Ars Rhetorica

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.

Οὐ μὲν δὴ οὐδὲ τούτων ἀπείρως ἔχειν τόν γε δὴ ὁδῷ τινι καὶ ἐπιστήμῃ μετιόντα λόγους χρή. ἀπευκτὰ μὲν γὰρ τὰ τοιαῦτα, ἀναγκαῖα δὲ ἀνθρώποις γε οὖσι καὶ παρελθοῦσιν εἰς τὸν ἀνθρώπινον βίον. ἀνθρώπῳ γὰρ γενομένῳ κατὰ τὸν τοῦ Καλλαίσχρου τὸν τῶν τριάκοντα βέβαιον μὲν οὐδέν, ὅτι μὴ κατθανεῖν γενομένῳ, καὶ ζῶντι εἶναι μὴ οἷόν τε ἐκτὸς ἄτης βαίνειν. ἐπειδὴ τοίνυν ἀμφὶ ταφὴν δύο λόγοι μεμηχάνηνται, ὃ μὲν κοινὸς πρὸς πόλιν ἅπασαν καὶ δῆμον [ὁ μὲν] τοῖς ἐν πο|λέμῳ πεσοῦσιν, ἰδίᾳ δὲ καὶ καθ’ ἕκαστον ἅτερος αὐτοῖν, οἷα δὴ τὰ πολλὰ ἐν εἰρήνῃ συμπίπτειν ἀνάγκη, ἐν διαφόροις ἡλικίαις ἑκάστῳ τῆς τελευτῆς

συμπεσούσης· ὄνομά γε μὴν ἀμφοῖν ἓν καὶ τὸ αὐτό, ἐπιτάφιος οὕτως ὀνομαζόμενος· παραδείγματα δὲ αὐτῶν ἔστί που καὶ παρὰ τοῖς ἀρχαίοις, τοῦ μὲν κοινοῦ καὶ πολιτικοῦ παρά γε τῷ τοῦ Ὀλόρου καὶ παρὰ τῷ τοῦ Ἀρίστωνος, Λυσίας τε καὶ Ὑπερείδης καὶ ὁ Παιανιεὺς καὶ ὁ τοῦ Ἰσοκράτους ἑταῖρος Ναυκράτης πολλὰς ἡμῖν τοιαύτας ἰδέας παρέσχοντο. οὐκ ἀπορήσομεν δὲ οὐδὲ τῶν πρὸς ἕκαστον· ἐπεί τοι καὶ τὰ ποιήματα μεστὰ τούτων, οἱ ἐπικήδειοι οὕτως ὀνομαζόμενοι θρῆνοί τε· ὡς αὕτως πλοῦτος πολὺς τῶν καταλογάδην ἐστὶ τοιούτων λόγων ἔν τε τοῖς πάλαι καὶ τοῖς ὀλίγον τι πρὸ ἡμῶν γενομένοις· 〈οὐ〉 λήξομεν δὲ οὐδὲ νῦν, ἔστ’ ἂν γένος ἀνθρώπων καὶ τὸ χρεὼν ἐπικρατοῦν ᾖ. μέτιμεν οὖν αὐτοῖν ἑκάτερον τὸν τρόπον τοῦτον.

Συνελόντι μὲν οὖν ὁ ἐπιτάφιος ἔπαινός ἐστι τῶν κατοιχομένων. εἰ δὲ τοῦτο, δῆλόν που, ὡς καὶ ἀπὸ τῶν αὐτῶν ὀπῶν ληπτέον, ἀφ’ ὧν περ καὶ τὰ ἐγκώμια· πατρίδος, γένους, φύσεως, ἀγωγῆς, πράξεως. ἄχρι μὲν οὖν τινὸς τὴν αὐτὴν ἰτέον, οἷον περὶ πατρίδος λέγοντα, ὅτι μεγάλη καὶ ἔνδοξος καὶ ἀρχαία, καὶ εἰ τύχοι αὐτὴ πρώτη παρελθοῦσα εἰς ἀνθρώπους, οἷα καὶ Πλάτων περὶ τῆς Ἀττικῆς διέξεισιν· εἰ δὲ μικρά, ὅτι διὰ τούτους ἤδῃ καὶ τὴν ἀρετὴν τὴν τούτων καὶ δόξαν ἔνδοξος καὶ αὐτὴ ἐγένετο, οἷον ἡ Σαλαμὶς διὰ τὸν Αἴαντα ἢ τὴν ἀρετὴν τῶν ναυμαχησάντων, καὶ ἡ Αἴγινα

