Epistula ad Pompeium Geminum

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.

λοιπὸν δʼ ἐστί μοι καὶ περὶ αὐτῶν ὧν εἴρηκα λόγων περὶ τἀνδρὸς ἐν τῇ περὶ τῶν Ἀττικῶν πραγματείᾳ ῥητόρων εἰπεῖν. θήσω δὲ αὐταῖς λέξεσιν, ὡς ἐκεῖ

p.227

γέγραφα· ἡ δὲ δὴ Πλατωνικὴ διάλεκτος βούλεται μὲν εἶναι καὶ αὐτὴ μῖγμα ἑκατέρου τῶν χαρακτήρων, τοῦ τε ὑψηλοῦ καὶ ἰσχνοῦ, καθάπερ εἴρηταί μοι πρότερον· πέφυκε δὲ οὐχ ὁμοίως πρὸς ἀμφοτέρους τοὺς χαρακτῆρας εὐτυχής.

ὅταν μὲν οὖν τὴν ἰσχνὴν καὶ ἀφελῆ καὶ ἀποίητον ἐπιτηδεύῃ φράσιν, ἐκτόπως ἡδεῖά ἐστι καὶ φιλάνθρωπος. καθαρά τε γὰρ ἀποχρώντως γίνεται καὶ διαυγής, ὥςπερ τὰ διαφανέστατα τῶν ναμάτων, ἀκριβής τε καὶ λεπτὴ παρʼ ἥντινʼ οὖν ἑτέραν τῶν τὴν αὐτὴν διάλεκτον εἰργασμένων,

τήν τε κοινότητα διώκει τῶν ὀνομάτων καὶ τὴν σαφήνειαν ἀσκεῖ πάσης ὑπεριδοῦσα κατασκευῆς ἐπιθέτου· ὅ τε πίνος ὁ τῆς ἀρχαιότητος ἠρέμα αὐτῇ καὶ λεληθότως ἐπιτρέχει ἱλαρόν τέ τι καὶ τεθηλὸς καὶ μεστὸν ὥρας ἄνθος ἀναδίδωσι, καὶ ὥςπερ ἀπὸ τῶν εὐωδεστάτων λειμώνων αὖρά τις ἡδεῖα ἐξ αὐτῆς φέρεται, καὶ οὔτε τὸ λιγυρὸν ἔοικεν ἐμφαίνειν λάλον οὔτε τὸ κομψὸν θεατρικόν.

ὅταν δʼ εἰς τὴν περιττολογίαν καὶ τὸ καλλιεπεῖν, ὃ πολλάκις εἴωθε ποιεῖν, ἄμετρον ὁρμὴν λάβῃ, πολλῷ

p.228
χείρων ἑαυτῆς γίγνεται· καὶ γὰρ ἀηδεστέρα καὶ κάκιον ἑλληνίζουσα καὶ παχυτέρα φαίνεται· μελαίνει τε τὸ σαφὲς καὶ ζόφῳ ποιεῖ παραπλήσιον, ἕλκει τε μακρὸν ἀποτείνουσα τὸν νοῦν, συστρέψαι δὲ δέον ἐν ὀλίγοις ὀνόμασιν ἐκχεῖται εἰς ἀπειροκάλους περιφράσεις, πλοῦτον ὀνομάτων ἐπιδεικνυμένη, ὑπεριδοῦσα δὲ τῶν κυρίων ὀνομάτων κἀν τῇ κοινῇ χρήσει κειμένων τὰ πεποιημένα ζητεῖ καὶ ξένα καὶ ἀρχαιοπρεπῆ.

μάλιστα δὲ χειμάζεται περὶ τὴν τροπικὴν φράσιν· πολλὴ μὲν γὰρ ἐν τοῖς ἐπιθέτοις, ἄκαιρος δʼ ἐν ταῖς μετωνυμίαις, σκληρὰ δὲ καὶ οὐ σῴζουσα τὴν ἀναλογίαν ἐν ταῖς μεταφοραῖς γίγνεται, ἀλληγορίας τε περιβάλλεται μακρὰς καὶ πολλὰς οὔτε μέτρον ἐχούσας οὔτε καιρόν, σχήμασί τε ποιητικοῖς ἐσχάτην προσβάλλουσιν ἀηδίαν, καὶ μάλιστα τοῖς Γοργιείοις ἀκαίρως καὶ μειρακιωδῶς ἐναβρύνεται· καὶ πολὺς ὁ τελέτης ἐστὶν ἐν τοῖς τοιούτοις παρʼ αὐτῷ, ὡς καὶ Δημήτριος ὁ Φαληρεὺς εἴρηκέ που καὶ ἄλλοι συχνοί· οὐ γὰρ ἐμὸς ὁ μῦθος.

