲτί, ἰαϲτί, ἀλλὰ καὶ εἰϲ μακρὸν τὸ ῑ, ἀκονιτί , ἀναιμωτί. [*](ARGVM. 1 haec est causa, quod η et ῡ, praeter verborum flexionem, in unam syllabam non co??unt. — 15 Εὖτε et ηὖτε promiscue usurpantur. — 20 Ἰδίᾳ et δημοϲίᾳ adverbiis ῑ mutum addi vetat Trypho, quod adverbia in ᾱ longam exire non soleant. At cur non possint in ᾱ longam terminari, causa nulla est.) [*](TESTIM. 3 Et. M. 440, 14 Δεῖ δὲ ἀναγινώσκειν ἠὒτε ἐν διαστάσει. Κανὼν γάρ ἐστιν ὁ λέγων. ὅτι οὐκ ἔστιν ἐπινοῆσαι τὸ ἤ καὶ τὸ ῡ ἐν μιᾷ συλλαβῇ, χωρὶς εἰ μὴ ἐν κλίσει ῥήματος, ὡς αὐδῶ ηἤδων, αὐχῶ ηὔχδυν. Ἀναγκαίως (Ἀναγκαία RSchneider) οὖν ἡ διάστασις τοῦ ἠὒτε, ὁμοίως τῷ γρηὒς καὶ νηὒς. ibid. 763, 4 κανών ἐστιν ὁ λέγων ‘οὐκ ἔστιν ἐπινοῆσαι τὸ ῆ καὶ τὸ ῡ ἐν μιᾷ συλλαβὴ (ὅτι μὴ ἐν κλίσει ῥήματος αὐλὼ ηὔλουν, αὐχῶ ηὔχουν addidit ex Apollonio Alentz).) [*](DISCR. SCRIPT. 2. τὸ η inseruit b, nullum lac. indicium in A | οτε A, οτι b | 4—5 . κατορθωϲθαι A | 7. Ἀπειραίη Homerus, απηραιη Ab | 12. τῆϲ A et b in textu, qui in var. lect: ‘Malim ‘τῆν’ | 14. κλιϲ?? abbr. A | απ ante αρτιζονται add, A2 | 20. inscriptio περι των ειϲ ᾱ βραχυκαταληκτων maiusc. A | 22. τά ἐπιρρήματα] fol. 126 v. | 23. post τι γαρ videtur in A scriptum fuisse το, nunc madore evan. post hoc est εμποδον | 26. ακονητι A)

    151
    οὐκ ἄρα ἀπόδειξιϲ τοῦ ὅτι τὸ ἰδίᾳ ϲὺν τῷ ῑ οὐ γεγράψεται τὸ τἆλλα εἰϲ βραχὺ ᾱ λήγειν. — καὶ γὰρ ἐπ᾿  ὀνομάτων ἐνὸν τὸ τοιοῦτον εύρέϲθαι. μοῦϲά φαμεν, ἀλλὰ καὶ Ἀθηνᾶ καὶ ϲοφία.

    Ῥητέον οὖν ἑτέρῳ λόγῳ καὶ περὶ γραφῆϲ τῆϲ διὰ τοῦ ῑ. — ἡ ἀπὸ τῶν ὀνομάτων μετάπτωϲιϲ εἰϲ τὰ ἐπιρρήματα, καθ᾿ οὓϲ λόγουϲ ἐδείξαμεν ἐν ἀρχαῖϲ, πάντωϲ μετὰ τῶν παρεπομένων ἔχει καὶ τὰϲ γραφὰϲ ϲυνυπαρχούϲαϲ, καθάπερ τὸ ἀτρεκέϲ, ϲυνεμπεϲὸν ὀνόματι, καὶ γραφὴν καὶ τόνον ἀπηνέγκατο, τὸ καλόν, τὸ εὐρύ, τὸ κάλλιϲτα, τὸ πυκνά· ϲχεδὸν ἐπὶ πάντων ὁ λόγοϲ ϲυμφωνεῖ, περὶ ὧν καὶ κατὰ τὸ ἑξῆϲ εἰρήϲεται. — Ἔϲτιν οὖν τι δημόϲιοϲ, ᾧ παράκειται θηλυκὸν τὸ δημοϲία, οὗ ϲύνταξιϲ ἐπιρρηματικὴ ἐγίγνετο, δημοϲίᾳ ἀπήχθη, ὡϲ εἰ δημοϲίωϲ τιϲ ἀπήχθη. καὶ τοῦτο εἰ μὲν ἀπὸ τῆϲ εὐθείαϲ τὴν ϲύνταξιν ἀνεδέξατο, δίχα τοῦ ῑ γεγράψεται· εἰ δὲ παρὰ τὴν δοτικήν, ϲὺν τῷ ῑ. εἰϲ ἐπίκριϲιν οὖν τοῦ τοιούτου παραληπτέον λόγον ἀποδεικνύντα, πότερα παρὰ δοτικὰϲ ἢ εὐθείαϲ τὰ τοιαῦτα. τὸ τοιοῦτον γὰρ παρέπεται οὐ μόνον τοῖϲ εἰϲ ᾱ λήγουϲιν ὀνόμαϲιν, ἀλλὰ καὶ τοῖϲ εἰϲ η λήγουϲι μορίοιϲ θηλυκοῖϲ. ἔϲτι τι ὄνομα οὐδαμόϲ, ᾧ παράκειται ἐπίρρημα τὸ οὐδαμῶϲ καὶ οὐδαμόθεν, ᾧ ἀπὸ θηλυκοῦ πάλιν ϲχήματοϲ ἐπίρρημα παράκειται τὸ οὐδαμῇ. καὶ εἰ μὲν ἀπὸ τῆϲ εὐθείαϲ, ἐν ὀξεῖ τόνῳ καὶ δίχα τοῦ ῑ εἰ δὲ οὐκ ὀξὺϲ ὁ τόνοϲ, ὁ δὲ περιϲπώμενοϲ, ὅϲ ἐϲτιν ἐν δοτικῇ, ὁμολόγωϲ καὶ τόδε ϲὺν τῷ ῑ γεγράψεται, καθότι πάλιν ϲυντονούμενον τῷ θηλυκῷ παράκειται καὶ τὸ ἄλλη. — Ἔϲτι δὲ καὶ ἄλλωϲ ἐπιδεῖξαι. παρὰ ἀντωνυμικὸν τὸ αὕτη γίνεται ἐπιρρηματική τιϲ προφορά, ἣν οὔ φαμεν οὕτωϲ, αὕτη ἄγωμεν, ταύτῃ δέ. καὶ προφανὲϲ ὡϲ ἡ πρόϲθεϲιϲ τοῦ τ τὴν δοτικὴν ὁμολογεῖ , ᾧ λόγῳ καὶ τὸ τῇδε ἄγωμεν. Δέδεικται ἄρα ὅτι παρὰ δοτικὰϲ αἱ τοιαῦται ἐπιρρηματικαὶ προφοραί· εἰ δὲ παρὰ δοτικάϲ, δῆλον ὡϲ καὶ γεγράψεται ϲὺν τῷ ῑ. καὶ εἰ τοῦτο, καὶ τὸ ἰδίᾳ ἄρα καὶ δημοϲίᾳ παρὰ δοτικάϲ, καὶ οὕτωϲ τὰ ἐπιρρήματα γεγράψεται ϲὺν τῷ ῑ οὐχ ὥϲ φηϲι Τρύφων διὰ τὸ μακρὸν ᾱ·