διὰ τὸν Αἰακόν. ἢ εἴ τι βέλτιον περὶ αὐτῆς ἔχοιμεν λέγειν εἰρημένον, ὥςπερ θείαν τὴν Σαλαμῖνα εἶπεν ὁ Πύθιος· ὅτι ἐκ θεοῦ ἐκτίσθη, ὥσπερ Ἰωνία, Βυζάντιον ἢ εἰ δή τις ἑτέρα πόλις |. καὶ ἐπὶ μὲν τῶν ἐν πολέμοις πεσόντων κἂν ἐπιδαψιλεύσαιτό τις ἐν τούτοις. ἐπὶ δὲ τῶν καθ’ ἕκαστον οὐ πάνυ τι ἀναγκαῖος ὁ πολὺς περὶ τῆς πατρίδος λόγος· ἰτέον οὖν ἐπὶ τοὺς προγόνους, εἰ οἱ πρόγονοι μὴ ἐπήλυδες, ἀλλ’ αὐτόχθονες· καὶ εἰ ἐπήλυδες, ἀλλὰ κρίσει τὴν ἀρίστην γῆν λαβόντες, οὐ τύχῃ· καὶ ὅτι ἢ ἐκ τοῦ Δωρικοῦ γένους, ὅ περ ἀνδρειότατον· ἢ ἐκ τοῦ Ἰωνικοῦ, ὅ περ σοφώτατον, καὶ ὅτι ‛Ἑλληνες. εἰ δὲ ἐπὶ τινὸς εὐκλείας λόγος γίγνοιτο, ὅτι πατρὸς ἀγαθοῦ καὶ προγόνων, καὶ ἐν βραχεῖ περὶ αὐτῶν εἰπεῖν τὸν ἔπαινον, ὁποῖοι δημοσίᾳ, ὁποῖοι ἰδίᾳ, ὁποῖοι ἐν λόγοις, ὁποῖοι ἐν βίῳ, καὶ εἴ τι ἐν ἔργοις ἢ ἐν πράξεσιν· ἢ εἴ τινα τοιαῦτα ἡ ποιότης τοῦ προσώπου παρέχοι ἐκ τῆς φύσεως, ὅτι εὐφυὴς εἰς πάντα, κοινὸς δὲ ὁ τοιοῦτος.

Ἐν δὲ τῇ ἀγωγῇ γενόμενοι ἐπὶ μὲν τῶν κοινῶν | τὴν πολιτείαν ληψόμεθα, ὅτι ἢ δημοκρατία ἢ ἀριστοκρατία· ἐν δὲ τοῖς ἰδίοις τὴν ἀνατροφὴν καὶ τὴν παιδείαν καὶ τὰ ἐπιτηδεύματα. ἐν δὲ ταῖς [κοιναῖς] πράξεσιν ὁ μὲν κοινὸς ἕξει τὰ κατὰ πολέμους ἔργα καὶ

ὅπως ἐτελεύτησαν, ὥςπερ ἀμέλει καὶ Πλάτωνί γε καὶ Θουκυδίδῃ καὶ τοῖς ἄλλοις εἴρηται. ὁπόταν δὲ περὶ ἑνός τινος λέγωμεν, περὶ τῆς ἀρετῆς ποιησόμεθα τὸν λόγον, οἷον περὶ ἀνδρείας, περὶ δικαιοσύνης, περὶ σοφίας· ὁποῖος περὶ τὴν πόλιν ἐν τούτοις, ὁποῖος ἰδίᾳ περὶ ἕκαστα· ὁποῖος περὶ φίλους, ὁποῖος περὶ ἐχθρούς· καὶ ἔτι προστεθήτω, οἷος περὶ γονέας, οἷος ἐν ἀρχαῖς, εἴ τινα ἦρξεν.

