Ars Rhetorica

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.

Έχόμενος δέ σοι τούτου ὁ ἐπὶ ταῖς γενέσεσι τῶν παίδων λεγόμενος λόγος (γάμῳ γάρ που γένεσιν ἀνάγκη ἀκολουθεῖν)· ὃν καὶ αὐτὸν τελεῖν χρὴ τοῦτον τὸν τρόπον. ἐπεὶ γὰρ ἀρχὴ τῆς γενέσεως τῆς ἑκάστου ἡ ἡμέρα, ἐφ’ ἧς ἐγένετο, ἀναγκαῖόν που ὀλίγα ἄττα καὶ περὶ τῆς ἡμέρας εἰπεῖν οἷον ἐγκωμιάζοντα τὸ προσόν, εἰ ἄρα ἴδιόν τι ἔχει παρὰ τὰς ἄλλας ἡμέρας, ἐπισημα|ινόμενον·

εἰ μὲν τῇ νουμηνίᾳ, ὅτι ἀρχὴ τοῦ μηνός, ἀρχὴ δὲ κράτιστον καὶ ἐξ ἀρχῆς τὰ πάντα· καὶ ὅτι ἥμισυ τοῦ παντὸς ἢ τὸ πᾶν κατὰ τὸν Πλάτωνα. εἰ δὲ ἑβδόμῃ ἢ ἕκτῃ, ὅτι ἱεραὶ τοῖν θεοῖν, καὶ ὅτι κοινωνία πρὸς τὸ κρεῖττον κατὰ τὸ τῆς γενέσεως. ἔχοις δ’ ἂν καὶ περὶ τῆς ἐνάτης λέγειν, ὅτι ἱερὰ τοῦ Ἡλίου, καὶ ὅτι εἰκὸς ἐπίσημον τὸν τοιοῦτον γενέσθαι, τάχα δὲ καὶ εὐεργετικὸν κατὰ τὴν τοῦ λίου φύσιν. εἰ δὲ πεντεκαιδεκάτη εἴη, ὅτι καὶ αὐτὴ τῆς Ἀθηνᾶς, καὶ ὅτι τέλειος ἐν τούτῳ ὁ κύκλος, καὶ εἰκὸς ἀνενδεῆ τὴν τοιαύτην εἶναι γένεσιν τοῦ ἀνδρός. ὁμοίως δὲ καὶ εἰ ἄλλη τις ἡμέρα, ἢ τῇ ἀρχῇ ἢ τῷ τέλει προσβιβάζοντας καὶ τὸ προσὸν θεωροῦντας οὕτω πειρᾶσθαι τὸν ἔπαινον ποιεῖσθαι.

Ἐπὶ δὲ τῇ ἡμέρᾳ τὸν καιρὸν ἐπιθεωρεῖν ἀναγκαῖον, ὁποῖός τις οὗτος· καὶ τοῦ καιροῦ τὸ μὲν κατὰ τὴν| ὥραν, οἷον ἐν χειμῶνι ἢ ἐν ἦρι ἢ ἐν τοῖς ἑτέροις μέρεσι τοῦ ἔτους, ὥς περ ἐν τοῖς περὶ τοῦ ἀγῶνος ἐπαίνοις ἐπεσημαινόμεθα τὰς ἰδιότητας τῶν καιρῶν, τῷ μὲν τὸ ἀνδρεῖον, τῷ δὲ τὸ φαιδρὸν ἀπονέμοντες, καὶ τῷ θέρει τὸ πεπληρῶσθαι τὴν γῆν ἐν τούτῳ τῶν ἀγαθῶν, καὶ τῷ λοιπῷ δὲ τὸ ἐν ἀνέσει καὶ ἀναπαύλῃ τῶν ἔργων γενέσθαι. ἐπισημαίνεσθαι δὲ καὶ τὰ συμβεβηκότα ἐνίοτε τοῖς καιροῖς· οἷον εἰ ἐν ἑορτῇ τις

γέγονεν, οἱονεὶ ἐν Διονυσίοις ἢ ἐν μυστηρίοις ἢ ἐν πανηγύρεσίν τισιν· ἅπαντα γὰρ ταῦτα ἀφορμὰς παρέξει σοι εἰς τὸν ἔπαινον.