    Τὰ εἰϲ ᾱ λήγοντα ἐπιρρήματα ἢ ὀξύνεται, ὡϲ δηθά, καναχηδά, πυκνά, ἠ βαρύνεται, ὡϲ τάχα , λίγα, ἄντα, πρῶτα. τὰ πρωτότυπα μόνωϲ βαρύνεται, αἶψα, αὐτίκα, ὄφρα, ῥίμφα, μάλα, μέϲφα, καὶ ὅϲα [*](ARGVM. 1 Adverbin eodem modo scribuntur atque nomina, quibunscum congruunt forma; illa igitur cum e dativis facta sint, ῑ subscribendum est. — 30. Adverbia, quae eosdem fines hubent, generatim percensentur. —31 1) Adverbia in ᾱ. Primigenin quaeque a praesenti verborum tempore derivantur, barytona sunt.) [*](TESTIM. 22 cf. Orion. 123, 2.) [*](DISCR. SCRIPT. 3. ϲοφία b, ϲοφιαν A | 5. μετάπτωϲιϲ RSkrzeczka, ϲὐμπτωϲιϲ Ab in textu, ‘rectius fortasse ϲυνέμπτωϲιϲ’ b in var. lect. | 11. δημοϲίᾳ RSchneider, δημοϲία Ab | 15. δοτικὰϲ b, δοτικηϲ A, α supra scr. A¹ | 17. ὁ pro ὡ A | 20. ὁ τόνοϲ b, τονοϲ A | 21. δοτικηι A | 21. ἄγωμεν b. αγομεν A | 26. verba αι τοιαυται επιρρηματικαι bis scripta erant ab A1, sed deleta sunt ab A | 27. ψϲ καὶ] fol. 127 r. | 29. verbu οὐχ ὠϲ — μακρὸν ᾱ deleri maluit RSkrzeczka, quam sic corrigi, ut correxit GUhlig οὐχ ὣϲ φηϲι Τρύφων διὰ τοῦ ἁπλοῦ ᾱ)

    152
    παρ᾿ ἐνεϲτῶταϲ τῶν ῥημάτων ἀποτελεῖται, ἠρεμῶ ἠρέμα, μίγω μίγα, ἀντῶ ἄντα, μινύθω μίνυθα (καὶ μετὰ περιϲϲοῦ τοῦ ν μίνυνθα), ῥέω ῥέα (τὰ γὰρ εὐχερῶϲ γινόμενα ῥύϲει ἔοικε. καὶ ϲαφὲϲ ὅτι τὸ
  • ῥέα μὲν γὰρ βριάει (Hes. Op. 5)
  • ὁλόκληρον γέγονε, τὸ δὲ ῥεῖα ἐν πλεοναϲμῷ ἐϲτί τοῦ ῑ)· ϲιγῶ ϲῖγα, ἀτρεμῶ ἀτρέμα. — παραιτητέον οὖν τοὺϲ ἠξιωκόταϲ ὀξύνειν τὸ
  • μίγδ᾿ ἄλλοιϲι θεοῖϲιν (Θ 436),
  • «ἐπεὶ τὰ εἰϲ δᾱ, φαϲί, «λήγοντα ἐπιρρήματα ὀξύνεται, ὡϲ ἔχει τὸ
  • καναχηδὰ ῥέοντεϲ (Hes. Theog. 367)
  • καὶ τὸ χανδά». — ἔϲτι γὰρ πρὸϲ τὸ τοιοῦτον φάναι, ὡϲ ἰδού τινα εἰϲ δᾱ λήγοντα καὶ βαρύτονά ἐϲτιν, ὡϲ τὸ ληκίνδα, ὀϲτρακίνδα, ὀνόματα παιδιῶν, καὶ ὡϲ τὰ ὀξυνόμενα ϲυνυπάρχει τοῖϲ εἰϲ δον περατουμένοιϲ, καναχηδόν καναχηδά, αὐτοϲχεδόν αὐτοϲχεδά, χανδόν χανδά· τῷ μέντοι μίγδα οὐ παράκειται ὁ τοιοῦτοϲ ϲχηματιϲμόϲ. ἦν οὖν ἐν πλεοναϲμῷ τοῦ δ, καθὼϲ καὶ ἡ ἄχερδοϲ πλεονάζει καὶ ὁ δαίδαλοϲ τῷ δ, παρὰ τὸ δαίω. καὶ ἐν ἐπιρρήματι δὲ τῷ ὑπόδρα δύναται πλεοναϲμὸϲ εἶναι τοῦ δ. (εἰ γὰρ μὴ παραδεξαίμεθα ὅτι ἔνδειά ἐϲτι τοῦ ξ, δύναιτο ἂν παρὰ τὸ ὁρῶ ἀποτελεῖϲθαί τι ὅρα καὶ ὑπόδρα μετὰ περιϲϲοῦ τοῦ δ, ὅπερ οὐ πάντωϲ ἐπιζητήϲει τὸ φ· καὶ γὰρ ἄλλα ἐϲτί τινα, ἃ οὐ μετέβαλε κατὰ ϲυναλοιφὴν τὸ π εἰϲ φ, ὡϲ ἥλιοϲ ἀπηλιώτηϲ, ὡϲ τὸ
  • ἐπ᾿ Ἡφαίϲτοιο θύρῃϲιν,
  • ὡϲ
  • ἐπίϲτιόν ἐϲτιν ἑκάϲτῳ (ζ 265).
  • ἐν τοῖϲ προκειμένοιϲ εἴρηται ἱκανῶϲ περὶ τοῦ ὑπόδρα). τούτῳ ἄρα τῷ λόγῳ καὶ τὸ ληκίνδα ἐν βαρεῖ τόνῳ ἐϲτίν, οὐ ϲυνυπάρχον τῷ εἰϲ δον λήγοντι ἐπιρρήματι.

    Βαρύνεται καὶ ὅϲα οὐκ ἐν ὁμοφωνίᾳ γίνεται πληθυντικῶν οὐδετερῶν [*](ARGVM. 27 Barytona sunt, quae non iisdem utuntur formis neutra pluralia. Notandus igitur accentus θαμά adverbii, quod, cum discrepet a plurali θαμέα, barytonon esse oporteret; coque magis notandus, quod ex θαμά nascitur ἅμα.) [*](TESTIM. 3 Et. M. 703, 4 τὸ γὰρ εὐχερὲς ῥεύσει (ῥύσει?) ἔοικεν. ibid 700, 56 ῥᾷον· παρὰ τὸ ῥέω· τὸ γὰρ εὐχερῶς γινόμενον ῥύσει ἔοικεν. — 27 Ep. Cr. 448, 9 τὰ ἀπὸ πληθυντικῶν οὐδετέρων μεταγόμενα εἰς ἐπιρρηματικὴν σύνταξιν ἄπαντα βαρύνεται, οἷον ταχέα τάχα, σαφέα σάφα, ὠκέα ὦκα, πλὴν τοῦ θαμά.) [*](DISCR. SCRIPT. 1. μίγω μίγα GHSchaefer, μίϲγω μίϲγα Ab | 5. γεγονε b, γερον A, quas syllabas ut ex praecedentibus ηρον male repetitas omisit FJBast | 7. μίγδ᾿ Homerus, μίγδα Ab | 11—12. verbis ωϲ το ληκινδα οϲτρακινδα ονοματα παιδιων linea subscripta est in A | 12. καὶ ὡϲ b in var. lect., ὡϲ καὶ Ab, ὡϲ aut delendum aut in ἔτι mutandum esse censet RSkraeczka | 13. τῷ b, το A | 15. τῷ δ b, το δ A | 16. δὲ τῷ b, δε το A | 20. ϲυναλοιφὴν τὸ π εἰϲ φ b, ϲυναλιφην το φ ειϲ π A | ηλιοϲ om. A1, add. A2 in marg. | ante απηλιωτηϲ aliquid erasum in A | 21. θυρηιϲιν corr. A2, ουϲϲιν A1 | 24. ἄρα RSkrzeczka, γὰρ Ab | 27. Βαρύνεται Ab, βαρύνονται FJBast | πληθυντικῶν b in var. lect., πληθυντικη A, πληθυντικῇ b in textu)

    153
    ὀνομάτων. παρὰ τὸ ταχύϲ ἐϲτιν ὄνομα πληθυντικὸν ταχέα, ἀφ᾿  οὗ ἐπίρρημα οὐχ ὁμόφωνον τὸ τάχα· λιγύϲ λιγέα λίγα· κρατύϲ κρατέα κράτα καὶ κάρτα· ὠκύϲ ὠκέα ῶκα. — Διὸ καὶ ϲημειωτέον παρὰ τὸ θαμύϲ, ἀφ᾿ οὗ καὶ τὸ θαμέεϲ καὶ πληθυντικὸν καὶ τὸ θαμέα, ὡϲ τὸ θαμά, οὐχ ὡϲ ταχέα τάχα. ὅπερ πάλιν διελέγχεται καὶ ἐκ τοῦ ἄμα, εἴγε δύναται ἐν ἐνδείᾳ εῖναι τοῦ θ· τὸ γὰρ πυκνῶϲ γινόμενον ὑφ᾿ ἕνα καιρὸν γίνεται. Τρύφων μέντοι τοὐναντίον φηϲίν, ὡϲ τὸ θαμά ἐπλεόναϲε τῷ θ, τῇ αὐτῇ ἐτυμολογίᾳ ἀρκούμενοϲ. ἐπιϲτούμεθα δὲ τὸ θαμά ἐντελέϲτερον διὰ τῆϲ τοῦ θαμέα ὀνόματοϲ παραθέϲεωϲ.