Μετὰ ταῦτα δὲ ἐν μὲν τοῖς κοινοῖς ἐπὶ τὸ προτρεπτικὸν μεταβησόμεθα, προτρέποντες ἐπὶ τὰ ὅμοια τοὺς ὑπολειπομένους. καὶ πολὺς ὁ τόπος οὗτος. εἶτα οὕτως ἐπὶ τὸ παραμυθητικὸν τῶν πατέρων, ὅσοι τε ἔτι | παιδοποιεῖσθαι ἱκανοί, ὅσοι τε ἔξω τῆς ὥρας ταύτης· καὶ εἴρηται ταῦτα καὶ παρὰ τῷ Θουκυδίδῃ. ἐν δὲ τοῖς ἰδίοις τὸ μὲν προτρεπτικὸν ἐνίοτε μὲν οὐδὲ ὅλως παραλαμβάνομεν διὰ τὸ τάχα ἂν εἰ τύχοι παῖδας εἶναι τοὺς κατοιχομένους· ἐνίοτε δὲ ἐπὶ βραχύ, πλὴν ἐπὶ τοῖς πάνυ ἐνδόξοις. ἐνταῦθα γὰρ οὐδὲν κωλύει καὶ ἐπὶ πλεῖον χρῆσθαι τῷ εἴδει, οἷον 〈εἰ〉 ἐπὶ ἄρχοντός τινος καὶ τοιούτου προσώπου ὁ ἐπιτάφιος γίνοιτο, ἀναγκαῖον παρακελεύεσθαι μιμεῖσθαι τοῖς παισὶν τοὺς ἑαυτῶν τοκέας, καὶ ἐπὶ τὰ ὅμοια σπεύλοὺς

δεῖν. ἀναγκαιότερος δὲ ὁ παραμυθητικὸς παραμυθουμένων ἡμῶν τοὺς προσήκοντας. δεῖ δὲ εἰδέναι καὶ τὴν μέθοδον τοῦ παραμυθητικοῦ· οὐ γὰρ θρηνεῖν οὐδὲ ἀπολοφύρεσθαι τοὺς ἀποθανόντας· οὐ γὰρ ἂν παραμυθοίμεθα τοὺς ὑπολειπομένους, ἀλλὰ μεῖζον τὸ πένθος παρασκευάζοιμεν· καὶ οὐ δόξει εἶναι τῶν κατοιχομένων ἔπαινος, ἀλλὰ ὀλοφυρμὸς ὡς τὰ δεινότατα παθόντων. πειρᾶσθαι δὲ ἐν τῷ παραμυθεῖσθαι καὶ | ἐνδιδόναι τοῦ πάθους τοῖς ὑπολειπομένοις, καὶ μὴ ἀντιτείνειν εὐθύς· ῥᾷον γὰρ ἐπαξόμεθα· ἅμα δὲ καὶ ἔπαινον ἕξει ὁ λόγος, εἰ λέγοιμεν, ὅτι οὐ ῥᾴδιον ἐπὶ τοῖς τοιούτοις ῥᾷον φέρειν. ἐπειδὴ δὲ οἱ ἐν πολέμῳ τελευτήσαντες ὅμοιοι ταῖς ἡλικίαις, οὐδὲν ἀπὸ τούτων ἕξομεν εἰς παραμυθίαν ἐπιχειρεῖν, πλὴν ὅτι ἐνδόξως ἀπέθανον ὑπὲρ τῆς πατρίδος καὶ οὗτοι, καὶ ὅτι ταχὺς καὶ ἀναίσθητος ὁ τοιοῦτος θάνατος, καὶ ἐκτὸς βασάνων καὶ τῶν κακῶν τῶν ἐκ τῆς νόσου· ὅτι δημοσίας ταφῆς ἔλαχον (ζηλωτὸν δὲ τοῦτο καὶ τοῖς μετὰ ταῦτα) καὶ ἀθάνατος αὐτῶν ἡ δόξα. .

Ἐπὶ δὲ τοῖς καθ’ ἕκαστον καὶ ἀπὸ τῶν ἡλικιῶν πολλὰς ἀφορμὰς παρέξει ὁ λόγος εἰς παραμυθίαν· εἰ μέν τις ἄφνω τελευτήσειεν καὶ ἀλύπως, ὅτι μακαρίως αὐτῷ ἡ τελευτὴ συνηνέχθη· εἰ δέ τις νόσῳ καὶ πολὺν χρόνον νοσήσας, ὅτι γενναίως ἐνεκαρτέρησεν τῇ νόσῳ·