μηδεὶς δέ με ταῦτα ἡγείσθω λέγειν ἁπάσης

p.229
καταγινώσκοντα τῆς ἐγκατασκεύου καὶ ἐξηλλαγμένης λέξεως ᾗ κέχρηται Πλάτων (μὴ γὰρ οὕτω σκαιὸς γενοίμην ὥςτε ταύτην τὴν δόξαν περὶ ἀνδρὸς τηλικούτου λαβεῖν), ἐπεὶ πολλὰ καὶ περὶ πολλῶν οἶδα μεγάλα καὶ θαυμαστὰ καὶ ἀπὸ τῆς ἄκρας δυνάμεως ἐξενηνεγμένα ὑπʼ αὐτοῦ· ἀλλʼ ἐκεῖνο ἐνδείξασθαι βουλόμενον, ὅτι τὰ τοιαῦτα ἁμαρτήματα ἐν ταῖς κατασκευαῖς εἴωθεν ἁμαρτάνειν, καὶ χείρων μὲν αὐτὸς αὑτοῦ γίνεται, ὅταν τὸ μέγα διώκῃ καὶ περιττὸν ἐν τῇ φράσει, μακρῷ δέ τινι ἀμείνων, ὅταν τὴν ἰσχνὴν καὶ ἀκριβῆ καὶ δοκοῦσαν μὲν ἀποίητον εἶναι κατεσκευασμένην δὲ ἀμωμήτῳ καὶ ἀφελεῖ κατασκευῇ διάλεκτον εἰσφέρῃ· ἢ γὰρ οὐδὲν ἁμαρτάνει ἢ κομιδῇ βραχύ τι καὶ οὐκ ἄξιον κατηγορίας.

ἐγὼ δὲ ἠξίουν τηλικοῦτον ἄνδρα πεφυλάχθαι πᾶσαν ἐπιτίμησιν. ταὐτὰ γὰρ οἵ τε κατʼ αὐτὸν γενόμενοι πάντες ἐπιτιμῶσιν, ὧν τὰ ὀνόματα οὐδὲν δεῖ με λέγειν, καὶ αὐτὸς ἑαυτῷ (τοῦτο γὰρ τὸ λαμπρότατον)· ᾔσθετο γὰρ τῆς ἰδίας ἀπειροκαλίας καὶ ὄνομα ἔθετʼ αὐτῇ τὸ διθύραμβον· ὃ νῦν ἂν ᾐδέσθην

p.230
ἐγὼ λέγειν ἀληθὲς ὄν. τοῦτο δὲ παθεῖν ἔοικεν, ὡς ἐγὼ νομίζω, τραφεὶς μὲν ἐν τοῖς Σωκρατικοῖς λόγοις ἰσχνοτάτοις οὖσι καὶ ἀκριβεστάτοις, οὐ μείνας δʼ ἐν αὐτοῖς ἀλλὰ τῆς Γοργίου καὶ Θουκυδίδου κατασκευῆς ἐρασθείς· ὥςτʼ οὐδὲν ἔξω τοῦ εἰκότος ἔμελλεν πείσεσθαι σπάσας τινὰ καὶ τῶν ἁμαρτημάτων ἅμα τοῖς ἀγαθοῖς, ὧν ἔχουσιν οἱ τῶν ἀνδρῶν ἐκείνων χαρακτῆρες.