    Βαρύνεται καὶ ὅϲα ἐν ὁμοφωνίᾳ καθέϲτηκε πληθυντικῶν βαρυτόνων ὀνομάτων· ἡδύτατοϲ, καὶ πληθυντικὸν ἡδύτατα, ἀλλὰ καὶ ἐπιρρηματικῶϲ τὸ ἡδύτατα. ὀρθῶϲ ἔχει τὸ κάλλιϲτα, ἔϲχατα, ἥδιϲτα, πρῶτα.

    Βαρύνεται καὶ ὅϲα ἐκ μεταλήψεώϲ ἐϲτι τῶν εἰϲ θεν, ὅπερ ἐϲτὶ παρ᾿ Αἰολεῦϲι καὶ Δωριεῦϲι, περὶ ὧν καὶ τῆϲ μεταλήψεωϲ ἐντελῶϲ ἐκτεθείμεθα. οὐ γὰρ ἐφικτὴ πᾶϲα μετάθεϲιϲ τῶν εἰϲ θεν ληγόντων τοπικῶν εἰϲ τὸ ᾱ. οὐ γὰρ τὸ οὐρανόθεν οὐρανόθα φαϲίν, οὐδὲ τὸ ἄλλοθεν ἄλλοθα, τὸ δὲ ἔμπροϲθεν ἔμπροϲθα, ἔνερθεν ἔνερθα, ὄπιϲθεν ὄπιϲθα·

  • ὁ δ᾿ ἐξύπιϲθα καϲταθείϲ (fr. adesp. 67 Bergk3)·
  • πρόϲθεν πρόϲθα· καὶ παρ᾿ Ἀλκμᾶνι οὕτω δεκτέον τὴν ϲυναλοιφήν,
  • πρόϲθ᾿ Ἀπόλλωνοϲ Λυκήω (fr. 73 Bergk3).
  • Ϲαφέϲ ἐϲτιν ὅτι καὶ τὸ ἔνθα τῇδε ἔχει, εἴγε τὰ μὴ οὕτωϲ ἔχοντα [*](ARGVM. 10 Barytona sunt, quorum formae conveniunt cum neutris pluralibus barytonis. — 13 Barytona sunt adverbia in θᾱ, quibus Acolenses et Dores pro adverbiis in θεν utuntur. — 22 Quam regulam sequitur etiam ἔνθα, cum cetera oxytona sint.) [*](TESTIM. 7 Ep. Cr. 451 ,1 ἐκ τοῦ θαμά (θαμύς scr. RSchneider), ὃ σημαίνει τόν πυκνόν γίνεται ⟨θαμέα, θαμά καὶ inser. RSchneider⟩ κατά ἀποβολὴν τοῦ θ ἅμα, τὸ γὰρ πυκνὸν καὶ ἐπάλληλον ἄμα γίνεται, καὶ ἐκ τῷ αὐτῷ· τὸ δὲ  ἄμα βαρύνεται, ἐπειδὴ τὰ εἰς ᾱ λήγοντα δισύλλαβα ἐπιρρήματα ἅπαντα βαρύνονται· οἷον ὦκα, τάχα, ἅμα, σάφα, λίγα, λίπα χωρὶς τοῦ θαμά. Cf. Et. M, 75, 20.) [*](DISCR. SCRIPT. 3. ϲημειωτέον ⟨τὸ θαμά ⟩ FJBast | 4. καὶ τὸ θαμέεϲ]fol. 127v. | πληθυντικὸν καὶ τὸ θαμέα RSchneider, καὶ πληθυντικὸν τὸ θαμέα Ab in textu, ‘Malim πληθυντικὸν, καὶ οὐδέτερον τὸ θαμέα’ b in var. lect. | 4—5. [ὡϲ] τὸ θαμά, ⟨οὐχ ὡϲ⟩ ταχέα τάχα RSchneider, ωϲ το θαμα in fine versus et in initio sequentis versus ταχέα τάχα A; pro θαμα ex A enotavit b θ . . ., FJBast prorsus omisit; ὡϲ τὸ θ . . . ταχέα τάχα b in textu, τὸ θαμὰ, ὡϲ ταχέα τάχα conicit b in var. lect | 6. ἐν ἐνδείᾳ b, η ενδεια A | 7. θαμά RSchneider, ἅμα Ab | 8. τῷ b, το A | 9. θαμά RSchneider, θαμέα Ab | θαμέα inseruit RSchneider 10. ομοφωνιαι A | 18. ὔπιϲθα pro ὅπιϲθα GUhlig | 19. καϲτάθειϲ HLAhrens | ‘potest otiam Alemanicum esse’ ThBergk | 20. πρόϲθεν GDronke, πρόϲθε Ab | ϲυναλειφην A | 21. προϲθ᾿ FJBergk, b ThBergk, προϲ A)

    154
    τῶν εἰϲ θᾱ λήγοντα ὀξύνεται, δηθά οὐ παρακείμενον εἰϲ θεν λήγοντι, τριχθά μέντοι καὶ τετραχθά. — Ἀλλὰ καὶ τὰ τῆϲ ϲημαϲίαϲ ὧδε ἔχει. τὰ παρὰ πρόθεϲιν παραγόμενα τῶν εἰϲ θεν ληγόντων κοινῇ χρῆται ϲημαϲίᾳ κατὰ τὴν τοπικὴν ἐκφοράν, εἴγε τὰ μὲν ἄλλα τὴν ἐκ τόπου ϲχέϲιν ϲημαίνει, λέγω τὸ οἴκοθεν, οὐρανόθεν, ἃ δὲ ἔχει τὰϲ τρεῖϲ διαϲτάϲειϲ. ὡϲ γὰρ καὶ ἐπ᾿ ὀνομάτων ἔϲτι κοινότητα γένουϲ παραδέξαϲθαι, οὕτω καὶ ἐπὶ τῶν προκειμένων ἐπιρρημάτων κοινότητα τὴν τόπων ἔϲτιν ἐπιδέξαϲθαι· καὶ καθάπερ ἔϲτιν ἐπινοῆϲαι τῇ παραθέϲει τῶν ἄρθρων διαϲτελλόμενα τὰ κοινά, οὕτω καὶ τῇ παραθέϲει τῶν προ θέϲεων τὰ προκείμενα διαϲτέλλεται. φαμὲν γὰρ ἐκ τοῦ ἔμπροϲθεν εἰϲ τὸ ἔμπροϲθεν, ἐκ τοῦ ὕπερθεν εἰϲ τὸ ὕπερθεν, τῶν ἄλλων ἐπιρρημάτων τὸ τοιοῦτον οὐκ ἀναδεχομένων. καὶ δὴ παρὰ τὴν ἔν πρόθεϲιν ἦν τι ἐπίρρημα ἔνθεν, ὃ δὴ ὤφειλε τρεῖϲ ἔχειν διαϲτάϲειϲ τοπικάϲ. καὶ ἐπειδὴ ἅπαξ Δωρικώτερον τὸ ἔνθεν εἰϲ τὸ ᾱ μετετίθετο, καὶ ἦν κοινότερον μεταλαμβανόμενον τὸ ἔνθα, ἐμερίζετο μὲν τῇ ϲυνεκδρομῇ τῶν εἰϲ θεν ληγόντων τὸ ἔνθεν εἰϲ τὴν ἐκ τοῦ τόπου ϲχέϲιν, εἶχε δὲ τὰϲ ὑπολοίπουϲ δύο ϲημαϲίαϲ ἐγκειμέναϲ ἐν τῷ ἔνθα. διὰ τοῦτο τὸ ἔνθα καὶ τὸ εἰϲ τὸν τόπον ϲημαίνει καὶ ἐν τόπῳ,
  • ἔνθα μὲν Αἴαϲ κεῖται (γ 109),
  • ἔνθα κατεπλέομεν (ι 142).
  • δέδεικται ἄρα ἀναλόγωϲ βαρυνόμενον τὸ ἔνθα.