ἢ εἴ τις ἐν πολέμῳ, ὅτι ὑπὲρ πατρίδος ἀγωνιζόμενος· ἢ εἴ τις ἐν πρεσβείᾳ, ὅτι ὑπὲρ τῆς πόλεως· κἂν εἰ ἐν ἀποδημίᾳ, ὅτι οὐδὲν διενήνοχεν· μία γὰρ καὶ ἡ αὐτὴ οἶμος κατὰ τὸν Αἰσχύλον εἰς Ἁιδου φέρουσα· εἰ δέ τις ἐν τῇ πατρίδι, ὅτι ἐν τῇ φιλτάτῃ καὶ τῇ γειναμένῃ καὶ τοῖς οἰκειοτάτοις πᾶσιν. ἀπὸ ἡλικίας· εἰ μὲν νέος ὣν τοῦτο πάθοι, ὅτι θεοφιλής· τοὺς γὰρ τοιούτους φιλοῦσιν οἱ θεοί· καὶ ὅτι καὶ τῶν παλαιῶν πολλοὺς ἀνήρπασαν, οἷον τὸν Γανυμήδην, τὸν Τιθωνόν, τὸν Ἀχιλλέα, μὴ βουλόμενοι αὐτοὺς ἐν τοῖς κακοῖς τοῖς ἐν τῇ γῇ καλινδεῖσθαι ἢ πολὺν χρόνον ἐγκατορωρύχθαι τὴν ψυχὴν ἐν τῷ σώματι ὥςπερ ἐν τάφῳ ἢ ἐν δεσμωτηρίῳ μηδὲ δουλεύειν δεσπόταις κακοῖς, ἀλλὰ ἐλευθεροῦν· καὶ μακάριοι φυγόντες τὰ ἀλγεινὰ τοῦ βίου καὶ τὰ πάθη τὰ συμπίπτοντα τοῖς ἀνθρώποις, μυρία ταῦτα ὄντα καὶ ἄπειρα, ὀφθαλμῶν πηρώσεις, ποδῶν, ἑτέρου τινὸς μέρους τοῦ σώματος, καὶ ὅτι τῷ ὄντι ἡ νόσος ἀλγεινοτάτη. εἰ δὲ μέσος τὴν ἡλικίαν, ὅτι ἐνακμάσας τῷ βίῳ καὶ νῷ δεῖγμα τῆς ἀρετῆς τῆς ἑαυτοῦ παρέσχεν· καὶ ὅτι ποθούμε|νος, οὐκ ἀηδὴς ἤδη διὰ τὸ γῆρας γενόμενος ἀπῆλθε τοῦ βίου, ἀλλ’ ἐν ἡλικίᾳ. εἰ δὲ δὴ ἐν γήρᾳ τις τελευτήσειεν, ὅτι εἰς πᾶσαν ἀπόλαυσιν τῶν ἐν τῷ βίῳ καλῶν συνετων μετρήθῇ
αὐτῷ ὁ χρόνος. ἐν τούτῳ παρατιθέναι ἀναγκαῖον, ὁπόσα ἐν πανηγύρεσιν τερπνά, ὅσα ἐν γάμοις, παιδοποιίαις, τιμαῖς 〈ταῖς〉 παρὰ τῆς πατρίδος· ταῦτα γὰρ ἡ πλείων περίοδος τοῦ χρόνου παρέχειν εἴωθεν· καὶ ὅτι λιπαρὸν γῆρας κατὰ τὸν Νέστορα ἐβίωσεν· ὅτι τούτου ἕνεκα ἐνδιέτριψεν, ἵνα παράδειγμα γένηται τοῖς ἄλλοις, καὶ μάλιστα εἰ ἔνδοξον εἴη τὸ πρόσωπον. ἐπὶ τέλει δὲ περὶ ψυχῆς ἀναγκαῖον εἰπεῖν, ὅτι ἀθάνατος, καὶ ὅτι τοὺς τοιούτους ἐν θεοῖς ὄντας ἄμεινον εἰκὸς ἀπολαβεῖν. ἀρχὰς δὲ ἐνίοτε αὐτὸ παρέξει τὸ πρόσωπον ἰδίας καὶ μὴ κοινάς· οἷον εἰ ἀπὸ λόγων εἴη, ὅτι ἀκόλουθον τοῖς λόγοις εὐφημεῖν αὐτόν· ἢ εἴπερ ἐπὶ ἑτέροις αὐτός τι τοιοῦτον εἰρηκὼς εἴη, ὅτι τὸν αὐτὸν ἔρανον καὶ τούτῳ ἀποδοτέον· ἢ ὅ τί ποτ’ ἂν ἡ ἰδιότης τοῦ προσώπου παρέχῃ. |

Ἡ δὲ ἀπαγγελία ποικίλη, ἐν μὲν τοῖς ἀγωνιστικοῖς συνεστραμμένη· ἐν δὲ τοῖς ἐνδόξοις καὶ μέγεθος ἔχουσιν, οἷον ὅσα περὶ ψυχῆς, διηρμένη καὶ μέγεθος ἔχουσα καὶ ἐγγὺς βαίνουσα τῆς τοῦ Πλάτωνος.