Ἀπὸ δὲ τούτου ἰτέον καὶ ἐπὶ τοὺς τόπους, ἐν οἷς τις γέγονεν· πρῶτον μὲν ἐπὶ τὸ περιέχον τὸ ἔθνος, Ἀσίαν, ὐρώπην· καὶ τοῦτο οὐ πάλιν Ἑλληνικὸν ἢ βάρβαρον, ἢ σοφίαν ἢ ἀνδρείαν τοῦ ἔθνους ἢ τι τοιοῦτον ἐπισημαινόμενον. εἶτα ἐπὶ τὸ περιεχόμενον· τίς ἡ πό|λις καὶ ἡ μητρόπολις αὐτῷ· ἐχομένη ἡ πόλις μητροπόλεως τῇ τιμῇ, μεγάλη, πολυάνθρωπος, εὔφορος πρὸς ἀνδρῶν ἀρετήν, ἢ ἄν τι ἕτερον ἀνδραγάθημα τῆς πόλεως. ἔπειτα τὰ μὲν περιεχόμενα ἐν τῇ πόλει· ποίας τινὸς οἰκίας, ὅτι οὐ φαύλης, ὅτι οὐκ ἀδόξου, γένους 〈ὅτι〉 ἐνδόξου, ποίων τινῶν προγόνων καὶ πατέρων, καὶ ἔπαινον ἐν βραχεῖ τούτων ἀπὸ τῶν προσόντων.

Μετὰ ταῦτα δὲ καὶ ἐπ’ αὐτὸν ἥδῃ τὸν ἔπαινον ἰέναι τοῦ ἐγκωμιαζομένου καὶ οὗ ἡ γενέθλιος· ποίας τινὸς φύσεως κατὰ σῶμα, κατὰ ἰσχύν. εἰ μέγας ἐστί, κατὰ τὸν Αἴαντα· εἰ καλὸς καὶ ἀνδρεῖος, κατὰ τὸν Ἀχιλλέα· καὶ εἰ 〈εὔγλωσσος ἢ〉 εὔβουλος ἢ δίκαιος ἢ σώφρων εἴη, τὰ ἁρμόζοντα πρόσωπα, τὸν έστορα, τὸν Θεμιστοκλέα, τὸν Ἀριστείδην, τὸν ωκίωνα· εἰ χρηστός· ὅτι θυμοειδὴς μετὰ τοῦ πράου, ὅτι ὀξὺς ἐνόδους θυμηθῆναι.

κἂν εἰ μικρός, ὅτι μείζων τὴν τῆς ψυχῆς ἀρετήν, κατὰ τὸν Τυδέα, κατὰ τὸν Κόνωνα. |

οἷός τις τὰ περὶ τὸν βίον, εἰ φιλόκαλος, εἰ μεγαλοπρεπής· οἶος πρὸς τοὺς ἰδιώτας, πρὸς τὴν πόλιν, καὶ τὰς φιλοτιμίας τὰς πρὸς τὴν πόλιν. κἂν εἰ ἐπιστήμης τινὸς ἐπήβολος εἴη, οἷον ἰατρικῆς ἢ ῥητορικῆς ἢ φιλοσοφίας, θετικῶς ἐπάγοντα τὸν ἐν τούτοις ἔπαινον, εἰς ὅσα τούτων ἕκαστον χρήσιμον· οὕτω γὰρ ἂν ἀμφιλαφὴς ὁ λόγος γένοιτο. ποῖος ἤδη γέγονεν, ποῖός ἐστιν ἐν τῷ παρόντι, καὶ ποῖον εἰκὸς ἔσεσθαι εἰς τὸν μέλλοντα χρόνον. ἐν τούτῳ δὲ γενόμενοι οὐκ ἄπο τρόπου ἂν ποιοῖμεν καὶ εὐχόμενοι τοῖς τε ἄλλοις καὶ τοῖς γενεθλίοις θεοῖς περὶ τοῦ μέλλοντος βίου καὶ τοῦ ἀμείνω τοῦ παρεληλυθότος γενέσθαι τοῦτον, καὶ πολλὰς περιόδους χρόνων τελέσαντα εἰς λιπαρὸν καὶ εὔδαιμον γῆρας παρελθεῖν.