    Βαρύνεται καὶ ὅϲα ἀντιμεταλαμβάνεται ἑτέροιϲ ἐπιρρήμαϲι, ϲχεδὸν ὑπὸ τὸν λόγον τῶν πρωτοτύπων παραλαμβανόμενα. τῳ ἔμπηϲ παράκειται τὸ ἔμπα,

  • ἔμπα γε μὴν ἴθι δεῦρο.
  • (ὅτι γὰρ καὶ ϲύνδεϲμόϲ ἐϲτιν ἐναντιωματικὸϲ τὸ ἔμπηϲ καὶ ἐπίρρημα, δείκνυται ἐν τῷ περὶ ϲυνδέϲμων· ᾧ λόγῳ καὶ ἄλλα ϲυνεμπίπτει ἐν ϲυνδέϲμοιϲ καὶ ἐπιρρήμαϲι. τὸ ὄφρα ϲύνδεϲμοϲ, ἀλλὰ καὶ ἐπίρρημα. οὕτωϲ ἔχει καὶ τὸ ὅπωϲ. καὶ τὸ ἵνα δὲ τοπικὸν ἐπίρρημά ἐϲτιν,
  • ἵνα τ᾿ ἔτραφεν ἠδ᾿ ἐγένοντο (κ 417),
  • καὶ ϲύνδεϲμοϲ αἰτιολογικόϲ, καὶ ἔτι ἀποτελεϲτικόϲ). καὶ τῷ μάλα δὲ τὸ [*](Argvm. 3 Quaecunque adverbia in θεν a praepositionibus derivantur, ita usurpari solent ut iis et ‘unde’ et ‘ubi’ et ‘quo’ quaerenti respondere possimus. Itaque ἔνθεν tres notiones habere debebat: nunc autem ἔνθα dorica forma ita usu recepta est, ut et ‘ibi’ et ‘eo’ significet, ἔνθεν igitur nihil nisi ‘inde’ est. — 22 Barytona sunt ea adverbia in ᾱ, quibus alia eiusdem radicis praesto sunt.) [*](Discr. Script. 1. ληγοντα delevit RSkrzeczka, ληγόντων b | ‘quid sibi velit ου, alius viderit’ b |  λήγοντι addidit RSkrzeczka, qui ante τριχθά excmplum adverbii in θᾱ barytoni intercidisse suspicatur | 2. μέντοι delevit RSchneider | 6. ὡϲ γὰρ b, ει γε A | 7. ἐπὶ b, η A | 8. καὶ add. b | 14. τὸ ἔνθεν] fol. 128 r. | 15. μεταλαμβανόμενον RSkrzeczka, διαλαμβανόμενον Ab in textu, ἰδίᾳ λαμβανόμενον conicit b in var. lect. | τὸ ἔνθα RSkrzeczka, τὸ ἔνθεν Ab in textu, τοῦ ἔνθεν b in var. lect. | 18. τὸ b add. in var. lect | 23. τὸν b, των A | 31. τῷ μάλα δὲ τὸ Ab, τὸ μάλα δὲ τῷ RSkrzeczka)
    155
    μᾶλλον ἀντιπαράκειται. ἴϲωϲ δὲ καὶ τὸ ἦκα, τὴν αὐτὴν ἔχον ἀντιμετάληψιν, ἐν ὑπερβατῷ ἐϲτι τοῦ φωνήεντοϲ, ἀναγκαίωϲ τοῦ ν ἀποϲτάντοϲ, καθότι καὶ ἐπὶ τοῦ πρόϲθεν πρόϲθα, ἔνερθεν ἔνερθα.

    Τῇ αὐτῇ ἀκολουθία ϲκεπτέον καὶ περὶ τοῦ ο οὐδαμά. Ὀξύνεται τὰ εἰϲ ᾱ λήγοντα ἐπιρρήματα, ὡϲ πρόκειται, εἰϲ θᾱ λήγοντα, οὐκ ἐκ μεταθέϲεωϲ ὄντα τοῦ θεν. ὀξύνεται καὶ τὰ ἐν ὁμοφωνίᾳ οὐδετέρων πληθυντικῶν. παρὰ τὸ πυκνόϲ πληθυντικὴ προφορὰ γίνεται οὐδετέρα πυκνά, ᾧ ϲύνεϲτι πάλιν ὁμόφωνον ἐπίρρημα τὸ πυκνά. οὕτωϲ ἔχει καὶ τὸ δεξιά καὶ ἀριϲτερά, ϲημαίνοντα τὸ δεξιῶϲ καὶ ἀριϲτερῶϲ. τοιοῦτόν ἐϲτι καὶ τὸ καλά (ὃ δι᾿ ἑνὸϲ μὲν λ γράφεται κατὰ τὸ κοινὸν ἔθοϲ, παρὰ Δωριεῦϲι δὲ δι᾿  ἑτέρου λ, καὶ οὐχ, ὡϲ ἔνιοι ὑπέλαβον, κατ᾿ Αἰολίδα διάλεκτον· ἐβαρύνετο γὰρ ἄν, πρὸϲ οἱϲ οὐδὲ τὸ καλόϲ Αἰολεῖϲ ἐν διπλαϲιαϲμῷ τοῦ λ προφέρονται). — πίϲτιϲ δὲ τοῦ τὴν ϲυνέμπτωϲιν τοῦ τόνου ἐπικρατεῖν τῶν προκειμένων ἐπιρρημάτων τὸ βαρυνθῆναι τὸ πυκνά ἐνδεῆϲαν τῷ ν, καθὸ ἐξέκλινε τὴν ὁμοφωνίαν. — Καὶ οὐ δεῖ ἀπορεῖν, διὰ τί παρὰ τὸ ϲαφῶϲ τὸ ϲάφα ἐβαρύνθη, παρὰ δὲ τὸ καλῶϲ οὐκέτι τὸ καλά· ὃ μὲν γὰρ τῇ ὁμοφωνίᾳ ἐκρατεῖτο τῇ πρὸϲ τὸ καλόϲ καλά, ὃ δὲ οὐ τῇδε εἴχε. — καὶ τὸ οὐδαμά δέ, παρακείμενον τῷ οὐδαμῶϲ, ἔχοιτο ἂν τοῦ κατὰ τὸ τέλοϲ ὀξέοϲ τόνου λόγῳ τοιῷδε. οὐκ ἔϲτιν ὅμοιον τὸ ϲαφῶϲ τῷ οὐδαμῶϲ, ἵνα ὅμοιον τῷ ϲάφα τὸ οὐδαμά κατὰ τάϲιν καθίϲτηται. παράκειται μὲν γὰρ τὸ ϲαφῶϲ τῷ ϲαφήϲ, οὗ τὸ οὐδέτερον πληθυντικὸν οὐκ ἔχει ϲυνέμπτωϲιν ἐν τῷ ϲάφα· τῷ μέντοι οὐδαμῶϲ παράκειται τὸ οὐδαμόϲ. πίϲτιϲ δὲ τὸ τὰ εἰϲ θεν λήγοντα ἐπιρρήματα καὶ τῷ ο παρεδρευόμενα ἢ ἀπ᾿  εὐθειῶν τῶν εἰϲ οϲ ληγουϲῶν πορῆχθαι ἢ γενικῶν τῶν εἰϲ οϲ, Λεϲβόθεν, οὐρανόθεν, Διόθεν. ἔϲτιν οὖν καὶ τὸ ἀμόθεν, καὶ ἔτι τὸ οὐδαμόθεν ἀπὸ τοῦ οὐδαμόϲ. [*](ARGVM. 4 Quae cum neutris pluralibus conveniunt cum oxytona esse soleant, οὐδαμά iure acutum habet:) [*](TESTIM. 1—2 Ep. Cr. 184, 10 Ἦκα ἐπίρρημα μεσότητος· γίνεται δὲ παρὰ τὴν αἰτιατικὴν ⟨ἀκήν add. RSchneider ⟩· ὥσπερ παρὰ τὸ πρόσθεν πρόσθα, καὶ ἔνερθεν ἔνερθα, καὶ ἔνθεν ἔνθα, οὔτως ἀκήν ἦκα· γίνεται δὲ κατὰ μετάληψιν τοῦ αὐτοῦ φωνήεντος. ἀναγκαίως ἀποβλητικὸν γέγονε τοῦ ν. Et. M. 424, 4.—6 Ep. Cr. 153, ἅσα ἐν ὁμοφωνίᾳ καθέστηκε πάλιν (πληθυντικῶν scr. RSchneider) οὐδετέρων ὀνομάτων, μετάγεται εἰς ἐπιρρηματικὴν σύνταξιν. Eadem sunt in Et. M. 323, ubi recte πληθυντικῶν legitur.) [*](DISCR. SCRIPT. 4. οὐδαμά b, ουδαμα η ουδαμη A | 6—7. οὐδετέρων πληθυντικῶν RSchneider, οὐδέτερα πληθυντικά Ab in textu, οὐδετέρᾳ πληθυντικῇ b in var. lect, ⟨πρὸϲ ⟩ οὐδέτερα πληθυντικά RSkrzeczka | 11. οὐχ, ὡϲ b, ουτωϲ A 13, λ b, ᾱ A1, quod in λ mutavit A2 | 14. τοῦ τόνου b, τον τονον A | ἐπικρατεῖν τοῦ τόνου pro τοῦ τόνου ἐπικρατεῖν GFSchoemann | 17—18. καλὸϲ καλά GDronke, καλῶϲ Ab | 18. τω ουδομα A | 18—19. το ουδαμωϲ A | 19. ἔχοιτο ἄν] fol. 128 v. | 19. 20. -lacunas explevit b | 21. καθιϲταται A | 22—23. τω μεντοι A, τὸ μέντοι b | 23. οὐδαμῶϲ Ab, οὐδαμά GDronke | το ουδαμοϲ A, τῷ ουδαμοϲ b | δὲ τὸ b, δε τω A | 24. τῷ ο b, το ο A | 26. ἀμόθεν DRuhnken b, αλλοθεν A)