παραδείγματα δὲ τῆς ἰσχνῆς καὶ τῆς ὑψηλῆς λέξεως ἐξ ἑνὸς βυβλίου τῶν πάνυ περιβοήτων παραθήσομαι,

ἐν ᾧ τοὺς ἐρωτικοὺς ὁ Σωκράτης διατέθειται λόγους πρὸς ἕνα τῶν γνωρίμων Φαῖδρον, ἀφʼ οὗ τὴν ἐπιγραφὴν εἴληφε τὸ βυβλίον---

ἐν γὰρ τούτοις τὸ μὲν πραγματικὸν οὐδαμῇ μέμφομαι τοῦ ἀνδρός, τοῦ δὲ λεκτικοῦ μορίου τὸ περὶ τὴν τροπικήν τε καὶ διθυραμβικὴν φράσιν ἐκπῖπτον, ἐν οἷς οὐ κρατεῖ τοῦ μετρίου, ἐπιτιμῶ τε οὐχ ὡς τῶν τυχόντων τῳ ἀλλʼ ὡς ἀνδρὶ μεγάλῳ καὶ ἐγγὺς τῆς

p.231
θείας ἐληλυθότι φύσεως, ὅτι τὸν ὄγκον τῆς ποιητικῆς κατασκευῆς εἰς λόγους ἤγαγε φιλοσόφους ζηλώσας τοὺς περὶ Γοργίαν, ὥςτε καὶ διθυράμβοις τινὰ ποιεῖν ἐοικότα, καὶ μηδὲ ἀποκρύπτεσθαι τοῦτο τὸ ἁμάρτημα ἀλλʼ ὁμολογεῖν.

καὶ σύ γε αὐτός, ὦ βέλτιστε Γεμῖνε, ὁμοίαν ἐμοὶ γνώμην περὶ τἀνδρὸς ἔχων φαίνῃ διʼ αὐτῆς γέ τοι τῆς ἐπιστολῆς, ἐν οἷς κατὰ λέξιν οὕτω γράφεις· ἐν μὲν γὰρ τοῖς ἑτέροις σχήμασι ῥᾴδιον πεσεῖν μέσον τι ἐπαίνου καὶ μέμψεως· ἐν δὲ τῇ κατασκευῇ τὸ μὴ ἐπιτευχθὲν πάντῃ ἀποτυγχάνεται. διό μοι δοκεῖ τούτους τοὺς ἄνδρας οὐκ ἐκ τῶν ἐπικινδυνοτέρων οὐδὲ ἐλασσόνων, ἀλλʼ ἐκ τῶν πλείστων καὶ εὐτυχηθέντων ἐξετάζειν.

καὶ μετʼ ὀλίγα πάλιν ἐπιλέγεις ταυτί· ἐγὼ δὲ καίπερ ἔχων ἀπολογήσασθαι ὑπὲρ ἁπάντων ἢ τῶν γε πλείστων οὐ τολμῶ σοι ἐναντία λέγειν· ἓν δὲ τοῦτο διισχυρίζομαι, ὅτι οὐκ ἔστι μεγάλως ἐπιτυχεῖν ἐν οὐδενὶ τρόπῳ μὴ τοιαῦτα τολμῶντα καὶ παραβαλλόμενον, ἐν οἷς καὶ σφάλλεσθαι ἐστὶν ἀναγκαῖον.

οὐδὲν διαφερόμεθα πρὸς ἀλλήλους· σύ τε γὰρ ὁμολογεῖς ἀναγκαῖον εἶναι τὸν ἐπιβαλλόμενον μεγάλοις καὶ σφάλλεσθαί ποτε, ἐγώ τέ φημι τῆς ὑψηλῆς καὶ μεγαλοπρεποῦς καὶ παρακεκινδυνευμένης φράσεως ἐφιέμενον Πλάτωνα μὴ περὶ πάντα τὰ μέρη κατορθοῦν, πολλοστὴν μέντοι μοῖραν ἔχειν τῶν κατορθουμένων τὰ διαμαρτανόμενα ὑπʼ αὐτοῦ. καὶ καθʼ ἓν

p.232
τοῦτο Πλάτωνά φημι λείπεσθαι Δημοσθένους, ὅτι παρʼ ᾧ μὲν ἐκπίπτει ποτὲ τὸ ὕψος τῆς λέξεως τῶν λόγων εἰς τὸ κενὸν καὶ ἀηδές, παρʼ ᾧ δὲ οὐδέποτε ἢ σπανίως γε κομιδῇ. καὶ περὶ μὲν Πλάτωνος τοσαῦτα.