    156
    ὁμολόγωϲ οὖν τὸ μὲν οὐδαμῶϲ περιϲπᾶται. — καὶ ἔτι παρὰ Ἐπίκουρον τὸ ἀμῶϲ γέ πωϲ, ϲημαῖνον κατά τινα τρόπον, ἀπὸ ὀξυτόνου τοῦ ἀμόϲ. ἐπεὶ καὶ πόθεν περιεϲπάτο τὸ ἀμῶϲ, εἰ μὴ παρέκειτο ὀξεῖα τάϲιϲ, καθὸ καὶ τὸ καλῶϲ τῷ καλόϲ παράκειται; — Τοῖϲ δὴ τοιούτοιϲ ϲυμπαράκειται ἐπιρρήματα ὀξυνόμενα, εἰϲ ᾱ λήγοντα, πυκνόϲ πυκνῶϲ πυκνά, καλόϲ καλῶϲ καλά. ὑγιὴϲ ἄρα ἡ τάϲιϲ κατὰ τὴν ὀξεῖαν ἐν τῷ οὐδαμά.

    Ἑξῆϲ ῥητέον ἐϲτὶ καὶ περὶ τοῦ ῥᾴ. Ἀλκμάν·

  • τίϲ καν, τίϲ ποκα ῥᾲ
  • ἄλλω νόον ἀνδρὸϲ ἐπίϲποι: (fr. 42 Bergk3 ).
  • ὅπερ ἐν πάθει προφανεῖ ἐϲτίν· ἡ γὰρ μακρότηϲ τοῦ ᾱ ἀλλοτρία τῆϲ προλελεγμένηϲ καταλήξεωϲ. οὐδὲ γὰρ ἐκεῖνο ἔϲτι φάναι, ὅτι διὰ μονοϲυλλαβίαν ἐξετείνετο τὸ ᾱ, εἴγε καὶ ἕτερον ἔϲτιν ἐπινοῆϲαι βραχυκατάληκτον μονοϲύλλαβον, τὸ ᾱ, παρακείμενον τῷ ὥϲ, ὁμοφωνοῦν τε πληθυντικῇ προφορᾷ τῇ παρὰ τὸ ὅϲ, ἅ, ὡϲ πυκνόϲ πυκνά· ὑπὲρ οὗ κατὰ τὸ προκείμενον εἴρηται, ἐν ᾧ διειλήφαμεν καὶ περὶ τοῦ ηὖτε καὶ περὶ τοῦ ἅτε. οὐδὲ μὴν ἐκεῖνο ἔϲτι παραδέξαϲθαι, ὡϲ ὅμοιόν ἐϲτι τῷ ἰδίᾳ καὶ δημοϲίᾳ, καθὸ οὐ ϲυνεμπίπτει ὀνόματι, καθάπερ καὶ τὰ προκείμενα. — Ἔϲτι γε μὴν περὶ τῆϲ γραφῆϲ ἐπιϲτῆϲαι, εἰ καὶ ϲὺν τῷ ῑ γεγράψεται τὸ ῥά· οὐδὲ γὰρ ἡ τῶν ἀντιγράφων παράδοϲιϲ ἐξωμάλιϲτο, ἀφορμὴ μὲν οὖν ἐγένετο τοῦ δίχα τοῦ ῑ γράφεϲθαι τὸ προκείμενον ἐπίρρημα ἡ τοῦ ῥέα ϲυναλοιφή, τοῦ ε καὶ ᾱ εἰϲ μακρὸν ᾱ ϲυνῃρημένων. ἣν οὐ παραδεξαίμεθα, κατὰ πρῶτον μὲν λόγον, καθότι οὐ περιϲπᾶται, καὶ καθὼϲ εἴπομεν , ὅτι καὶ πρόϲθεϲίϲ ἐϲτι τοῦ ῑ· κατὰ δὲ δεύτερον διαπορήϲειέ τιϲ, ποίῳ λόγῳ Αἰολεῖϲ τὸ β προϲέθηκαν. μήποτε οὖν [*](ARGVM. 9 Ῥᾴ vocula ᾱ longam habet, quod insolitum. — 19 Qui ei ῑ mutam addi noluerunt, eam ex ῥέα contractam esse existimarunt. Quod probari non potest: notaretur enim circumflexo.) [*](TESTIM. 1 Et. M. 95, 22 Ἔστιν ὄνομα ἀμός, ἰσοδυναμοῦν τῷ τὶς Δωρικῶς, ἐξ οὗ καὶ τὸ ἐν Ὀδυσσείᾳ ‘Τῶν ἀμόθεν ἀντὶ τοῦ ‘ἀπό τινος μέρους τούτων’. Ἐκ τῆς γενικῆς τῶν πληθυντικῶν γίνεται ἐπίρρημα μεσότητος ἀμῶς.) [*](DISCR. SCRIPT. 1. παρὰ Ἐπίκουρον Ab, DRuhnken Ἐπίκουρον corruptum. censet, παρὰ Ἐπικούρῳ ϲυχνὸν vel πολὺ vel simile quid conicit b in var. lect. | 2. του A¹ in marg. | 3. τὸ add. b | 4. τὸ καλωϲ τω καλοϲ A, τῷ καλῶϲ τὸ καλόϲ b | 9. τίϲ καν HLAhrens, τίϲ καν vel κα etiam ThBergk, τίϲ ἄν Ab, τίϲ δ᾿ ἂν FWSchneidewin | ῥᾴ haud dubie scribi voluit Apollonius, ‘ῥᾶ scripsi, est enim ex ῥέα contractum’ ThBergk, ρα A, an voluerit Alcman potius ῥᾷ᾿ vel ῥᾶ᾿ dubitat HLAhrens | 10. ἄλλω b, αλλα A | 17. περὶ τοῦ ἅτε b in var. lect. ChALobeck, πεϲατε A b in textu, τοῦ ἅτε GDronke GFSchoemann | 18. οὐ add. b | 21. τοῦ δίχα b, το διχα A | 22. ϲυναλιφη A | 23. οὐ] fol. 129 r. | παραδεξαιμεθα A, παραδεξαίμεθ᾿ ἂν b | 24. post δευτερον duae litterae erasae in A | 25. τὸ β b, το δευτερον A)
    157
    γραπτέον ϲὺν τῷ ῑ, τῆϲ καταϲτάϲεωϲ οὕτωϲ ἐχούϲηϲ· ὃν τρόπον τῷ ὄπιϲθεν τὸ ὀπιϲθίδιοϲ παράκειται, ἔμπροϲθεν ἐμπροϲθίδιοϲ, μαψίδιοϲ, ἀίδιοϲ, οὕτωϲ παρὰ τὸ ῥέα ἦν τι ῥεῖδιοϲ, ὃ παρὰ τοῖϲ Ἴωϲιν ἐγένετο ῥηἲδιοϲ ἀφ᾿ οὗ καὶ ἐπίρρημα ῥηιδίωϲ ὡϲ μαψιδίωϲ. ἀφ᾿ οὗ ἔπιπτεν, ἐκ μεταθέϲεωϲ τοῦ η εἰϲ τὸ ᾱ, ῥαἲδιοϲ καὶ ῥαῑδίωϲ, ἀφ᾿ οὗ κατὰ ϲυναίρεϲιν τὸ ῥᾳδίωϲ, καθὰ καὶ ἐν ὀνόμαϲι τὸ ῥαῖδιοϲ καὶ ῥᾴδιοϲ καὶ ῥάϊοϲ καὶ ῥᾷοϲ, καὶ Λάϊοϲ καὶ Λᾷοϲ. καὶ ὃν τρόπον ἦν τι πάλιν ὄνομα τὸ λήϊοϲ, ἀφ᾿ οὗ λάϊοϲ καὶ λάϊον καὶ λάϊα καὶ ἐν ϲυναιρέϲει πάλιν τοῦ ᾱ λάα, τίϲ μοι τὰ λᾷα ἐκτίλλει, Ϲώφρων (fr. 85 Ahrens), καὶ ϲὺν τῷ ῑ γράφεται, τὸν αὐτὸν δὴ τρόπον καὶ τὸ προκείμενον ϲχῆμα ἦν τὸ αὐτὸ πάθοϲ ἀναδεδεγμένον, ἀφ᾿ οὗ τὸ κατὰ ἀποκοπὴν ῥᾴ ἐγένετο, καθὸ καὶ τὸ βριθέωϲ μὲν ἐντελέϲ, παρακείμενον τῷ βριθύϲ, καὶ ἐν ἀποκοπῇ βρῖ. (ὅτι γὰρ καὶ δύο ϲυλλαβῶν ἀποκοπαὶ γίνονται, ἐν τῷ περὶ παθῶν ἐδείχθη. τό τε γὰρ πρόπαρ οὕτωϲ ἔχει, καὶ τὸ μάκαρ, πηδά, καὶ τὸ ἡμέν παρὰ Καλλιμάχῳ (fr. 461 Schneider).) — Καὶ τούτῳ γε τῷ λόγῳ καὶ τὰ τοῦ τόνου εὐκατάϲτατα γίνεται, καὶ ἔτι τὰ τῆϲ γραφῆϲ, καὶ ἔτι τὸ ἠπορημένον πρὸϲ τῶν Αἰολέων. μὴ γὰρ ἄλλοτε Αἰολεῖϲ προϲτίθενται τὸ β τῷ ρ, εἰ μὴ τὸ δ ἐπιφέροιτο κατὰ τὴν ἑξῆϲ ϲυλλαβήν, ἢ τὸ ϲυγγενὲϲ ζ, ἢ τὸ ϲυμπαθέϲτερον τ· ἅπαξ γὰρ τοῦ κ ἐπιφερομένου ἡ πρόϲθεϲιϲ ἐγίνετο. διὰ τοῦτο βρόδον φαϲὶ καὶ βρίζα καὶ βρυτῆρεϲ, οὐ μὴν τὸ ῥέω ἔτι βρέω φαϲίν, οὐδὲ ἄλλο τι τῶν τοιούτων. πρόδηλον οὖν ὡϲ ὁμόλογοϲ ἡ τε ἀποκοπή (οὐ γὰρ ἡ πρόϲθεϲιϲ παρείπετο, εἰ μὴ δυνάμει ἐπεφέρετο τὸ δ, εἴγε καὶ ἀποκοπαὶ ὑπομνήϲειϲ ἔχουϲι τῶν ἀποκεκομμένων ϲυλλαβῶν), οὐδέν τε ἐμπόδιον ἐπιγινομένου τοῦ βρᾳδίωϲ τὴν ἀποκοπὴν γενέϲθαι δεύτερον.

    Διὰ τῶν προκατειλημμένων λόγων καταλάβοιτο ἄν τιϲ, ὅτι οὐδὲ τὸ ᾱ, ϲημαῖνον εὐχὴν ἐν τῷ «ἆ πά⟨ντα ϲυναγείραϲ⟩» (Callim. fr. Schneider) οὐκ ἔϲτιν ὁλόκληρον. ὡϲ γὰρ ἔφαμεν, οὐκ ἔϲτιν ἐν μα⟨κρῷ τῷ ᾱ⟩ τὰ εἰϲ ᾱ λήγοντα ἐπιρρήματα. ἰδοὺ γὰρ καὶ τὸ ἅ [*](ARGVM. 9 Sic potius derivatum est: a ῥέα ducitur ῥεῖδιοϲ, ῥηῖδιοϲ ῥαῖδιοϲ, ῥᾴδιοϲ, — 12 unde duabus syllabis resectis ῥᾴ. — 17 Et quia in resectis syllabis δ inest, Aeolenses huic voculae β praefigunt.) [*](DISCR. SCRIPT. 1—2. τῷ ὄπιϲθεν τὸ b, το οπιϲθεν το A | 6. τὸ ῥαῖδιοϲ ⟨καὶ ῥᾴδιοϲ καὶ ῥάῖοϲ⟩ καὶ ῥᾷοϲ HLAhrens, το ραιδιοϲ και ραιοϲ A, τὸ ῥαῖδιοϲ καὶ ῥᾴδιοϲ b, τὸ ῥᾴδιοϲ καὶ ῥᾴοϲ FJBast | 7, Λάϊοϲ καὶ Λᾷοϲ b, λωῖοϲ και λωοϲ A, λώιοϲ καὶ λῷοϲ FJBast | 8. λάϊον καὶ λάϊα Ab, λαῖον καὶ λαῖα FJBast | 9. λᾷα b, λαια A | λᾷα FWSturz b, λαια A | 11. ῥᾴ b. ραι A | 12. βριθέωϲ ChALobeck, βριθύωκ A b, | βριθὺ, ὡϲ FJBast | 13. βρῖ ChALobeck, βρι A, βρί b | 17. πρὸϲ A b, βρά GHSchaefer | Αἰολεῖϲ Ab, οἱ Αἰολεῖϲ FJBast | 20. προθεϲιϲ A | 23. καὶ ⟨αἱ⟩ ἀποκοπαὶ FJBast | 24. ἐπιγινομένου Ab, ἐπιγινόμενον FJBast | βρᾳδίωϲ RSchneider, βραιδίωϲ Ab | 26. προκατειλημμένων Ab in textu, ‘Fort. προκατειλεγμένων’ b in var. lect. | post τιϲ duae tresve litterae erasae in A, sequitur fol. 129 v. | 27. lacunam expl. GFSchoemann, απα . . . Ab | 29. lacunam expl. b)

    158
    παρὰ τὸ ὅϲ ἐν μονοϲυλλαβίᾳ ἐφύλαξε τὴν βραχύτητα, λεγόμενον ὁτὲ μὲν μετὰ ϲυνδέϲμου,
  • ἅτε παρθένοϲ (Χ 127),
  • ὁτὲ δὲ μετὰ προθέϲεωϲ, καθά, καθάπερ, καθότι καὶ τὸ ἰϲοδυναμοῦν,
  • ὥϲτε λέων ἐχάρη (Γ 23).
  • καθώϲ. — ἔϲτιν οὖν ἐν ἀποκοπῇ τοῦ βάλε (ὅτι δὲ καὶ δύο ϲυλλαβῶν ἀποκοπὴ γίνεται. ἐντελῶϲ ἐν τῷ περὶ παθῶν παρεϲτήϲαμεν). ἐντεῦθεν γὰρ ἂν καὶ τεκμήραιτό τιϲ, ὡϲ οὐδ᾿ ἐντελέϲ ἐϲτι τὸ βάλε,
  • βάλε δὴ, βάλε κηρύλοϲ εἴην (Alem. fr. 26 Bergk3 ),
  • καθώϲ τινεϲ ψήθηϲαν ὅπερ οὐκ ἐπλεόναϲεν ἐν τῷ ἄβαλε, καθώϲ τινεϲ ψήθηϲαν, καθὸ οὐδέποτε πλεοναϲμὸϲ λέξεωϲ λείπεται εἰϲ τὸ δηλούμενον τῆϲ λέξεωϲ. οὐδὲ γὰρ τὸ ἀϲταφίϲ εἰϲ τὸ ᾱ ποτὲ μεταληφθὲν ϲημαίνει τὸ αὐτό, οὐδὲ τὸ ἔειπε τῷ ε. τὰ μέντοι ἐντελῆ ὄντα, καὶ ἀποκοπτόμενα καὶ ἀφαιρούμενα, φυλάϲϲει τὸ δηλούμενον· τῶν γὰρ φωνῶν τὰ πάθη, καὶ οὐ τῶν ϲημαινομένων. ἀποκοπὲν τὸ δῶ ϲημαίνει τὸ δῶμα· ἀφαιρεθὲν τὸ ἐθέλω τοῦ ε τὸ αὐτὸ ϲημαίνει, τὸ θέλω, καὶ ἔτι προϲαφαιρεθὲν ἐν τῷ λῶ. — ὁ λόγοϲ καθολικόϲ, χωρὶϲ εἰ μὴ ὑπ᾿ ἀμφιβολίαν πέϲοι τι, ἧϲ καὶ τὰ λοιπὰ τῶν λέξεων ἀπολύεται διὰ τῶν ϲυμφερομένων. τὸ ἄρα ἆ ἀπεκόπη διὰ τὸ ἐν αὐτῷ δηλούμενον, καὶ τὸ βάλε ἀφαίρεϲιϲ διὰ τὸ ἐν λεκτῷ καταλιμπάνεϲθαι τὸ ᾱ.

    Τὰ εἰϲ ᾱν λήγοντα ἐπιρρήματα ἐν μακρῷ ἐϲτὶ τῷ ᾱ, τάϲει δὲ βαρείᾳ , ὡϲ ἔχει τὸ λίᾱν, ἄγᾶν, πέρᾱν. — δεδείξεται γὰρ τὸ ὅτᾱν, ὅτι δύο μέρη λόγου ἐϲτίν, ἔκ τε τοῦ ὅτε ἐπιρρήματοϲ καὶ τοῦ ἄν ϲυνδέϲμου, ἐν ᾧ δεδείξεται, ὅτι καὶ ἀνταποδοτικῷ χρῆται ὁ ποιητὴϲ τῷ τόταν, καὶ πότε περιϲϲῶϲ ἔγκειται ὁ ἄν ϲύνδεϲμοϲ, λέγω ἐν παραπληρωματικῷ, καὶ πότε οἤ. — Ἀλλ᾿ οὐδὲ τὸ πάμπᾶν ἄλογον ἂν εἴη διὰ τὴν ϲυϲτολὴν τοῦ ᾱ· ἅπαντα γὰρ τὰ ἐξ ὀνομάτων μεταλαμβανόμενα [*](ARGVM. 6 Ek ἄβαλε per apocopen ᾱ, per aphaeresin βάλε nascitur. — 9 Nam si ᾱ in ἄβαλε redundaret, per se ipsum nihil valeret. Nunquam enim syllaba. redundans idem atque vox integra significat. — 21 2) Adverbia in ᾱν longam ᾱ habent et barytona sunt. Non repugnat ὅτ -ἄν; neque absonum πάμ-μᾶν adverbium, nam etiam in ϲύμπαν πρόπαν neutris ᾱ corripitur; itemque in adverbio πάμπαν.) [*](DISCR. SCRIPT. 1. lacunam expl. GDronke | lacunam expl. b | 10. καθώϲ τινεϲ ψήθηϲαν transposuit GUhlig | οὐκ add GUhlig | 12. τὸ ἀϲταφίϲ  εἰϲ τὸ ᾱ aut τοῦ ἀϲταφίϲ τὸ ᾱ b in var. lect, τοῦ αϲταφιϲ εἰϲ τὸ ᾱ Ab in textu | 13. τὸ αὐτό, οὐδὲ τὸ GDronke, τὸ τοιοῦτον, οὐδὲ τῷ Ab | τὸ ἔειπε εἰϲ τὸ ε aut τοῦ ἔειπε τὸ ε b in var. lect. | 16. commu post ε delevit et post ϲημαίνει posuit RSkrzeczka | τὸ θέλω Ab, ⟨ἐν ⟩ τῷ θέλω GDronke, | 17. ἐν τῷ λῶ Ab, ⟨τοῦ θε ⟩ ἐν τῷ λῶ GFSchoemann | 18. τι, ἡϲ GDronke, δι᾿ ἧν Ab | 19. ἂ RSchneider, ἄλφα Ab | ἀποκοπὴ pro ἀπεκόπη GUhlig  | 20. ἀφαίρεϲιϲ RSkrzeczka ἀφαίρεϲιν Ab, ἀφῃρέθη GDronke | 21. ὅτι Klehrs, πότε Ab | ανταποδωτικω A | 25. ‘τόταν vel ut nos τότ’ ἄν’ KLehrs, τότε A | περιϲϲῶϲ add. KLehrs)

    159
    εἰϲ ἐπιρρηματικὴν ϲύνταξιν, τὴν φωνὴν τοῦ ὀνόματοϲ φυλάϲϲει, ὡϲ ἔχει τὸ εὐρύ, τὸ ἀτρεκέϲ, τὸ πυκνά, τὸ καλά, τὸ ἰδίᾳ, τὸ δημοϲίᾳ . ἄλλα πάμπολλα. λόγῳ οὐδὲ τὸ πάμπαν πρόπαν ὠλιγώρηται ⟨κατὰ τὸ πρόπαν⟩ ἢ ϲύμπᾶν· πάλιν γὰρ ἀπὸ ὀνοματικῆϲ ϲυντάξεωϲ εἰϲ ἐπιρρηματικὴν ἐχώρηϲεν. ἔϲτι τὸ πᾶν, ⟨ὅπερ⟩ μονοϲύλλαβον μὲν ὃν ἐν ἐκτάϲει τοῦ ᾱ ἐϲτίν, ὑπὲρ μίαν δὲ ϲυλλαβὴν καθεϲτηκόϲ, εἶτε καὶ κατὰ ϲύνθεϲιν εἴτε καὶ κατ’ ἐντέλειαν τοῦ ἐλλείποντοϲ α, ἐν ϲυϲτολῇ, ϲύμπάν, πρόπ ἄν ἅ? ἄν. ὅπερ ἀνεδέδεκτο καὶ τὸ ἐπίρρημα ἐν τῷ πάμπἄν.

    Ὁ αὐτὸϲ λόγοϲ παρακουλουθήϲει, ὡϲ ἕνεκά γε τοῦ τόνου, οὐ καὶ ἐπὶ τοῦ ὠτᾶν, τὴν μὲν μακρότητα τοῦ ᾱ φυλάξαν, οὐ μὴν τὴν τάϲιν. καὶ κατ’ ἄλλον δὲ λόγον ἐπιϲτάϲεωϲ ἔτυχε, καθὸ διτονεῖ. - Γεγενῆϲθαι δὲ οἱ μὲν παρ’ἑταιρικὴν ἐκφώνηϲιν, ὡϲ Δίδυμοϲ (p. 403 Sehmidt) ἔφη, καὶ παραλαμβάνει αὐτὸ παρὰ τὸ ἔτηϲ μετὰ μορίου τοῦ ὧ κλητικοῦ. - Πρὸϲ ὅν φηϲι Τρύφων (p. 49 Velsen), ὡϲ τὰ τῆϲ κλητικῆϲ οὐ καταϲταίη· βραχὺ γὰρ καὶ βαρὺ τὸ α ἀπαιτεῖ, ὥϲπερ καὶ τῷ δώτηϲ τὸ δῶτα παράκειται, θύτηϲ θύτα. αὐτόϲ γε μήν φηϲιν, ὡϲ τὸ ὥ μόριον ἐπεκταθὲν διὰ τοῦ τα ἐποιεῖτο καὶ κλητικὸν ἐπίφθεγμα, καθότι καὶ τῷ δή τὸ δῆτα παρέκειτο· καὶ διὰ τὴν ἀντεμφαϲιν τὴν πρὸϲ τὰ ῶτα τὸ ν προϲεληλύθει. — Δῆλον δὲ ὅτι οὐδὲ αὐτὸϲ κατέϲτηϲεν οὔτε περὶ χρόνου οὕτε περὶ τόνου. οὐ γὰρ περὶ ϲυϲτελλομένου τοῦ ὦτάν ή ζήτηϲιϲ, περὶ δὲ τοῦ ἐκτείνοντοϲ τὸ ᾱ καὶ περὶ τοῦ διτονοῦντοϲ. πῶϲ δὲ οὐ γέλοιον αίτεῖϲθαι διὰ τὰϲ ϲυνεμπτώϲειϲ προϲθέϲειϲ ϲυμφώνων ἤ ἀφαιρέϲειϲ, ὅτε ϲχεδὸν πᾶϲα λέξιϲ ὑπ’ ἀμφίβολον πίπτει, καὶ οὐ πάντωϲ διὰ τὰϲ ϲυνούϲαϲ ἀμφιβολίαϲ δεῖ προϲνέμειν η ἀφαιρεῖν ϲύμφωνα ἤ φωνήεντα. οὐδὲ γὰρ αίτηϲάμε νοϲ τὸ μὴ διδόμενον κατέϲτηϲε τὸ ἐπίρρημα. ἔνιοι μὲν οὐν ἀξιοῦϲι τὸ ὠτᾶν Δωρικώτερον εἰναι γενικῆϲ πληθυντικῆϲ, νοουμένηϲ ἐπὶ τῶν ϲυνήθων , ὡϲ εἰ τιϲ εἴποι ὦ τῶν ἑταίρων, ὠ τῶν φίλων, λειπούϲηϲ [*](ARGVM. 13 Ὤτἀν Didymus statuit derivari ab ἔτηϲ et ὠ interiectione — 15 Trypho ab ῶ interiεctione τα syllaba adiecta; alii doricum genetivum esse perhibent (ἐτᾶν) cum ὧ interiectione coniunctum.) [*](TESTIM. 17 cf. schol. Plat. Apol. 25 c. Et. M.825, 18. –27 cf Et, M. 825. 21.) [*](DISCR. SCRIPT. 3 locum restituit KLehrs, οὐδὲ τὸ πρόπαν ὠλιγώρηται (ωλιγορηται Α ) ἠ ϲύμπαν Αb | 5. ἔϲτι τὸ πἄν, ὅπερ KLehrs, ἔτι τὸ πἄν Α b | ον supra lin, Α | 6. ϲυλλαβὴν] fol. 130 r 7. κατ ἐντελειαν esse in Α cernitur, κατ ἐυτελειαν L, . . . ειαν b, κατ’ ἐντέλειαν vel κατὰ ἐντέλειαν coniectura assecuti sunt KLehrs G P FSehoemann, κατ’ ἔνδειαν C CJBlomfield, κατὰ ϲυνέχειαν vel ϲυνέπειαν OSchneider τοῦ λήγοντοϲ pro τοῦ ἐλλείποντοϲ OSclneider 10 11 οὐ και RSchneider, τόνου, καὶ Α b in textu, Fortasse χρόνου, καὶ ἐπί τὸ ὠτᾶν τὸ τῆν’ b in var lect., τοῦ τύπου pro τοῦ τόνου scribi vult GDronke | 11 . ἐφύλαξεν pro φυλάξαν GDronke | 15. κλιτικηϲ Α | 18, καθότι b, και οτι Α | 21 add. b | 24. υπ Α, ὑπὸ b 28. λιπουϲηϲ Α)

    160
    τῆϲ φράϲεωϲ. ἀλλ’ οὐδὲ τὸ τοιοῦτον εὐπαράδεκτον· οὐ γὰρ πιθανὸν ἐκ λειπούϲηϲ φράϲεωϲ λέξιν καθίϲταϲθαι. ἐπείτοι δόξει τῶν προκατειλημμένων ὑγιεϲτέρα ἥδε ἡ κατάϲταϲιϲ εἰναι. ἔϲτιν οὖν παρώνυμα εἰϲ αν λήγοντα, ἔϲθ’ ὅτε καὶ κατὰ τοῦ αὐτοῦ ϲημαινομένου παραλαμβανόμενα, καθότι ἔϲτιν ἐπινοῆϲαι καὶ κατὰ πλεῖϲτα τῶν παρωνύμων, ὡϲ ἐργάτηϲ ἐργατίνηϲ, ἄπειροϲ ἀπείρων, ἀνάγκη ἀναγκαία, ἁμαξαία. ἔϲτιν οὖν τι μέγιϲτοϲ, καὶ παρὰ τοῦτο τὸ μεμιϲτᾶν, ξυνόϲ τε καὶ ξυνᾶν. ἔφαμεν δὲ ἐν ἑτέροιϲ, ὅτι καὶ παρὰ τὸ νέοϲ νεᾶν τι ἦν, ἀφ’ οὐ τὸ νεανίϲκοϲ καὶ νεανίαϲ. καὶ παρὰ τὸ ἔτηϲ οὖν γενήϲεταί τι ἐτᾶν, οὐ τὸ κλητικὸν ὁμόφωνον. καὶ ὡϲ ἀπὸ κλητικῆϲ πολλάκιϲ ἐπιρρηματικαὶ ϲυντάξειϲ γίνονται, ὡϲ Δάματερ, Ἥρακλεϲ, τάλαν , οὕτωϲ καὶ τὸ ὦ ἐτᾶν --- αιον παραπεμπομένων ἡμῶν καὶ τὸν ὀξὺν τόνον ἀντὶ περιϲπωμένου μεταλαβεῖν.

    Καὶ τὰ παρ’ Αἰολεῦϲι δὲ ἐκ τῶν εἰϲ δην ληγόντων μετατιθέντα τὸ η εἰϲ τὸ α πάλιν ἐϲτὶ βαρύτονα, ὡϲ ἔχει τὸ κλέβδαν καὶ ϲύδαν. καὶ ἐπεὶ τὸ δήν ὀξύτονον ἦν διὰ μονοϲυλλαβίαν, καὶ τὸ Δωρικὸν ὀξύτονον, τὸ δάν. καὶ ἐπεὶ οἱ πλεοναϲμοὶ τὸν αὐτὸν τόνον τηροῦϲι, ϲαφὲϲ ὅτι καὶ τὸ θοάν πλεονάϲαν τῶ ο οὐκ ἀντέκειτο.